Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

434. κάπῃσιν] φάτναις, παρὰ τὸ ἐν αὐταῖς ἱσταμένους τοὺς ἵπ- πους κάπτειν, ὅ ἐστιν ἐσθίειν.

435. *ὅτι τὰ ὀχήματα ἄρματα λέγουσι.

ἐνώπια παμφανόωντα] τοὺς παροδίους τοίχους, τουτέστι τοὺς ἀν- τικρὺ τῆς εἰσόδου· οὗτοι γὰρ μόνοι φαίνονται τοῖς παριοῦσιν. τινὲς δὲ τὸ ἑξῆς ἅρματα παμφανόωντα, οὐκ εὖ.

βραχὺ διασταλτέον ἐπὶ τὸ πρὸς ἐνώπια, ἵνα ᾖ αρματα παμφα- νόωντα. ἰστέον δὲ ὅτι τὰ ὀχήματα ἅρματα λέγει.

439. δίωκε] ὅτι κυρίως διώκειν λέγεται, ὅταν προφεύγῃ τις· νῦν δὲ ἐπὶ τοῦ συντόνως ἐλαύνοντος.

441. *ἀμβωμοῖσι] ἐν τοῖς Διογένους ἀμβώνεσσι.

*οὕτως Ἀρίσταρχος βωμοῖσι.

Χρύσιππος ὑφʼ ἓν προφέρεται, ὁ μέντοι Ἀρίσταρχος δύο μέρη λόγου παραλαμβάνει καὶ προπερισπᾷ· λέγει γοῦν καὶ ἀλλαχοῦ “χρύσειοι δʼ ἄρα κοῦροι ἐϋδμήτων ἐπὶ βωμῶν” (Od. 7, 100). χρὴ. μέντοι γινώσκειν ὅτι διὰ τοῦ μ γράφεται, κἂν παράθεσις ᾖ ὁμοίως τῷ “ἂμ φόνον, ἂν νέκυας” (Il. 10, 298). τὸ δὲ αἴτιον ἐν τοῖς περὶ ὀρθογραφίας εἴρηται.

λῖτα] μεταπλασμός ἐστιν, ἔνθεν βαρύνεται, ἐπεὶ πᾶσα αἰτιατικὴ ἑνικὴ ἀπαθὴς εἰς ᾱ λήγουσα βαρύνεται, ὑπεσταλμένης τῆς τινά. ἀπαθής διὰ τὸ εὐφυᾶ διφυᾶ καὶ τὰ τοιαῦτα. τὸ δὲ ἑξῆς ἐστὶ κατα- πετάσας καὶ καλύψας λιτῷ περιβολαίῳ.

444. Διὸς ἀμφὶς] πρὸς τὴν καθέδραν, ὅτι ἑκατέρωθεν τοῦ Διὸς Ἥρα καὶ Ἀθηνᾶ.

448. οὐ μέν θην] τινὲς ἐν ἐρωτήσει, καὶ περὶ τῆς προτέρας νοοῦσι μάχης. οἷον οὐκ ἀπήρκεσεν ὑμῖν ἐκεῖνα· οἱ δὲ ἐν ἀποφάσει καὶ περὶ. τῆς νῦν κερτομικῶς.

ὅτι Ζηνόδοτος γράφει καμέτην διὰ τοῦ η ἀντὶ τοῦ ἔκαμον. τὸ δὲ κάμετον πρὸς τὸ πρόσωπον ἀντὶ τοῦ ἐκάμετε, ὃ καὶ συμφωνεῖ.

[*](5. Comparandum scholion ad 19. τῷ] τὸ 4, 226. ὅτι τὰ ὀχήματα νῦν χωρὶς τῶν ἂμ φόνον] ἀν φόνον ἵππων ἄρματα εἴρηκε. 31. πρὸς τὸ πρόσωπον] δευτέρου 6. * παροδίους] παριδίους προσώπου Cobetus.)
291

449. * τοῖσιν κότον] Ἀρίσταρχος τοῖον κότον, καὶ ἔχει τινὰ ἔμ- φασιν.