Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

473. *ὅτι συνωρίσιν ἐχρῶντο, διὸ δίζυγες.

475. ψιλωτέον τὸ ἐξ· τὸ γὰρ ἑξῆς ἐστὶν, ἐκ πυμάτης, ἐκ τῆς ἄντυγος ἐδέδεντο τοῦ δίφρου, ἐξ ἄκρας τῆς ἐπιδιφριάδος. ἔνιοι δὲ κακῶς δασύνουσιν, ὥστε κατὰ τὸν ἀριθμὸν ἓξ ἵππους δεδέσθαι.

ἐπιδιφριάδος] τῆς κατὰ κόσμον ἄκρας ἄντυγος, ἢ τοῦ ἐν τάξει ἐξω- τάτου ξύλου, ἐφʼ οὗ πρῶτοι ἀναβαίνουσιν οἱ μέλλοντες μάχεσθαι.

476. ὅτι καὶ ἐν Ἰλιάδι νῦν τὸ προπάροιθν ἐπὶ χρόνου τέταχεν, πρόσθεν ἢ ἰδεῖν τὸν Διομήδη, οὐχ ὡς οἱ χωρίζοντες ἐν Ὀδυσσείᾳ μόνον, ἐν Ἰλιάδι δὲ τοπικῶς.

477. *οὗτός τοι] οὕτως οὗτός τοι· ἄνω δὲ (341) οὗτός τις.

478. * οὕτω πληθυντικῶς οὖς ἐπὶ τῶν ἵππων.

*ὅει ἐπίσταται τὸ τοῦ Δόλωνος ὄνομα καὶ ἐνταῦθα.

480. *ὅτι οἱ νεώτεροι μέλεον τὸν ἀτυχῆ, ὁ δὲ Ὅμηρος ἀντὶ τοῦ ματαίως.

485. ὅτι μῆλα οἱ νεώτεροι πάντα τὰ τετράποδα, Ὅμηρος δὲ αἶγας καὶ ὅς· “μῆλʼ ὄιές τε καὶ αἶγες” (Od. 9, 184 et 486.)

486. *ὅτι ἐπεξηγεῖται τίνα τὰ μῆλα.

488. ὄφρα δυώδεκʼ] ὅτι χωρὶς τοῦ Ῥήσου δώδεκα ἑταίρους αὐτοῦ ἀναιρεῖ, ἀλλʼ οὐ σὺν αὐτῷ δώδεκα, ὥς τινες.

489. *πλήξειε] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πλήξασκε.

ὅτι ἰδίως προειπὼν ἀτὰρ πολύμητις Ὀδυσσεύς ἐπενήνοχεν αὐτοῦ τὸ ὄνομα, τὸν δʼ Ὀδυσεύς· καὶ ὅτι ὁ δέ σύνδεσμος περιττός.

495. τὸν τρισκαιδέκατον] ὅτι νῦν μὲν τοῖς δώδεκα Θρᾳξὶν ἐπα- ριθμεῖ τὸν Ῥῆσον, πρὸς τὸ “τρεισκαιδέκατον σκοπόν” (561)· καὶ ὅτι ἐν σχήματι ἐξήνεγκε, τὸν τρεισκαιδέκατον τὴν ψυχὴν ἀφείλετο.

496. *κακὸν γὰρ ὄναρ] κακὸς γὰρ αὐτῷ ἐπέστη ὄνειρος ὁ Διομήδης.

[*](2. ὅτι] addidit Vill. go inter. 5. οἱ Lehrsius] οὗτοι οἱ τοῖς] τοὺς 30. ἀντὶ τοῦ τρεισκαιδέκατον mar- 31. πρὸς τὸ addidit Lehrsius)
367

497. ἀθετεῖται, ὅτι καὶ τῇ συνθέσει εὐτελής· καὶ μὴ ῥηθέντος δὲ νοεῖται ὅτι ὡς ὄναρ ἐφίσταται τῷ Ῥήσῳ ὁ Διομήδης. καὶ τὸ διὰ μῆτιν Ἀθήνης λυπεῖ· μᾶλλον γὰρ διὰ τὴν Δόλωνος ἀπαγγελίαν.

