Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27 ἄταλλε εἰς νεότητα κατὰ διάθεσιν ἐγίνετο, ὅ ἐστιν ἐσκίρτα καὶ ἔχαιρεν. ὑπʼ αὐτοῦ δὲ ἀντὶ τοῦ διʼ αὐτόν.

*ἐν ἄλλῳ ὑπʼ αὐτῷ.

[*](5 *οἰ] om.)[*](15. πραγμάτοιν] πραγμάτ)[*](ἔτος] *καὶ ἔνατον ἔτος 18. *κινδυνεύσῃ] κινδυνεύῃ)[*](7 *προσηγορεύθη—Ἀπολλοδώρῳ] 26. δρέποντας cod. Paris. 3060 om.)[*](ap. Miller. Journal des Savants)[*](13 *Πορφυρίου praefixum. 1839, p. 715] τρέποντας)[*](14 *εἰς] om.)[*](29 *νεότητα κατὰ] ἑνότητα καὶ)
4

28 πάντοθεν ταῦτά εἰσι τὰ εἰς θὲν τῷ ο παραληγόμενα καὶ προπαροξυνόμενα ἐπιρρήματα, οἴκοθεν ἄλλοθεν ἔνδοθεν ἔκτοθεν ἑκάστοθεν ἀπόπροθεν πάντοθεν.

*Ἀρίσταρχος ἠγνοίησαν, ἄλλοι δὲ ἠγνοίησεν.

οὐδʼ οἰγνοίησαν ἄνακτα ὅτι ἠγνοίησαν γραπτέον· σύνηθες γὰρ Ὁμήρῳ οὕτως λέγειν, ἠγνοίησαν τὰ κήτη, καὶ οὐκ ἠγνοίησεν. καὶ ὅτι κευθμῶν εἴρηκεν· ἡ δὲ ὀρθή ἐστιν κευθμός ὡς αὐλός.

*στικτέον ἐπὶ τὸ ἄνακτα.

29 γηθοσύνη Ἡρόδικος τὴν θοσ συλλαβὴν ὀξύνει, ἵνα ᾖ τὸ πλῆρες γηθόσυνα, εἶτα ἡ δὲ θάλασσα· ὁ δὲ Ἀρίσταρχος γηθοσύνη δὲ θάλασσα ἀντὶ τοῦ γηθόσυνος, χαίρουσα. εἰσὶ μέντοι οἳ ἀναγινώσκουσι γηθοσύνῃ καὶ δοτικὴν πτῶσιν ἐκδέχονται, ὥσπερ καὶ Ἀριστοφάνης, οἷς ἐγὼ συγκατατίθεμαι, ἵνʼ ᾖ τὸ ἀκόλουθον τοιοῦτον, τῇ χαρᾷ ἡ θάλασσα διίστατο, ἵνα καὶ ἔθει Ὁμηρικῷ δοτικὴ ἀντὶ γενικῆς παρειλημμένη ὑπάρχοι, ὑπὸ χαρᾶς ἡ θάλασσα διίστατο, ὁμοίως τῷ “ὃς δὴ γήραϊ κυφὸς ἔην” (Od. 2, 16). τί δέ ἐστι τὸ κινοῦν με ἐκθήσομαι· ὁρῶ τὰ διὰ τοῦ συνη θηλυκὰ μὴ κατὰ θηλειῶν ἐπιθετικῶς τιθέμενα, πραγμάτων δὲ ὄντα κατηγορικά. πρόδηλος δὲ ἡ παρʼ αὐτῷ τῷ ποιητῇ χρῆσις· ἔστι γάρ τι κερδοσύνη πρᾶγμα, οὐχὶ κερδοσύνη γυνή· “ὣς φαμένη καὶ κερδοσύνῃ ἡγεῖτο” (Il. 22, 247)· “ἀρχὴν ξεινοσύνης” (Od. 21, 35)· “πλαγκτοσύνης δʼ οὐκ ἔστι κακόν” (Od. 15, 343)· “τὴν δʼ ᾔνησ’ ἥ οἱ πόρε μαχλοσύνην” (Il. 24, 30)· “δρηστοσύνη δʼ οὐκ ἄν μοι” (Od. 15, 321)· “ταρβοσύνῃ, φὰν γάρ μιν” (Od. 18, 342). εἴπερ οὖν ταῦτα πάντα εὑρέθη οὐκ ἐπιθετικῶς κατά τινος θηλείας, κατηγορικὰ δὲ πράγματος, πῶς ἂν γένοιτο γηθοσύνη θάλασσα; οὐ γὰρ ἀγαθοφροσύνη γυνή· ἄμεινον οὖν ἐπὶ πράγματος παραλαμβάνειν καὶ δοτικὴν πτῶσιν ἐκδέχεσθαι. εἰκός τινα φήσειν ὑπὲρ Ἀριστάρχου καὶ τῶν ἄλλων ὡς ὅτι αὐτὸς ἤδη ὁ ποιητὴς ἀρσενικῶς τοῦτο ἀπεφήνατο “γηθόσυνος. δʼ οὔρῳ” (Od. 5, 269)· οὕτως ἀκόλουθον θηλυκὸν γένοιτʼ ἂν τὸ γηθοσύνη. ὃν διδάξομεν ὡς ὅτι τὰ διὰ τοῦ συνος, εἰ παράγοιτο ἐπιθετικῶς, ἀρσενικὰ ὑπάρχοντα μηκέτι ποιεῖ κατὰ τὸ πλεῖον θηλυκοῦ γένους παρασχηματισμόν. τὸ οὖν δικαιόσυνος Ζεὺς οὐκ ἔχει τὸ δικαιοσύνη θηλυκὸν, ἔτι ἐπιθετικῶς κατά τινος θεοῦ τασσόμενον.

[*](5 οἰγνοίησαν] Sic A. 15. ὑπάρχοι Vill.] ὑπάρχει)[*](14 ἴνα καὶ Vill.] ἢ ἵνα καὶ 32. ποιεῖ Be ] ποιεῖν)
5

*ὅτι χωρὶς τοῦ ι γραπτέον τὸ γηθοσύνη· ἔστι γὰρ ἀρσενικὸν γηθόσυνος.