Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

297. * ὥς κεν γράφεται καὶ εἴ κεν.

298. δούρατʼ ἀνασχόμενοι ἤτοι συναπτέον τῷ ἀντιάσαντες, ἢ διασταλτέον ἀπʼ αὐτοῦ, ἵν’ ᾖ τὸ ἑξῆς στείομεν δούρατʼ ἀνασχόμενοι.

299. *τὸ θυμῷ ἑκατέροις δύναται προσδίδοσθαι.

301. *Ζηνόδοτος καὶ Ἀριστοφάνης Αἴαντε δυϊκῶς.

302. Μέγην Ἀρίσταρχος βαρύνει ὡς “Μέσθλην τε Γλαῦκόν τε” (Il. 17, 216)· καὶ ἐπείσθη ἡ παράδοσις. ὁ δὲ Ἀσκαλωνίτης καὶ ἄλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν· τὰ γὰρ εἰς ης λήγοντα, φασὶ, βαρύτονα δισύλλαβα, ἀπὸ βραχείας ἀρχόμενα, περισσοσυλλάβως κλίνεται, λέβητα Λάχητα· εἰ δʼ οὐχ οὕτως ἐκλίθη, δῆλον ὅτι περισπασθήσεται· ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ ὡς ἀπὸ βαρυτόνου “Φυλείδην τε Μέγητα” (Il. 19, 239), ὅτε μὴ οὕτως ἔχει, περισπασθήσεται, ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητα. ἔστι δὲ ὑπὲρ τοῦ Ἀριστάρχου πρὸς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν, ὅτι οὐχ ἀπλῶς τὰ εἰς ης, ἀλλὰ τὰ εἰς της λήγοντα τὴν προειρημένην ἀναδέχεται κλίσιν, ἐπεὶ τὰ πολλά ἐστι διχῶς κεκλιμένα. τὸ γοῦν Μύνης ὁ μὲν ποιητὴς περιττοσυλλάβως ἔκλινεν (“πέρσεν δὲ πόλιν θείοιο Μύνητος” Il. 19, 296), ὁ δὲ Σοφοκλῆς ἰσοσυλλάβως “Μύνου τʼ Ἐπιστρόφου τε.” μύκητα τε καὶ μύκην, εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις. καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι, δῆλός ἐστιν Ἑκαταῖος οὕτως κλίνας. φησὶ γὰρ “καὶ ἐπαφήσας [*](13. αὐτοῦ Friedl.] αὐτῶν της Lehrsius.) [*](23. Φυλείδην] φυλλείδην 27. ἐπεὶ τὰ] ἔπειτα Lehrsius.) [*](30. τε Gaisfordus ad Choerobosc.) [*](24. ἔχει] ἔχῃ) [*](Θάκητα] θαλῆτα p. 140, 3] γε. V. quae ad Sophoclis) [*](26. τὰ εἰς της] τὰ ῥηματικὰ μὴ εἰς fr. 57 dixi.)

76
τὸν κολεὸν τοῦ ξίφεος, τὸν μύκην εὗρεν ἀποπεπτωκότα.” ὁ δὲ Ἄρατος (Dios. 244) περιττοσυλλάβως ἔκλινεν· “ἢ λύχνοιο μύκητες ἀγείρονται περὶ μύξαν.” καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ· καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον, οἷς ὁμοιον δύναται εἶναι καὶ τὸ Μέγης.

305. *ἡ πληθὺς—ἀπονέοντο πρὸς τὸ σχῆμα, ὅτι πληθυντικῶς ἀπήντηκεν.

307. *βιβάς Ἀρίσταρχος βιβῶν.

βιβῶν πᾶσαι εἶχον. Ζηνόδοτος βοῶν, ἐπεὶ καὶ ἑξῆς φησὶν “ἐκὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα” (321).

309. * δεινὴν, ἀμφιδάσειαν διασταλτέον καθʼ ἕν· ἔμφασις γὰρ μᾶλλον.

ἀμφιδάσειαν πανταχόθεν τετριμμένην. οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν, διὰ τοὺς θυσάνους. ὑφʼ ἓν δὲ τὸ ὄνομα.

τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ χαλκοβάρεια. ὅτι δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ ἠριγένεια.

310. Ἥφαιστος Διὶ δῶκε ὅτι σαφῶς Διὶ ἐσκεύασται ἡ αἰγὶς, καὶ οὐκ ἔστιν Ἀθηνᾶς, καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν.

316. *χρόα λευκὸν ὅτι ἀντὶ τοῦ χροὸς λευκοῦ. ἐπαυρεῖν ἐπιτυχεῖν. ὡς ἐπὶ πᾶν δὲ λευκόχροες οἱ παλαιοί.

317. λιλαιόμενα ἐφιέμενα, ἐπιθυμοῦντα τῶν ἐφʼ σὓς ἐβάλλετο ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο. ἔστι δὲ λῶ λαίω ὡς κερῶ κεραίω, εἶτα λιλαίω.

320. κατενῶπα Ἀρίσταρχος ὡς κατὰ δῶμα, ἀπʼ εὐθείας τῆς ὣψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν κατένωπα, ὡς μηρία μῆρα, σιτία σῖτα. ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως, ὡς ἐνωπή ἡ πρόσοψις (“ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ Il. 5, 374), παρʼ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. ὑποστιγμὴ δὲ κατὰ τὸ [*](1. μύκην Bekk.] μυκῆν Zenod. p. 131.) [*](3. μύξαν (ex Arato)] μοῖραν 14. κύκλῳ δασεῖαν Schaeferus ad) [*](8. βιβῶν] Haec aliorum scrip— Greg. p. 890] κυκλοδάσειαν. tura est: Aristarchus βιβάς hic ut 25. In marg. inter. Ἀρίσταρχος alibi scripserat. V. Duentzer. προπερισπᾷ κατενῶπα)

77
τέλος τοῦ στίχου καὶ σεῖσ’, τοῦ δέ περιττεύοντος, τοῖσι δὲ θυμόν.

330. τὸν μὲν οιωτῶν ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ὁ γὰρ Ἀρκεσίλαός ἐστι Βοιωτός.

*γρ. καρτεροθύμων.

333. ὅτι τὸ Ὀϊλεύς σὺν τῷ ο, καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρὰ τὸ ἔθος, καὶ ἐξ ὀνόματος ἐπανέλαβεν.

335. ἐν Φυλάκῃ αὕτη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀναγνωστέον ὡς Ἰθάκη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου.

336. *ὅτι γνωτὸς ὁ ἀδελφὸς, καὶ Ἐρίωπις ὄνομα κύριον.

338. Σφήλοιο ὡς φίλοιο. ἔστι δὲ καὶ κανὼν ὡς τὰ εἰς λος δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεσθαι θέλει, Τῆλος Μῆλος Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ μέντοι προσηγορικὰ ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς δῆλος τὸ ἐπιθετικὸν καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς περὶ καθολικῆς προσῳδίας.

339. Μηκιστῆ ὁμοίως τῷ “ἔνθʼ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί” (Il. 4, 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατικὴ, ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ.

343. ὄφρʼ οἱ τοὺς ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι αὐτῶν τὰ ᾑμαγμένα ὅπλα.

346. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο ἡ συνήθεια συνάπτει καὶ τὸ νηυσὶν ἐπισσεύεσθαι, ἵνα ἡ μετάβασις ᾖ ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν· “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε” (Il. 8, 10).