Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

πρωτόλεια θιγγάνω: ἀντὶ τοῦ πρὸ πάντων σε λιτανεύω καὶ ταύτην πρώτην ἱκεσίαν ἐπὶ σὲ ποιοῦμαι οὐπώποτέ τινα ἄλλον ἱκετεύσας. πρωτόλεια δὲ κυρίως ἡ τῆς λείας ἀπαρχή· νῦν δὲ πρωτόλειά φησι τῆς ἱκεσίας τὴν ἀπαρχήν. καταχρηστικῶς γὰρ πρωτόλεια πάντα τὰ πρῶτά φασιν: — MTB

ἀντὶ τοῦ πρῶτον, σύνθετον ἀντὶ ἁπλοῦ: — MgBi

† τῶν σῶν δὲ γονάτων πρωτόλεια: πρωτόλειον μὲν κυρίως λέγεται τὸ ἀπὸ τῆς λείας ἐξαίρετον, τὸ ἀνατιθέμενον τῷ θεῷ· ἐνταῦθα δὲ τὸ πρωτόλειον ὡς ἐπίρρημα ἐδέξατο ἀντὶ τοῦ κατὰ πρῶτον λόγον ἢ πρωτοτύπως: — A