Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1117.

βλέποντα, τὰ δὲ κρύπτοντα
: ἰστέον ὅτι τὸ βλέποντα καὶ τὸ κρύπτοντα πρὸς τὸν πανόπτην συντάσσεται, ἀρσενικαὶ αἰτιατικαὶ οὖσαι, καὶ οὐχ, ὥς φασί τινες, οὐδέτεραι, συντάσσοντες πρὸς τὸ τὰ μὲν, τὰ δὲ, οὐ συνάπτοντες τῷ προτέρῳ, ἀλλὰ κομματικὸν ἐκφέροντες, λαμβάνοντες ἔξωθεν τὸ ὑπῆρχον, καὶ λέγοντες οὕτω, τὰ μὲν ὄμματα ὑπῆρχον βλέποντα, τὰ δὲ κρύπτοντα. Gu. Bar.

1118.

ὡς ὕστερον
: ὥστε παρῆν ὁρᾶν τὴν ἀσπίδα ὕστερον οὕτως ἐγγεγραμμένην ἀποθανόντος τοῦ Ἱππομέδοντος τοῦ αὐτὴν βαστάζοντος. C.MT. τὸ ὡς ἀντὶ τοῦ καθὼς ὁρᾶν οὕτως, καθὼς ἦν ἰδεῖν τὴν
ἀσπίδα τοῦ Ἱππομέδοντος ὕστερον καὶ διαγνῶναι τὰ σημεῖα μετὰ τὸ αὐτὸν ἀποθανεῖν, ἐπεὶ πῶς ἦν δυνατὸν καλῶς διαγνῶναι ἀπὸ μήκοθεν, ὡς γνωρίσαι καὶ τὰ σημεῖα; ἀλλὰ μετὰ τὸ ἀποθανεῖν αὐτόν. M.

ὡς ὕστερον
: καθὰ παρῆν ἡμῖν ὕστερον ὁρᾶν, ἀποθανόντος αὐτοῦ τοῦ Ἱππομέδοντος. Gr. Bar. Mosq.

1119.

Ὁμολωΐσιν
: πύλαι Θηβῶν. αὗται οὕτως ἐκλήθησαν ἀπὸ Ὁμολωέως τοῦ Ἀμφίονος. τοὺς γὰρ περὶ Ἀμφίονά φασι σὺν τοῖς παισὶν ἅμα Κάδμῳ τειχίσαι τὴν πόλιν. Ἀριστόδημος δ’ αὐτάς φησιν οὕτω κληθῆναι διὰ τὸ πλησίον εἶναι τοῦ Ὁμολώου ἥρωος, οὗ τὴν ἐπίκλησιν ἔχουσι· κατὰ δὲ τοὺς ψευδολογεῖν βουλομένους ἀπὸ μιᾶς τῶν Νιόβης θυγατέρων, Ὁμολωΐδος καλουμένης. A. B.C.M.T.I.