Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

373. ἔσται μὰν ὅταν] πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον, ὡς ἐκεῖ “ἔσσεται ἦμαρ ὅταν ποτʼ ὀλώλῃ Ἴλιος ἱρή” (Il. 6, 448) ἀντὶ τοῦ ὅνʼ ὀλεῖται.

376. * ἴδωμαι] γράφεται ἴδωμεν.

377. ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν νῶϊν. τοῦτο δὲ τίθεται ἀντὶ τοῦ ἡμῖν ἢ ἡμῶν· οὐδέτερον δὲ ἁρμόζει· τὸ γὰρ νῶι ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς.

378. *προφανέντε] γρ. προφανείσα.

γηθήσει προφανεῖσα] Ἀρίσταρχος προφανέντε ὡς “πλη- γέντε κεραυνῷ” (455) δυικῶς· ὁ δὲ Ζηνόδοτος γηθήσει προ- φανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων, συστέλλων τὴν τελευταίαν, παροξυτόνως προφερόμενος [μετʼ ἐκτάσεως τοῦ ᾱ]. ἔστι δὲ ἄκρατον Δώριον. σπάνιον δὲ τὸ τοιοῦτο παρὰ τῷ ποιητή.

379. ἦ τις καὶ Τρώων] περισπαστέον τὸν ἦ σύνδεσμον, ἵνα διαπο- ρητικὸς γένηται. καὶ βεβαιωτικὸς δὲ ὢν περισπασθήσεται.

385. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστείᾳ (Il. 5, 734) καλῶς ἐπεξείργασται· πράττεται γάρ τινα. ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν. ἠθέτει δὲ καὶ Ἀριστο- φάνης· Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν.

389. λάζετο] Πτολεμαῖος ὁ τοῦ Ὀροάνδου ἐν τῷ περὶ τοῦ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ ν προφέρεται λάζυτο. καὶ ἔστιν οὐκ ἀδόκιμος ἡ φράσις.