*οὕτε ἐν τῇ Ζηνοδότου οὕτε ἐν τῇ Ἀριστοφάνους ἐφέρετο.

499. ἡ διπλῆ, ὅτι καὶ νῦν ὅμιλον τὸ ἄθροισμα εἶπεν. διὰ τὴν περίστασιν δὲ ἀναγκασθέντες ἐπὶ γυμνοῖς τοῖς ἵπποις καθίζουσιν οἱ ἥρωες, συναρτήσαντες αὐτοὺς τοῖς ἱμᾶσι· καὶ μιμεῖται τὸ γινόμενον ἐν ταῖς ταραχαῖς.

502. ῥοίζησεν] ἀνάρθρως ἐφώνησεν, ὃ ἡμεῖς συρίζειν λέγομεν. καὶ ἀλλαχοῦ δέ φησιν “πολλῇ δὲ ῥοίζῳ πρὸς ὄρος τρέπε πίονα μῆλα (Od. 9, 315).

505. ῥυμοῦ ἐξερύοι] ὅτι πρὸς ἓν ληπτέον μέρος τὸ λεγόμενον ἐκ τοῦ “ἢ ὅγε δίφρον ἑλὼν ῥυμοῦ ἐξερύοι ἢ ἐκφέροι ὑψόσʼ ἀείρας.” ἔστι γὰρ ἢ τὸν δίφρον ἐκ τοῦ ῥυμοῦ λαβόμενος ἐξέλκοι, ἢ μετέωρον ἄρας ἐξενέγκοι, ὥστε περὶ τοῦ δίφρου μέρος ἔχειν. πρὸς τοῦτο δὲ ἀντιδιέσταλκεν “ἢ ἔτι τῶν πλεόνων Θρῃκῶν.”

*ὑψόσ’] διχῶς, ὑψοῦ καὶ ὑψόσε.

* ἢ ὅγε δίφρον ἑλὼν ἡ ἐκφέρει ὑψόσ᾿, ἢ ὅτι τῶν πλεόνων] δια- πορητικοὶ οἱ ὕστεροι· διὸ περισπαστέον τὸν δεύτερον, τὸν δὲ πρῶτον καὶ τρίτον ἐγκλιτέον.

510. νῆας ἔπι γλαφυράς] τὸ ἡμιστίχιον δύναται καὶ τοῖς ἡγου- μένοις καὶ τοῖς ἑπομένοις συντάττεσθαι, διαστολῇ μόνον χωριζό- μενον ἀπὸ τῶν ἑτέρων οἷς μὴ προσδίδοται.

πεφοβημένος] εἰς φυγὴν τραπεὶς, διωκόμενος, τουτέστι μετὰ φυγῆς παραγεγενημένος.

513. *ἐπεβήσετο] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἐπεβήσατο.

515. οὐδʼ ἀλαὸς σκοπιήν] ὅτι Ζηνόδοτος γράφει ἀλαὸν σκοπιήν. παροιμιακὸν δέ ἐστιν, οὐ τυφλὸς ἐς σκοπιὰς, ἀλλὰ τοὐναντίον δε- δορκώς· καὶ ὁ ποιητὴς οὐδέποτε εἴρηκε σκοπιὴν τοὺς ὀφθαλμούς. συναπτέον δὲ τὸ διστίχιον μέχρι τοῦ ἕπου σαν.

520. ὅτι Ζηνόδοτος τὸ ἐναλλὰξ τῷ τόπῳ τούτῳ τίθησιν “ὁ δ᾿ ἐξ ὕπνου ἀνορούσας ᾤμωξέν τʼ ἄρʼ ἔπειτα, ὡς ἴδε χῶρον ἐρῆμον ἄνδρας τʼ ἀσπαίροντας.” πρῶτα δὲ ἰδόντα ἔδει κλαίειν.

[*](4. ἐν τῆ Ζηνοδότου La Roche] ἐν 23. ἑτέρων Friedl.] ἑταίρων ζγνοδότῳ 31. ὅτι Ζηνόδοτος ἐναλλὰξ τὸν 12. πρὸς ἔν Lehrsius] πρός τι τρίτον πρῶτον τίθησιν Lehrsius. 15. μέρος] ἕν μέρος Friedl.)
368