Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
429. Λέλεγες] ἔθνος Καρικόν· λέγει δὲ τοὺς ἐν Πιδαίῳ πόλει Καρίας οἰκοῦντας.
Καύκωνες] ἔθνος Παφλαγονίας, οἱ δὲ Σκυθίας· οἱ δὲ τοὺς λεγο- μένους Καυνίους.
Πελασγοί] οἱ τὸ παράλιον μέρος τῆς Καρίας ἔχοντες· ἄμεινον δὲ λέγειν αὐτὸ γένος τι πολυπλανὲς, οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ, νῦν δὲ τὸ τῆς Τρωίδος πλησίον οἰκῆσαν, ὅ φασι Τράλλεις.
430. πρὸς Θύμβρης] πρὸς τὸ Θυμβραῖον πεδίον· Θύμβρα γὰρ τόπος ἐστὶ τῆς Τροίας, ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ἱερὸν ἐπιφανές.
ὅτι οὐ μόνον ἐπὶ Ῥοδίων (Il. 2, 654) χνῆται τῷ ἀγέρωχοι. ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχὴν, τουτέστι τὴν τροφὴν, ἀλλʼ ἐπὶ Μυσῶν καὶ Τρώων (Il. 3, 36), οἷον γεραόχων, σεμνῶν καὶ ἐντίμων.
431. Φρύγες] ὅτι ἑτέρους τῶν Τρώων οἶδε τοὺς Φρύγας· καὶ ὅτι Ὅμηρος οὐκ οἶδε καλουμένους Λυδοὺς, ἀλλλὰ Μῄονας. πρὸς τὰ περὶ ἡλικίας Ἡσιόδου.
* Ἀρίσταρχος ἱππόμαχοι.
[*](11. ἵνα ἐρωτηιιατικὸν Bekkerus] 18. Πιδαίῳ] *Πηδάσῳ vel Πηγάσῳ 28. τῷ] τὸ ἵναν ερωματικ 28. τῷ] τὸ)434. νεήλυδες] νεωστὶ ἐληλυθότε,· ἤλυσιν γὰρ τὴν ἔλευσιν λέγουσιν.
435. Ῥῆσος γένει μὲν ἦν Θρᾷξ, υἱὸς δὲ Στρυμόνος τοῦ αὐτόθι ποταμοῦ καὶ Εὐτέρπης μιᾶς τῶν Μουσῶν. διάφορος δὲ τῶν καθʼ αὑτὸν γενόμενος ἐν πολεμικοῖς ἔργοις ἐπῆλθε τοῖς Ἕλλησιν, ὅπως Τρωσὶ συμμαχήσῃ, καὶ συμβαλὼν πολλοὺς τῶν Ἑλλήνων ἀπέ- κτεινεν. δείσασα δὲ Ἥρα περὶ τῶν Ἑλλήνων Ἀθηνᾶν ἐπὶ τὴν τούτου διαφθορὰν πέμπει. κατελθοῦσα δὲ ἡ θεὸς Ὀδυσσέα τε καὶ Διομήδη ἐπὶ τὴν κατασκοπὴν ἐποίησε προελθεῖν. ἐπιστάντες δὲ ἐκεῖνοι κοιμω- μένῳ Ῥήσῳ αὐτόν τε καὶ τοὺς ἑταίρους αὐτοῦ κτείνουσιν, ὡς ἱστορεῖ Πίνδαρος. ἔνιοι δὲ λέγουσι νυκτὸς παραγεγονέναι τὸν Ῥῆσον εἰς τὴν Τροίαν, καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος τῆς χώρας φονευθῆναι· χρησμὸς γὰρ ἐδέδοτο αὐτῷ, φασὶν, ὅτι εἰ αὐτὸς γεύσεται τοῦ ὕδατος καὶ οἱ ἵπποι αὐτοῦ τοῦ Σκαμάνδρου πίωσιν καὶ τῆς αὐτόθι νομῆς, ἀκαταμάχητος ἔσται εἰς τὸ παντελές.
ὅσοι ἐκ Μουσῶν τίκτονται. Ὀρφεὺς ἐκ Καλλιόπης ἢ Κλειοῦς, Λίνος Τερψιχόρης ἢ ὥς τινες Εὐτέρπης, Ῥῆσος Τερψιχόρης ἢ Εὐ- τέρπης Θρᾷξ, Θαλείας Παλαίφατος, Ἐρατοῦς Θάμυρις ὁ Θρᾷξ, Μελπομένης καὶ Ἀχελῴου Σειρῆνες, Πολυμνίας Τριπτόλεμος.
437. λευκότεροι χιόνος εἶπεν, ἵνα φανῶσι νυκτὸς, θείειν δʼ ἀνέμοισιν ὅμοιοι, ἵνα φθάσωσιν ἐπʼ αὐτὸν διασωθῆναι. ἰστέον δὲ ὅτι ἐμείωσε τὴν ὑπερβολὴν ἐκ τοῦ μὴ εἰπεῖν αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους.
