Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

470. *ἠοῦς] ἅμα ἡμέρᾳ, οἱονεὶ ὄρθρου. σημαίνει δὲ τὸ αὔριον.

ἠοῦς δή] ὅτι Ζηνόδοτος γράφει ἄας δὴ καὶ μᾶλλον, ἀντὶ τοῦ ἐσαύριον. ἔστι δὲ ἡ λέξις οὐχ Ὁμηρική.

471. *αἴ κʼ ἐθέλῃσθα] ἐν ἄλλῳ ἢν ἐθέλῃσθα.

474. ὄρθαι] ἀπὸ βαρυτόνου τοῦ ὄρω κέκλιται. ὅτι δέ ἐστι βαρύ- τονον τὸ ὄρω, πρόδηλον ἐκ τοῦ “ὅτε τʼ ὤρετο” (Il. 12, 279) “ὦρτο πολὺ πρῶτος μέν” (Il. 7, 162).

475, 476. ἀθετοῦνται στίχοι δύο, ὅτι διὰ τοῦ ἤματι τῷ πλείονος χρόνου ὑπέρθεσιν σημαίνει, τῇ δὲ ἐξῆς ἐπὶ τὸν τάφρον παράγει τὸν Ἀχιλλέα. καὶ ἀκριβολογεῖν οὐκ ἀναγκαῖον κατὰ τίνα καιρὸν ἐξα- ναστήσεται, ἀρκεῖ δὲ “πρὶν ὄρθαι παρὰ ναῦφι ποδωκέα Πηλείωνα.” τό τε ἐπιφερόμενον ψεῦδός τι ἔχει· οὐ γὰρ ἐν τῷ στείνει μάχονται. στείνει δὲ εἴωθε λέγειν τὴν στενὴν ὁδόν· λέγει δὲ τὴν ὑπὸ πολλοῦ πλήθους στενοχωρίαν. αἰνοτάτῳ δὲ τῷ χαλεπῷ διὰ τὸν φόβον.

476. θανόντος] γρ. πεσόντος.

479. γαίης καὶ πόντοιο] δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα, ὡς ἂν τοῦ ὕδατος περικεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν ἠπείρων ἐν αἷς κατοικοῦμεν.

* Ἰαπετός] εἶς τῶν Τιτάνων.

[*](3. * ἡ δέ] εἰ δὲ 9, 10. πληγείσα] πληγεῖσαι 22. ὦρτο] ὤρετο)
292

Διὸς μεταστήσαντος τὸν πατέρα Κρόνον τῆς βασιλείας καὶ τὴν τῶν θεῶν ἀρχὴν παραλαβόντος, Γίγαντες οἱ Τῆς παῖδες, ἀγανακτή- σαντες, ἐν Ταρτησσῷ (πόλις δέ ἐστιν αὕτη παρὰ τῷ Ὠκεανῷ) μέγαν κατὰ Διὸς πόλεμον παρασκευάζουσι. Ζεὺς δὲ συναντήσας αὐτοῖς καταγωνίζεται πάντας, καὶ μεταστήσας αὐτοὺς εἰς Ἔρεβος τῷ πα- τρὶ Κρόνῳ τὴν τούτων βασιλείαν παραδίδωσιν. Ὀφίωνα δὲ τὸν δοκοῦντα πάντας ὑπερέχειν κατηγωνίσατο, ὄρος ἐπιθεὶς αὐτῷ τὸ ἀπʼ αὐτοῦ Ὀφιώνιον προσαγορευθέν.

480. Ὑπερίονος] τοῦ ἡλίου, ἤτοι ὅτι Ὑπερίονός ἐστι καὶ Θείας παῖς, ὡς Ἡσίοδος (Th. 374)· ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ· ἢ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ἰὼν καὶ περιπολῶν τὸν κόσμον· διὰ τούτου γὰρ τὰ ὅλα συνέχεται.

*τοῦ ὑπὲρ ἡμᾶς ὄντος ἡλίου.