Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

485. ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ὠκεανοῦ ἀνί- σχοντα λέγει τὸν ἥλιον, ἐξ ἡρωϊκοῦ δὲ προσώπου οὐκέτι.

488. τρίλλιστος] ὅτι τὰ τρία ἐπὶ πλήθους τάσσει· τρίλλιστος οὖν πολυλιτάνευτος.

*πλεονάζει τὸ λ. ὁ πολυλιτάνευτος.

491. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος] ἔξωθεν δεῖ λαβεῖν τὴν ἀπό πρόθεσιν, ἵνʼ ᾖ, ὅπου καθαρὸς καὶ διαφανὴς ἦν ὁ τόπος ἀπὸ τῶν νεκρῶν.

ἐν καθαρῷ, ὅθι δή] ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις. πρὸς Ἴστρον.

493. τόν ῥʼ Ἕκτωρ] ὅτι Ζηνόδοτος περιγράφει ἀπὸ τούτου τέσ- σαρας στίχους κατὰ τὸ ἑξῆς διὰ τὸ καὶ ἐν ἄλλῳ τόπῳ γεγράφθαι (Il. 6, 318). ὁ δὲ Ἀρίσταρχος οἰκειότερον ἐνταῦθα κεῖσθαι λέγει διὰ τὸ ἐν τῷ στρατεύματι διαλέγεσθαι.

496. * ἔπεα Τρώεσσι μετηύδα] γράφεται ἔπεα πτερόεντʼ ἀγόρευεν.

499. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

501. ἐπὶ ῥηγμῖνι θαλάσσης] ὅτι Ζηνόδοτος γράφει ἐπεὶ Διὸς ἐτράπετο φρήν. ἐξ ἄλλου δὲ στίχου (Il. 10, 45) τὸ ἡμιστίχιόν [*](1. τὴν—ἀρχὴν] τῆς—ἀρχῆς ἀφʼ οὖ ὀφιώνιον 3. τῷ Ὠκεανῷ] τʼ ὠκεον. In 8. προσαγορευθέν Bekkerus] Vat. 915 (Philol. vol. 11 p. 169) προσηγορεύθη in marg. ἐν ἄλλῳ Παρνασῷ. πόλις 11. *ἰὼν] ὢν δὲ αὕτη κατὰ τὸν Ὠκεανόν. 15. προσώπου addidit Bekkerus. 7. *αὐτῷ τὸ ἀπʼ αὐτοῦ Ὀφιώνιον])

293
ἐστι νῦν ἀναρμόστως προστεθειμένον· οὐ γὰρ κατὰ Διὸς προαίρεσιν νὺξ ἐγένετο.