Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1

1 16. ἐπιτολαῖσιν
: τοῖς μὲν πρὸς ἀνατολὰς κειμένοις ὄμμασι βλέποντα, μύοντα δὲ τὴν πρὸς δύσιν· θέλει γὰρ αὐτὸν οἷς μὲν ἐξαγρυπνεῖν, οἷς δὲ καθεύδειν ὄμμασιν. Ἄλλως. ἰδίως ὁ Εὐριπίδης ἔνια μὲν τῶν τοῦ Ἄργου ὀμμάτων συνανατέλλειν τοῖς ἄστροις φησὶ δεδορκότα, τὰ δὲ πρὸς ταῖς δύσεσι καταμύειν. ὁ μὲν γὰρ Φερεκύδης αὐτὸν ἐπὶ τοῦ ἰνίου φησὶν ἔχειν ὀφθαλμὸν, ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. γράφει δὲ οὕτως· Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ τὴν Ὠκεανοῦ. τοῦ δὲ γίνεται Κρίασος, τοῦ δ’ Ἐρευθαλίων (ἀφ’ οὗ Ἐρευθαλία πόλις καλεῖται ἐν Ἄργει) καὶ Φόρβας. τοῦ δὲ γίνεται Ἀρέστωρ,
τοῦ δὲ Ἄργος, ᾧ Ἥρα ὀφθαλμὸν τίθησιν ἐν τῷ ἰνίῳ, καὶ τὸν ὕπνον ἐξαιρεῖται, καὶ ὑφίσταται φύλακα αὐτὸν τῇ Ἰοῖ, ἔπειθ’ Ἑρμῆς αὐτὸν κτείνει. Διονύσιος δὲ ἐν τῷ πρώτῳ τοῦ κύκλου βύρσαν αὐτὸν
ἠμφιέσθαι φησὶ, καὶ κύκλῳ τὸ σῶμα ὅλον ὠμματῶσθαι. ὁ δὲ τὸν Αἰγίμιον ποιήσας φησί
Καί οἱ ἐπίσκοπον Ἄργον ἵει κρατερόν τε μέγαν τε, τέτρασιν ὀφθαλμοῖσιν ὁρώμενον ἔνθα καὶ ἔνθα, ἀκάματον δέ οἱ ὦρσε θεὰ μένος, οὐδέ οἱ ὕπνος πῖπτεν ἐπὶ βλεφάροις, φυλακὴν δ’ ἔχεν ἔμπεδον αἰεί.
A.B.C.M. T.I.

ἐπιτολαῖσιν
: ἀνατολὴ καὶ ἐπιτολὴ διαφέρει. ἀνατολὴ μὲν γάρ ἐστι τῶν μεγίστων ἄστρων τῶν προαναβαινόντων, ἐπιτολὴ δὲ τῶν ἐλαττόνων, τῶν μετ’ ἐκεῖνα. A.C.M.T.

ἐπιτολαῖσιν ὄμματα
: ἐνταῦθα
ἀνατολαῖς ἀκούειν δεῖ, οὐ διαχωρίζοντας, ὡς παρ’ Ἡσιόδῳ καὶ Ἀράτῳ. τὴν πρόφασιν δὲ εἶπεν ἀκολούθως τοῦ λεπτῶς οὕτω γνῶναι τὴν γραφήν· τεθνηκότος γὰρ τοῦ Ἱππομέδοντος, καὶ κειμένου τοῦ ὅπλου παρῆν ἀδεῶς καὶ λεπτοτέραν ὁρᾶν τὴν γραφήν. A. C.M.T.

ὄμματα
: τουτέστιν οἱ μὲν ὀφθαλμοὶ, οἵτινες ἦσαν πρὸς ἀνατολὴν, ἔβλεπον, οἵτινες δὲ ἦσαν πρὸς τὴν δύσιν, ἐκάμμυον. τὸν Ἄργον κύνα λέγει. ἐγέγραπτο γὰρ, φησὶν, ἐν τῇ ἀσπίδι τοῦ Ἱππομέδοντος, ἔχοντα τῶν ὀφθαλμῶν τοὺς μὲν ἐπὶ ἀνατολὰς τῶν ἄστρων τετραμμένους, τοὺς δὲ πρὸς τὰς δύσεις, οὓς καὶ μύειν ἐδόκει. τὸ γὰρ πίπτοντα ἀντὶ τοῦ καμμύοντα. πανόπτης δὲ καλεῖται διὰ τὸ εἶναι αὐτὸν ἄϋπνον, φυλάττοντα τὴν βοῦν ἐκ κελεύσεως Ἥρας. C. τὰ μὲν ἔμπροσθεν αὐτοῦ ὄμματα βλέποντα ταῖς ἐπιτολαῖς τῶν ἄστρων, τὰ δὲ ὄπισθεν μετὰ τῶν δυνόντων ἄστρων μύοντα. M.