Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

20 ἐζήτηται διὰ τί οὐκ εὐθείᾳ πορεύεται ὁ Ποσειδῶν εἰς Τροίαν, ἀλλὰ τὸν χρόνον δαπανᾷ πορευθεὶς εἰς Αἰγάς. ῥητέον οὖν ὅτι δυοῖν ἕνεκα πραγμάτοιν μεμηχάνηται αὐτῷ ἡ ἀποδημία, πρῶτον μὲν ἵνα ἀποπλανήσῃ τὸν Δία ὡς ἀπολελοιπὼς τὸν πόλεμον, δεύτερον δὲ ἵνα καθοπλισθῇ εἰς τὸν τοῦ Διὸς πόλεμον, ἐὰν ἄρα φωραθεὶς εἰς τὴν συμμαχίαν κινδυνεύσῃ.

21 Αἰγὰς, ἔνθα δέ οἱ ὅτι κατὰ τὰς Αἰγὰς ἐν βυθῷ τὴν οἴκησιν τοῦ Ποσειδῶνος ὑποτίθεται ἀόρατον ἀνθρώποις, ὥσπερ ἐπὶ τοῦ Ὀλύμπου τῶν ἄλλων θεῶν μὴ ὁρωμένων. Αἰγαὶ πόλις Ἀχαιῒας ἐν Πελοποννήσῳ, ἔνθα τιμᾶται μὲν ὁ Ποσειδῶν, ἄγεται δὲ καὶ Διονύσῳ ἑορτὴ, ἐν ᾗ ἐπειδὰν ὁ χορὸς συστὰς τὰς τοῦ δαίμονος τελετὰς ὀργιάζῃ, θαυμάσιον ἐπιτελεῖσθαί φασιν ἔργον· ἄμπελοι γὰρ ἃς καλοῦσιν ἐφημέρους, ἀνισχούσης μὲν ἡμέρας καρπὸν βλαστάνουσιν, ὥστε δρέποντας αὐτοὺς εἰς ἑσπέραν οἶνον ἄφθονον ἔχειν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.

25 * ὅτι ἐκ τῶν συμφραζομένων τὸ γέντο ἔλαβεν σημαίνει.