Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

450. πάντως, οἷον ἐμόν γε μένος καὶ τὰ ἑξῆς] ἡ δὲ τοῦ πάντων μείζονος θεοῦ δύναμις, φησὶ, τηλικαύτη ὑπάρχει ὡς μηδὲ ὑπὸ πάντων τῶν θεῶν δύνασθαι καταγωνισθῆναι.

*ἀντὶ τοῦ ἐκ παντὸς τρόπου οὐκ ἄν με τρέψειαν.

454. * τὸ δέ κεν τετελεσμένον ἦεν] ἐν ἄλλῳ καί κεν τετελε- σμένον ἔπλεν.

455. *πληγέντε κεραυνῷ] ἀντὶ τοῦ πληγείσα.

ὅτι ἀρσενικῶς τὸ δυϊκὸν ἐσχημάτισται, πληγέντε ἀντὶ τοῦ πλη- γείσα. καὶ Ἡσίοδος “προλιπόντʼ ἀνθρώπων” (O. 199) ἐπὶ αἰδοῦς καὶ νεμέσεως, ἀντὶ τοῦ προλιποῦσαι.

459. * ἀκέων] ὅτι ἀντὶ τοῦ ἀκέουσα.

460. * σκυζομένη] παρὰ τὸ ἐπεισάγειν τὸ ἐπισκύνιον.

463—465. * ὅτι ἐντεῦθεν ἄνω (30) μετάκεινται.

463. *οὐκ ἀλαπαδνόν] γράφεται οὐκ ἐπιεικτόν.