Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1113.

Ὠγύγια δ’ εἰς πυλώμαθ’
: ἐπειδὴ παρὰ τῷ Ὠγύγου τοῦ
Βοιωτοῦ τάφῳ ἔκειντο, καὶ οὐχ ὅτι Ὤγυγος αὐτὴν ἔκτισεν· οἱ γὰρ περὶ τὸν Ἀμφίονα ἔκτισαν τὰς Θήβας· ἢ ἀρχαίων ὡς αὐτῶν πρωτοκτίστων οὐσῶν τῇ πόλει. A.M. T. Ὠγύγια προσηγορεύθη, φησὶν Ἀριστόδημος, διὰ τὸ τοὺς περὶ Ἀμφίονα καὶ Ζῆθον, τειχίζοντας τὰς Θήβας, παρὰ τὸν Ὠγύγου τοῦ βασιλέως τάφον αὐτὰς τάξαι. Ὠγύγια δὲ τὰ ἐν τάφῳ τοῦ Ὠγύγου βασιλέως. C.

1

1 14. ἐν μέσῳ σάκει
: ἐν μέσῳ τῷ Ἱππομέδοντος σάκει ἐνεγέγραπτο ὁ Ἄργος ὁ κύων, ὃν πανταχόσε τοῦ σώματος ὀφθαλμοῖς πεποικίλθαι φασὶ, τοὺς μὲν σὺν ταῖς ἀνατολαῖς τῶν ἄστρων, τουτέστιν ἐν νυκτὶ, ἀνεῳγμένους καὶ βλέποντας κεκτημένον, τοὺς δὲ σὺν τῇ δύσει τῶν ἄστρων καμμύοντας. τοῦτο δὲ ἦν, ἵν’ ἑκάστοτε ἀγρυπνῶν πρόνοιαν ἔχῃ Ἰοῦς, ἧς ἐπιστάτην Ἥρα ἐπέστησεν· ὃν ὑπὸ τοῦ Ἑρμοῦ, Διὸς πέμψαντος, φονευθέντα ἐλεήσασα ἡ Ἥρα ἐποίησεν ἀντ’ αὐτοῦ ταώ. Gu. Bar.

1

115. στικτοῖς πανόπτην
: ὁ πανόπτης κύων, ὃς ἐφύλασσε τὴν Ἰώ· ἅπας γὰρ ὀφθαλμὸς ἦν. C. πεποικιλμένοις, ἐχγεγραμμένοις. M. T. Fl. 59. Ἄλλως. τοῖς ἐμπεποικιλμένοις. φησὶ δὲ τὸν Ἄργον, τὸν τῆς Ἰοῦς φύλακα. οἰκεῖον δὲ ὁ Ἱππομέδων σημεῖον εἶχεν ἐγγεγραμμένον· εἰς γὰρ τεκμήριον τῆς πατρίδος σημεῖον στικτὸν
ἔφερε τῆς Ἀργείας βοὸς φύλακα. B.C.M.T. οἱ δὲ οἷον κατεστιγμένα, ποικίλα τὴν γραφήν· τοὺς γὰρ ὀφθαλμοὺς καταστίκτους γράφουσι καὶ φοβερόν τι ἀποτελοῦσι τῇ καταστίξει. C.T. πεποικιλμένοις, διὰ τὸ εἶναι αὐτὸν ἄϋπνον φυλάττοντα τὸν βοῦν ἐκ κελεύσεως τῆς Ἥρας. A.M. ποικίλοις. Gu. I. καταπληκτικοῖς. B.I. πυκνοῖς. Gr. Florr.

πανόπτην
: τὸν κύνα τὸν Ἄργον. Gu. I. πανόπτης διὰ τὸ εἶναι ἄϋπνος. Gu.