Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

31 ἐΰσκαρθμοι εὐσκάριστοι, ὅ ἐστιν εὐκίνητοι, ταχεῖς· σκαρθμὸς γὰρ κατὰ διάλεκτον ὁ πούς.

33 Τενέδοιο καὶ Ἴμβρου νῆσοι πλησίον Τροίας κείμεναι. καὶ ἡ μὲν Τένεδος κεῖται μέση τριῶν πελαγῶν, Αἰγαίου, Ἑλλησπόντου, μέλανος κόλπου (διὸ καὶ Τρίοδος ὑπʼ ἐνίων καλεῖται), ἡ δὲ Ἴμβρος ἐστὶν ἐν τῷ μέλανι κόλπῳ.

41 ἄβρομοι αὐΐαχοι ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ ἄγαν ἰαχοῦντες, κατʼ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυβώδεις τοὺς Τρῶας παρίστησιν.

αὐίαχοι οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ, ἐξαιρεθέντος τοῦ ν τὸ υ προσελθεῖν, ὡς ἀγαθός ἀγαυός, κατάξαντες καυάξαντες· οἱ δὲ, κατʼ ἐπίτασιν ὄντος τοῦ α, ἀΐαχοι, εἶτα πλεονάσαντος τοῦ υ. Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θράξ δασύνουσι τὸ αὐΐαχοι, ἵνʼ ᾖ ξηρόφωνοι.