Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

373. ἐΰξου] Πτολεμαῖος περισπᾷ, λέγων ἐκ τοῦ εὐξόου συνη- λεῖφθαι. οὐκ ἀναγκαῖον δέ· εἰ γὰρ ἤδη τέτριπται εὔξου ὡς ἡσύχου, δῆλον ὅτι τὸ ἐύξοος πολὺ πρότερον ἐΰξους ἐγένετο ὡς εὔνους· καὶ οὕτως τὸ εὔξου ὡς εὔνου.

375. βαμβαίνων] τρέμων καὶ μετὰ σφαλμοῦ τὴν πορείαν ποιού- μενος, ἐκ δὲ τούτου ἀνάνδρως κινούμενος· οἱ δὲ ἐσχημάτισαν ἀπὸ τοῦ γινομένου κατὰ τὸ στόμα ψόφου, συρρήσσων καὶ συγκρούων τοὺς ὀδόντας. ἢ ἀσαφῆ φωνὴν προῖέμενος ὑπὸ τοῦ φόβου, βαμβαλύζων, ὅπερ ἡμεῖς φαμέν. ἔστι γὰρ τῶν κατὰ μίμησιν ἡ λέξις· οὐ γὰρ ἔγκειται τὸ βαίνειν.

*ὅτι ὀνοματοθετικὸς ὁ ποιητής.

*τὸ ἑξῆς, βαμβαίνων χλωρὸς ὑπαὶ δείους· τὰ δὲ λοιπὰ διὰ μέσου.

378. ὅτι παρὰ τὸ σύνηθες ἐξενήνοχεν, ἐμὲ λύσομαι ἀντὶ τοῦ ἐμαυτόν.

381. πεπύθοιτʼ] ὅτι ἐπὶ τοῦ ἀκοῦσαι ἀεὶ τάσσει τὴν λέξιν, καὶ ὅτι συνήθως ἀναδιπλώσει κέχρηται, πεπύθοιτο ἀντὶ τοῦ πύθοιτο.

*ὅτι τὸ καταθύμιος ἐνθύμιος, οὐχ ὡς ἡμεῖς.

385. γρ. ἐπὶ νῆας.

387. ὅτι ἐκ τῶν ἐπάνω (343) ὧδε μετάκειται ἤδη παρεληλυθότων αὐτῶν τοὺς νεκρούς. καὶ ὁ Ὀδυσσεὺς ἀσύνετος ἔσται πρόφασιν αὐτῷ πορίζων. ἠθέτει καὶ Ἀριστοφάνης.

*κατατεθνηώτων] οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ κατατεθνειώτων.

391. *ἤγαγεν] Ἀριστοφάνης ἤπαφεν Ἕκτωρ.

394. ἠνώγει δέ μʼ ἰόντα θοὴν διὰ νύκτα] ταχεῖαν λέγει τὴν νύκτα διὰ τὸ ὑφʼ ἔνα χρόνον ὅλην τὴν γῆν μελαίνεσθαι, ὡς ἐν ἄλλοις “δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί” (Od. 2, 388).

397. ἢ ἤδη χείρεσσιν] καὶ γραπτέον οὕτως, καὶ ἀθετητέον τοὺς [*](1. συνηλεῖφθαι Bekk.] συνειλῆ- legatur, in quibusdam προτὶ olim φθαι lectum fuisse coniecit Cobetus, ut 5. μετὰ Vill.] κατὰ 7. ψόφου Vill.] ψόφου τοῦ v. 336 (ubi in marg. exter. προτὶ 8. ὑπὸ Bekkerus] ἀπὸ νῆας cum punctis) et 347. inter 11. ὀνοματοθετικὸς] ὀνοματικό. τροτί, ποτί et ἐτί variatur, Correxi ex p. 200, 5 et 227, 15. 20. Asteriscus cum obelo præ- 19. γρ. ἐπὶ] Quum id ipsum in fixus. omnibus quos novimus codicibus 28. ἥ ἤδη] Obelus praefixus.)

362
τρεῖς στίχους, εἴ τι χρὴ πιστεύειν Ἀμμωνίῳ τῷ διαδεξαμένῳ τὴν σχολὴν, ἐν τῷ περὶ τοῦ μὴ γεγονέναι πλείονας ἐκδόσεις τῆς Ἀρι- σταρχείου διορθώσεως τοῦτο φάσκοντι. καὶ παρὰ Ἀριστοφάνει δὲ ἠθετοῦντο. ἐν δὲ ταῖς Ἀριστάρχου ἐγέγραπτο εἰ ἤδη. ταῦτα ὁ Δίδυμος περὶ τῶν στίχων τούτων.

