Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

408. ἐνικλᾶν] ἐμποδίζειν. ἡ μεταφορὰ ἀπὸ τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων. οὕτως δὲ γραπτέον, ὅττι κεν εἴπω, οἷον κατακάμπειν καὶ μὴ ἐᾶν τὰ ὑπʼ ἐμοῦ εἰρημένα· καὶ πάλιν ἑξῆς ἐν οἷς ἡ Ἶρίς φησιν, ὅττι κεν εἴπῃ γράφεται (422).

* Ἀρίσταρχος ὅττι κεν εἴπω.

409. ἀελλόπος] κατʼ ἔλλειψιν τοῦ ῡ, ἀελλόπους, ταχεῖα, ἀέλλαις κατὰ τὸ τάχος παραπλησία.

411. πρώτῃσιν δὲ πύλῃσιν] οὐχ ὡς καὶ ἄλλων οὐσῶν, ἀλλʼ ἀντὶ τοῦ ἄκραι, ὡς τὸ “ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ” (Il. 6,40.) ἀντὶ τοῦ ἄκρῳ.

415. εἰ τελέει περ] εἰ ἀντὶ τοῦ ἐς, ἵνʼ ᾖ σύμφωνον τῷ “ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται” (401). αἱ δὲ Ἀριστάρχου διὰ τοῦ 5, ᾗ τελέει περ· καὶ γὰρ ὁ Ζεύς φησι “τὸ δὲ καὶ τετε- λεσμένον ἔσται.”

420. ἀθετοῦνται στίχοι πέντε, ὅτι ἐκ τῶν ἐπάνω (406) μετάκειν- ται. ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ ἐᾷ ὁ Ζεὺς, καὶ προσυνίσταται ἐπιεικὲς ὂν τὸ τῆς Ἴριδος πρόσωπον· οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές.

423. *οὕτως σύ διὰ τοῦ ῡ, τὸ δὲ ἀδεές διʼ ἑνὸς δ ὁ Ἀρίσταρχος.

428. *νῶϊ] ὅτι τινὲς γράφουσι σὺν τῷ ν, κακῶς.

*οὕτως νῶϊ χωρὶς τοῦ ν.

ὅταν εἰς τὴν ἀξίαν ἀτενίσῃ τῶν θεῶν, τότε φησὶν αὐτοὺς μὴ κινεῖσθαι τῇ περὶ θνητῶν, ὡς οὐδὲ ἂν ἡμεῖς περὶ μυρμήκων· ὅταν δὲ [*](19. τῷ] τὸ σοί, omisso γε. 20. In marg. inter. Ἀρίσταρχος 27. τινὲς] Id est Zenodotus, cuius διὰ τοῦ ἡ ᾖ τελέει περ. errorem hic et alibi notavit Ari- 24. προσυνίσταται Cobetus] ἀπο- starchus: de quo dixit Cobetus συνίσταται. ἀποκαθίσταται Lehrsius. Mnem. nov. vol. 2 9. 194. 26. σύ διὰ τοῦ ῡ] Alii legebant 28. οὕτως Cobetus] ὅτι οὕτως)

290
ἐπιλογίσηται τὴν ποιητικὴν, ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγῳδεῖ, σνμμαχίας καὶ θεομαχίας παράγων.