Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

12. ἐπʼ ἀκροτάτης κορυφῆς Ἀριστοφάνης πληθυντικῶς ἐπʼ ἀκροτάτῃς κορυφῇς. οὐκ ἀπίθανος δὲ καὶ ἡ χωρὶς τοῦ μ γραφὴ, Σάου· τὴν γὰρ Σαώκην τὸ ὄρος φησὶ παραδηλοῦσθαι.

Σάμιοι οἱ ἐν Ἰωνίᾳ μετὰ διακοσιοστὸν ἔτος τῶν Τρωϊκῶν χρησμὸν ἔλαβον παρὰ τοῦ Πυθίου εἰς τὴν ἐν Τρῳάδι Θρᾴκην μετοικῆσαι, ἀφʼ ὧν ἡ Σαμοθρᾴκη προσηγορεύθη. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ. Σάμου οὖν Θρηϊκίης τῆς Σαμοθρᾴκης. τὸ δὲ ἐν αὐτῇ ὄρος Σαώκη.

*ὅτι οὐδέποτε συνθέτως εἴρηκε Σαμοθρᾴκην.

15 ἔνθʼ ἄρʼ ὅγʼ τρεῖς παράλληλοι ὀξεῖαι, μία μὲν ἡ ἄρχουσα, δευτέρα ἡ τοῦ ἄρα, τρίτη δὲ ἡ τοῦ ὅγε.

16 *Τρωσὶν δαμναμένους ὅτι ἀντὶ τοῦ ὑπὸ Τρώων.