Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
335. ἐπὶ] ὁ Ἀσκαλωνίτης ἀναστρέφει, ἵνα γένηται ἐπὶ κρατὶ, οὐχ ὑγιῶς· μέσος γὰρ πέπτωκεν ὁ δέ. τὸ δὲ ἑξῆς δεῖ διαστέλλειν κατὰ τὸν ποιητὴν κτιδέην, ἀπὸ τοῦ κ ποιουμένους τὴν ἀρχὴν, ἐπεὶ ἐν ἑτέροις φησὶ “τοῦ δʼ ἀπὸ μὲν κτιδέην” (458).
[*](1. et 14. τοῦ] om. Cobetus. 3. οὕτως Cobetus] οὗτος 17. In marg. inter. οὕτω διὰ τοῦ διὰ τοῦ ο] διὰ τοῦ α Cobetus, si ε τὸ ἐπώμοσεν αἱ Ἀριστάρχου. alii ἀνίσχεο legerint. 18. μὴ addidit Bekkerus. 5. ἀντωνυμίας Lehrsius] ἄρθρου 20. λευκοῦ λύκου] *λευκοῦ,τεφρώ- 14. τὸ et τοῦ om. δους 15. δέον τὸ (δέοντο A)] δεῖν τὸ 24. πόνων] *τέκνων)ὅτι νῦν μὲν ἀμφίβολον πότερον κτιδέην ἢ συναλοιφὴν ἐκδεκτέον, ἰκτιδέην· διὰ μέντοι τῶν ἑξῆς ἀναμφισβητήτως κτιδέην λέγει “τοῦ δʼ ἀπὸ μὲν κτιδέην κυνέην.”
κρατὶ δʼ ἐπὶ κτιδέην] ἀπὸ τοῦ κ ἡ ἀρχὴ, ἐπεὶ καὶ ἐν ἑτέροις κτιδέην. τοῦτο δὲ κατὰ ἀφαίρεσιν τοῦ λέγεται παρὰ τῷ ποιητῇ. ὶκτὶς γάρ ἐστιν, ὡς Νίκανδρος “ἰκτίδος ἥ τʼ ὄρνισιν” (Ther. 196). τὸ γὰρ μονοσύλλαβον οὐ δύναται κατʼ ἔκτασιν οὐδὲ κατὰ συστολὴν λέγεσθαι. οὔτε γὰρ ἐκτείνεται ὡς κρηπῖδος ψηφῖδος· ταῦτα γὰρ ὑπὲρ μίαν συλλαβήν· οὕτε συστέλλεται· ἀρκεῖ γὰρ τὸ τίς.
κτιδέη ἡ ἐξ ἰκτίδος δέρματος πεποιημένη. ἰκτὶς δέ ἐστι ζῷον ὀρνιθοφάγον καὶ πανοῦργον, μεῖζον μὲν γαλῆς καὶ δασύτερον, παρα- πλήσιον δέ. οἱ δὲ τὴν ἀγρίαν γαλῆν εἶπον.
336. *ἐπὶ νῆας] γρ. ποτὶ νῆας.
338. ὅτι νῦν μὲν ὅμιλον τὸ πλῆθος καὶ ἄθροισμα τῶν Τρώων λέγει. ἐν μὲν οὖν τῇ Ἰλιάδι πυκνότερον τὴν μάχην ὅμιλον καλεῖ, ἐν Ὀδυσσείᾳ δὲ τὸ ἄθροισμα.
341. * οὗτός τοι] Ἀρίσταρχος οὗτός τις. ὡμολόγουν καὶ αἱ πλείους.
343. ἤ τινα συλήσων νεκύων] ὁ ἀστερίσκος, ὅτι ἐνταῦθα καλῶς ὁ στίχος τέτακται, μετὰ ταῦτα δὲ (387) οὐκέτι, λεγόμενος πρὸς Δόλωνα.
* Ἀρίσταρχος τεθνηώτων.
346. *παραφθαίῃσι] οὕτως σχεδὸν αἱ πᾶσαι.
347. * ὅτι τῷ ἀπαρεμφάτῳ ἀντὶ τοῦ προστακτικοῦ κέχρηται.
*ποτὶ νῆας] Ἀρίσταρχος ἐπὶ νῆας.