δύο ὑπερβολὰς ἐνῆκεν ἐντέχνως, τὴν μὲν ἐξ ὑπερθέσεως, τὴν δὲ ἐξ ὁμοιώσεως, καὶ ἐφʼ ἑκατέρας παρέλαβε τὸ οἰκεῖον· χιόνος μὲν γὰρ δύναταί τι λευκότερον γενέσθαι, ἀνέμου δὲ θᾶσσον οὐδέν. καλῶς οὖν τῷ μὲν ἀδυνάτῳ εἴκασε, τοῦ δὲ δυνατοῦ μεῖζον ἀπέφηνεν. ἐπαινε- τέον δὲ καὶ τὴν φράσιν, ὅτι κατʼ αἰτιατικὴν δυνάμενος εἰπεῖν λευκο- [*](3. Στρυμόνος] στρύμωνος Καλιόπης—Λῖνος ἐκ Τερψιχώρης — 6. καὶ συμβαλὼν] *καὶ μίαν ἡμέ- Ῥῆσος ἐκ Τερψιχὠρης—ἐκ Θαλείας— ραν συμβαλὼν ἐξ Ἐρατοῦς— Ἀχελόους Σειρῆνες—. 12. *τῆς χώρας—τοῦ ὕδατος] om. 16. Καλλιόπης] καλιώπης 14. * πίωσιν]πίουσ. πίοιεν Eustath. 18. φαλεἱας] θαλλίας. Correctum e loco inferiore et Eustathio p. p. 817, 35. 16—19. ὄσοι—Τριπτόλεμος] Haec 817, 32. in A infra leguntur post scholion 20. Hoc et proximum scholion v. 450. eademque in fine scholio- in A ordine inverso leguntur. rum ad hanc rhapsodiam leguntur 26. *καλῶς—ἀπέφηνεν]om. Conf. cum hac diversitate scripturae, Eustath. p. 816, 50.)
439. τεύχεα] ὅπλα. εἰρῆσθαι δὲ αὐτὰ Ἴστρος φησὶ παρὰ τὸ ἐν Τευχίῳ τῷ Εὐβοῖκῷ κατεσκευάσθαι πρῶτον ὑπὸ Κυκλώπων.
445. ἦ ῥά κατʼ αἶσαν] οὕτως Ἀρίσταρχος ἠὲ κατʼ αἶσαν, ἔξω τοῦ ῥά, καὶ ὅτι ὅμοιον τῷ “ἠὲ μετὰ Τρώεσσι.”
*πρὸς τὸ οὐκί, ὅτι ὑγιῶς διὰ τοῦ ψιλοῦ ἀντιστοίχου.
447. Δόλων] ὅτι ζητεῖται πῶς τὸ ὄνομα ἔγνω. διό τινες ἀνέ- γνωσαν δολῶν ὡς νοῶν. ἑξῆς μέντοι γε πάλιν λέγει “οὓς νῶῖ πίφαυσκε Δόλων, ὃν ἐπέφνομεν” (478). εἰκὸς δέ τινων γινώσκεσθαι ὀνόματα ὡς ἂν δεκαετοῦς γεγονότος χρόνον, καὶ μάλιστα τοῦ Δόλωνος· ἦν γὰρ κήρυκος υἱὸς πολύχρυσος πολύχαλκος (315).
450. εἶσθα] οὕτως ἐγένετο τὸ εἶσθα, εἰμί, τὸ δεύτερον εἶς, εἶτα εἶσθα.
452. * Ἀρίσταρχος ὀλέσσαις.ʼ
158. *τι κτιδέην λέγει ῥητῶς, χωρὶς τοῦ ι (335).
460. ληίτιδι] λαφυραγωγῷ, πολεμικῇ, ἢ τῇ παραιτίᾳ γιγνομένῃ τοῦ λείαν λαβεῖν.
461. * ἀνέσχεθε] γρ. ἀνέσχετο.
* ὅτι συνήθως ἡμῖν νῦν κέχρηται τῷ εὐχόμενος.
463. * Ἀρίσταρχος ἐπιδωσόμεθα, ἵνʼ ᾖ δώροις τιμήσομεν.
464. * ἵππους τε] ἐν ἄλλῳ ἄγυρίν τε καὶ εὐνάς.
465. * ὑψόσ᾿] διήλλαττον αἱ Ἀριστάρχου, ὑψόσε καὶ ὑψοῦ.
466. μυρίκην] σὺν τῷ ν, μυρίκην δέελον. δέελον δὲ τὸ εὔ- δηλον, ἀπὸ τοῦ δήεις, φησὶν ὁ Ἀρίσταρχος, τὸ εὑρετόν.
[*](1. *θαυμαστικῶς] om. marg. inter. 2. *καὶ λείπει—ὠνόμασαν] om. 19. τὸ εἶσθα Cobetus Mnem. 9. ἐν Τευχίῳ] Fuit locus Eu- novae vol. 1 p. 18.] τὸ ῆσθα (sine boeae. ἀπὸ Τευχίου Εὐβοικοῦ τόπου spiritu, ut εῖς εῖτα εῖσθα) dixit Eustathius p. 817, 21. εἰμί] εἰμι sine accentu. 11. οὕτως Cobetus] ὅτι 29. διήλλαττον] διήλατ Ἀρίσταρχος—αἶσαν] Eadem in)δέελον] ταὐτόν ἐστι τῷ δῆλον· διὸ καὶ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, καὶ ψιλοῦται τὸ δεύτερον ε. ἡ διπλῆ δὲ, ὅτι ὃ ἡμεῖς λέγομεν δῆλον, αὐτὸς εἶπε διελὼν δέελον.
469. τῶ δὲ βάτην προτέρω] ὅτι τὸ προτέρω ἀντὶ τοῦ ἔμπροσθεν, τοπικῶς· καὶ ὅτι ἐρριμμένοι εἰσὶν οἱ νεκροί. καὶ ὅτι ἀντὶ τοῦ διʼ ἐντέων καὶ αἵματος.
470. *ὅτι τέλος καὶ νῦν τὸ τάγμα.