Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

390, 391. ἀθετοῦνται καὶ οὗτοι, ὅτι ἀκαίρως ἐκεῖθεν (ll. 5, 746) μετηνέχθησαν.

393. πύλαι μύκον οὐρανοῦ] ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται· τὸν γὰρ ὑπὲρ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίῳ οὐρανὸν καλεῖ. πρὸς τὰ περὶ Ὀλύμπου.

399. ὅτι οὐκ ἔστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα, ἀλλὰ πορεύου ταχέως.

401. *ὡς καὶ τετελεσμένον ἔσται] γρ. τὸ δὲ καὶ τετελε- σμένον ἔσται.

402. σφωϊν] ἐγκλιτικὴ νῦν ἐστὶν ἡ ἀντωνυμία· τρίτου γὰρ προσ- [*](5. In marg. inter. est ἀντὶ τοῦ τὸ τοιοῦτο Vill.] τῷ τοιούτῳ 15. ὢν Bekkerus] ἦ ἡμῶν. 12. μετʼ ἐκτάσεως τοῦ ᾱ seclusi. 21, * ῦ—λάζυτο] οῖ—λάζοιτο 13. Δώριον] δόριον 22. φράσις] *ἡ γροφή)

289
ώπου, τὰ δὲ τρίτα δυικὰ τό τε σφνέ καὶ σφωίν ἐγκλιτικά ἐστιν. ὅτε μέντοι δευτέρου γίνεται τὸ σφωϊν, προπερισπᾶται. ὀρθοτονεῖται γὰρ τὸ “γυιώσειν μὲν σφῶιν” (416).

405. ἕλκε’ ἀπαλθήσεσθον] ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου ἕλκε’ ἀπαλθήσονται· καὶ μήποτε κρεῖττον. τὰ ἕλκη ἀπαλθήσονται.

406. ᾧ πατρί] καίπερ ὀργιζόμενος οὐ τὴν ἀρχὴν οὐδὲ τὴν ἰσχὺν, ἀλλὰ τὴν φύσιν προβάλλεται.

ὄφρ’ εἰδῇ] ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ἴριδος (420) οὐκέτι.