Scholia in Euripidem (scholia vetera)
Scholia in Euripidem
Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.
ἀντὶ τοῦ· ὅπου ἐστὶν ὁ Ἀγαμέμνονος γόνος: — Mg
ὃς τὰ δείν’ ἔτλη: καὶ ἐκ τούτου δῆλός ἐστιν ὁ Μενέλαος πονηρῶς ταῦτα λέγων. δέον γὰρ εἰπεῖν· ὃς ἤμυνε τῷ πατρί, φησὶν· ὃς τὰ δεινὰ εἰργάσατο κακά: — MTBi
† ἢ περὶ οὗ ἐρωτᾷς, ἢ ὃν ὁρᾷς. εἴρηται γὰρ ἡ ὄψις ἱστορία, ὡς ἂν εἴποιμεν· ἱστόρησα τὴν πόλιν: — TBi