349. ὣς ἄρα φωνήσαντε] οὕτως Ἀρίσταρχος. καὶ θαυμαστὸν οὐδὲν εἰ Ὀδυσσέως εἰπόντος μόνου συλλήβδην ἔφη ὣς ἄρα φωνή- σαντε· σύνηθες γὰρ αὐτῷ τὸ τοιοῦτο. ἐν γοῦν τῇ παραποταμίῳ μάχῃ τοῦ Ποσειδῶνος εἰπόντος μόνου “τοίω γάρ τοι νῶῖ θεῶν ἐπιταρρόθω εἰμὲν Ζηνὸς ἐπαινήσαντος,ʼ ἐπιφέρει “τὼ μὲν ἄρʼ ὣς εἰπόντε μετ᾿ ἀθανάτους ἀπεβήτην” (Il. 21, 287). ἐν μέντοι τῇ Ἀριστοφάνους καὶ ἄλλαις ἑτέρως ἐφέρετο· “ὣς ἔφατ᾿, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Διομήδης· ἐλθόντες δʼ ἑκάτερθε παρὲξ ὁδοῦ ἐν νεκύεσσι κλινθήτην.”
[*](6—10. ἰκτὶς—ἰκτίδος] ἴκτις —ἴκ- 11. *καὶ δασύτερον] Post π. δέ 22. τεθνηώτων] Corrige κατατεθ- τιδος 7. οὐδἐ] οὔτε νηώτων 9. *συστέλλεται] συστέλλεσθαι)* ὅτι τοῦ Ὀδυσσέως εἰπόντος μόνου εἶπεν συλληπτικῶς ὡς ἄρα φωνήσαντε.
*διασταλτέον ἐπὶ τὸ φωνήσαντε.
350. ἀφραδίῃσι] ἀθεωρησίᾳ· ἀπείρηκται γὰρ ἀπὸ διανοίας εἰς αἴσθησιν, ὁμοίως τῷ “τὸν δʼ ἐφράσατο προσιόντα” (339).
351. ἐπὶ] οὐδὲ ἐνθάδε ἀναστρεπτέον· μεταξὺ γὰρ πάλιν σύν- δεσμος, ἐφ’ ὅσον ὅρια.
ἡλίκον ὅρμημα γίνεται τῶν ἡμιόνων τεμνόντων αὔλακα. οὖρα τὰ ὅρια καὶ πέρατα τῆς αὔλακος, ἣν τὸ ὀρικὸν ζεῦγος τέμνει.
πρὸς τὸ σχῆμα, πέλονται ἀντὶ τοῦ πέλεται, ὁμοίως τῷ “οὐδʼ εὐήρε’ ἐρετμὰ, τά τε πτερὰ νηυσὶ πέλονται” (Od. 11, 125).
353. *νειοῖο] ὅτι ἐλλείπει ἡ διά, διὰ νειοῖο.
νειός ἐστιν ἡ νεωστὶ ἠροτριασμένη γῆ.
πηκτὸν ἄροτρον] τὸ τὸν γύην προσπεπηγότα ἔχον· αὐτόγυον δὲ τὸ ἐξ αὐτοῦ μονόξυλον· καὶ Ἡσίοδός φησι “δοιὰ δὲ θέσθαι ἄροτρα πονησάμενος κατὰ οἶκον, αὐτόγυον καὶ πηκτόν” (O. 433).
354. * Ἀρίσταρχος ἐπεδραμέτην.
τὼ μὲν ἐπιδραμέτην] ὅτι τὸ μὲν ἐπιδραμεῖν τίθησιν, ὅτε οὐ γινώ- σκει ὁ διωκόμενος, ὅτε δὲ γινώσκει, διώκειν καὶ διῶξαι.
356. στικτέον μετὰ τὸ ἐκ Τρών· ἔστι γὰρ ὁ λόγος, ἤλπιζε γὰρ ὁ Δόλων ἑταίρους αὐτοῦ ἐκ τῶν Τρώων ὑπάρχειν, ὡς κελεύσαντος τοῦ Ἕκτορος εἰς τὰ ὀπίσω αὐτὸν ὑποστρέψαι. ἀποστρέψαντας γὰρ εἰς τοὐπίσω καλέσαντας.
* ὅτι τὸ πάλιν συναπτέον τῷ ἀποστρέψοντας, ἵνα ᾖ εἰς τοὐπίσω ἀποστρέψοντας.
359. *αἷψα] γρ. καὶ τοὶ δʼ ὦκα.
ὅτι νῦν ὀρθῶς διώκειν λέγει, ὅτε φεύγει ἐπιγνοὺς αὐτοὺς πολε- μίους ὄντας.
*τὸ ὁρμήθησαν Ἰακῶς.
360. καρχαρόδοντε] ἐπικαμπεῖς ὀδόντας ἔχοντες. ἢ τραχεῖς· κάρ- χορον γὰρ τὸ τραχύ. ἤγουν οἱ κύνες τοῦ Ἅιδου.