398. *ἐν ἄλλλῳ “φύξιν βουλεύουσι μετὰ σφίσιν οὐδʼ ἐθέλουσι.” ὅτι οὕτως γραπτέον, βουλεύουσι καὶ θέλουσι· τὸ γὰρ σφίσιν ἐν τῷ περί τινών ἐστι λόγῳ, ἀντὶ τοῦ αὐτοῖς, ᾧ ἀκόλουθα δεῖ εἶναι τὰ ῥήματα. ταῦτα ὁ Ἀριστόνικος περὶ τῆς γραφῆς ταύτης φησὶ, διπλῆν βάλλων τῷ στίχῳ. ἐν μέντοι τῇ τετραλογίᾳ Νεμεσίωνος οὕτως εὗρον περὶ τῶν στίχων τούτων· τῶν παρακειμένων ὀβελῶν οὐκ ἔστιν αἰτίαν εὑρεῖν διὰ τῶν Ἀρισταρχείων ὑπομνημάτων. Ἀμμώ- νιος δὲ ὁ Ἀριστάρχειος πρῶτον μὲν στιγμαῖς φησὶ τὸν Ἀρίσταρχον παρασημειώσασθαι αὐτοὺς, εἶτα δὲ καὶ τέλεον ἐξελεῖν, τάχα διὰ τὸ ἐπὶ δευτέρον προσώπου τὸ σφίσι τετάχθαι καὶ ἄνωθεν μετενη- νέχθαι.

404. * ἔδει εἰπεῖν ἄλλοις.

408. πῶς δαὶ] ἡ μὲν σύνταξις ἐπιζητεῖ πῶς δʼ αἱ, τὸ αἱ ἄρθρον· ὁ δὲ Ἀρίσταρχος δύο παρέλαβε χαρακτηριστικὰ τοῦ ποιητοῦ, ἔλλειψιν ἄρθρου καὶ τοῦ δαί σύνταξιν μετὰ τὸ πύσμα. οὕτως γὰρ αὐτῷ ἔθος· “ποῦ δαὶ νηῦς ἔστηκε” (Od. 24, 298). “τίς δαὶ ὅμιλος (Od. 1, 225).

* ὅτι σύνδεσμος ὁ δαι καὶ οὐκ ἄρθρον.

409. ἀπὸ τούτου ἕως τοῦ (411) ἄψ ἀναχωρήσουσιν ἀθετοῦνται στίχοι τρεῖς, καὶ ἀστερίσκοι παράκεινται, ὅτι ἐκ τῶν τοῦ Νέστορος λόγων μετενηνεγμένοι εἰσὶν οὐ δεόντως. γελοῖος γὰρ ἔσται ὁ Ὀδυσ- σεὺς, ἤδη τῆς ὥρας προκεκοφυίας, ἐρωτῶν εἰ μένουσιν ἢ ἀπέρχονται ἐπὶ τὴν πόλιν. καὶ ὡς ἂν τούτων μὴ εἰρημένων ὁ Δόλων πρὸς μὲν τὰ ἄλλα ἀποκρίνεται, πρὸς δὲ ταῦτα οὔ. τὸ δὲ ἅσσα ἐνθάδε ψιλω- τέον· ἰσοδυναμεῖ γὰρ τῷ τίνα.

413. *καταλέξω] οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ἀγορεύσω.

415. παρὰ σήματι Ἴλου] Ἷλος Τρωὸς παῖς, ἀφʼ οὗ ἡ πόλις Ἴλιος [*](10. Νεμεσίωνος] V. Lehrs. Arist. δαί, non δʼ αἱ. In textu est πῶς δαί. 29. ψιλωτέον] Conf. Eunt. p. 14. τέλεο] τελεἱν. 813, 36. 23. δαι] και. Hoc dicit δαι esse)

363
ἐκλήθη. παρὰ σήματι δὲ παρὰ τῷ τάφῳ· ἦν γὰρ “μέσσον κὰπ πεδίον” (Il. 11, 167). ἀπέχει δὲ τῆς πόλεως καὶ τῶν νεῶν τὸ ἴσον.

418. πυρὸς ἐσχάραι] πυραί. δηλοῖ δὲ ἡ λέξις καὶ τὴν ἑστίαν, καὶ τὸ ῥυπαρὸν καὶ καυθὲν ἕλκος, καὶ τὸν βωμὸν, ὡς παρʼ Εὐριπίδῃ ἐν Ἡρακλεῖ (922), καὶ τὴν κυρίως λεγομένην.

421. * τὰς γυναῖκας καὶ τέκνα.

424. οὐ στικτέον ἐπὶ τὸ νῦν, ἐπεὶ κομματικὸν ἔσται τὸ λεγόμενον καὶ παντελῶς ἀπηρτημένον τῶν ἑξῆς, ἀλλὰ βραχὺ διασταλτέον. κοινὸν γὰρ τὸ εὕδουσʼ, τὸ δὲ ἑξῆς, πῶς γὰρ νῦν εὕδουσι, Τρώεσσι μεμιγμένοι ἢ ἀπάνευθε ;

425. τὸ εὕδουσʼ ἐν διαστολῇ καὶ ὑποστιγμῇ, ἵνα ἐρωτηματικὸν γένηται. καὶ αὐτὸν δὲ τὸν η περισπαστέον· διαπορητικὸς γάρ.

428. Παίονες] ἔθνος Θρᾳκῶν. τινὲς δέ φασι τοὺς νῦν καλουμένους Παννονίους· ἕτεροι δὲ Μακεδόνας.

ὅτι ὡς ὕστερον ἐληλυθότων τούτων μνημονεύει, ὡς καὶ τῶν περὶ τὸν Ῥῆσον· οὐδεμίαν γὰρ αὐτῶν διὰ τοῦ καταλόγου μνήμην πε- ποίηται.