[*](4. ἀπείρηκται] Sic A, quasi ἀπέρ- Aristarchus quoque, ut monet ρηκται voluerit. ἀπειρκται (sine ac- Cobetus. V. La Roche Textkr. p. centu) ViIl. 10, 11. Ante lin. 6 in A. 24. τὸ adlidit Bekkerus. 16. αὐτόγυον] αὐτόγυιον 29. τὸ] οὕτως Cobetus. 17. ἐπεδραμέτην] In textu est ὁρμήθησαν Bekk.] ὡρμήθησαν ἐπιδραμέτην, et sic haud dubie)361. ὅτι τῷ ἐπείγετον ὁριστικῷ ἀντὶ ὑποτακτικοῦ τοῦ ἐπείγητον. ἐπιφέρει γὰρ προθέῃσι. γίνεται οὖν κατάλληλον οὕτως, ὡς δʼ ὅταν ἐπείγωσιν, ὁ δὲ προθέῃσι μεμαώς.
ἐμμενές] ἐν τούτῳ γάρ ἐστι τῶν κυνῶν ἡ ἀριστεία. ταῦτα γάρ ἐστι τὰ ζῷα φύσει μὲν ταχέα, ὑπεκλυόμενα δὲ διὰ τὴν ἀσθένειαν οἱ δὲ κύνες τὸ ἐναντίον.
362. *ὁ τε σύνδεσμος οὐκ ἦν ἐν τοῖς Ἀριστάρχου.
364. λαοῦ ἀποτμήξαντε διώκετον] ὡς τὸ “εἰδότε θήρης” (360)· οὐδὲ γὰρ ἐκεῖνοι κατʼ οὐρὰν διώκουσιν, ἀλλὰ περὶ τὰ πλευρὰ, ηὐτρε- πισμένοι πρὸς τὴν ἐπιστροφὴν τῶν διωκομένων θηρίων.
ὅτι τὸ διώκετον σημαίνει διώκουσιν [ἢ διώκετε], οὐ τὸ ἐδιωκέτην, ὡς Ἐρατοσθένης. ἔστιν οὖν τὸν Δόλωνα διώκουσιν ἀντὶ τοῦ ἐδίωκον, ὃν τρόπον “αἱ μὲν ἀλετρεύουσι μύλης ἔπι” (Od. 7, 104) ἀντὶ τοῦ ἠλέτρευον.
λαοῦ ἀποτμήξαντε διώκετον] τοῦ Τρωῖκοῦ λαοῦ χωρίσαντες αὐτὸν ἐδίωκον. τρία δὲ ῥήματά ἐστι παρὰ τῷ ποιητῇ τὸ τοῦ παρῳχημένου δυῖκὸν τρίτον εἰς ον λῆγον ἔχοντα παραλόγως, τοῦτο καὶ τὸ “ἀνδρά- σιν ἡρώεσσιν ἐτεύχετον” (Il. 13, 346) καὶ τὸ “ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον” (Il. 18, 583). οὐκ ἔστι μέντοι ἄντικρυς δυικῆς σημασίας· ἀναθεώρησιν γὰρ ἔχει πληθυντικὴν παρατατικήν· τὸ γὰρ διώκετον ἀντὶ τοῦ ἐδίωκον κεῖται, καὶ τὸ ἀνδράσιν ἡρώεσσι ἐτεύχετον ἀντὶ τοῦ ἔτευχον, καὶ τὸ λαφύσσετον ἀντὶ τοῦ ἐλάφυσσον.
368. * φθαίη ἐπευξάμενος] καυχήσεται προλαβών.
372. ὅτι θέλοντες ζήτημα ποιεῖν μεταγράφουσι τὸ ἡμιστίχιον οὕτως “καὶ βάλεν οὐδʼ ἀφάμαρτεν, ἑκὼν δʼ ἡμάρτανε φωτός·” καὶ λύουσιν ἔξωθεν προσλαμβάνοντες τὸν ἄν σύνδεσμον· καὶ βάλεν, οὐδʼ ἀφάμαρτεν ἂν, ἑκὼν δʼ ἡμάρτανεν. ἀγνοοῦσι μέντοι ὅτι Ὀμηρος τὸ βαλεῖν ἐπὶ τοῦ ἐπιτυχεῖν τίθησιν.
[*](1. De hoc scholio v. Friedl. scripsit ὅτι, reliqua addere oblitus. 11. ἐδιωκέτην Friedl.] διωκέτην ἐπείγητον] Fort. addendum κέ- 15. Cum hoc scholio comparan- χρηται, nisi intelligendum ut p. dum schol. ad 13, 346 et Epim. Homerici in Crameri Anecd. Oxon. 8. Hoc scholion et duo prox- vol. 1 p. 397, Buttmann. Gr. Gr. ima scholia hoc ordine in A, 2. vol. 2 p. 301 ed. Lobeck. 17. *τὸ ἀνδράσιν —καὶ τὸ] om. 11. ἤ διώκετε seclusit Friedl. 21. *ἐτεύχετον — ἔτευχον—ἐλά- Simile scholion in marg. inter. φυσσον] τετεύχετον — ἔτυχον—λα- scribere voluit librarius, sed solum φύσσετε)