Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἱκέτης ἀφύλλου στόματος: ἀντὶ τοῦ ἄνευ στεμμάτων: — MTA

τὴν φυλλάδα ἱκετεύοντες προέτεινον, ὡς παρ’ Ὁμήρῳ [Α 14] ὁ Χρύσης στέμματ’ ἔχων ἐν χερσίν. κέκληται δὲ φυλλάς, ἐπεὶ ἐκ φύλλων ἤτοι ἐλαίας ἢ δάφνης [ἢ, ὥς τινες, τὸ ἐκ τούτων ἄνθος] ἐστί, καὶ ταύτην τῶν γονάτων ἐξάπτουσι τῶν ἱκετευομένων. ἐπεὶ οὖν ἔθος ἐστὶ τοῖς ἱκετεύουσι φυλλάδα προτείνειν, τοῦτο δὲ νῦν οὐ πάρεστι, διὰ τοῦτό φησι τὴν ἐκ στόματος καὶ λόγων μόνων ἱκεσίαν ποιεῖσθαι. τὸ δὲ ἐξάπτων ἔφη παρόσον οὓς ἱκέτευον, τούτοις παρετίθεσαν τὰς ἱκετηρίας. Ἀχαιὸς Ἀζᾶσι [frg. 2]· νῦν οὖν ἡμεῖς ἱκέται * * θαλλούς τε θεῶν † τε σέβας τίθεμεν πρὸ ποδῶν τῶν σῶν λῆξαι τῆς ἀστερόπου Ζηνὸς θυσίας. τινὲς δὲ ἀφύλλου στόματος ἤκουσαν τοῦ κατεξηραμμένου διὰ τὴν νόσον [ἀντὶ τοῦ ἄνευ ἱκετηρίας] ἀπὸ μεταφορᾶς τῶν δένδρων, ἅτινα μὴ ἔχοντα φύλλα ὡς ἐπὶ πολὺ ξηρὰ εὑρίσκεται: — MTAB

† ἀφύλλου στόματος ἐξάπτων λιτάς: τὸ ἀφύλλους λιτάς ἐνταῦθα εἰς τιμὴν τοῦ Μενελάου Ὀρέστης εἶπε ταῖς μεγίσταις τιμαῖς βιάζων ἐκεῖνον γενέσθαι αὐτῷ εἰς βοηθόν. οἱ γὰρ ποιούμενοι τὰς λιτὰς πρὸς τὸ θεῖον ἀεὶ κλάδους ἐπεφέροντο νεωστὶ δρεφθέντας ἐκ δένδρων καὶ θάλλοντας καὶ φύλλων κομῶντας καὶ εἰρίοις πολυχρόοις ἀναδεδεμένους, οὓς καὶ εἰρεσιώνας ἐκάλουν. τρόπον οὖν τινα ταῦτα λέγει ὁ Ὀρέστης πρὸς τὸν Μενέλαον ὅτι ἔδει τὰς λιτὰς ὡς θεῷ σοι προσαγαγεῖν

μετὰ κλάδων, νῦν δὲ διὰ τὸ μὴ δύνασθαι τοῦτο, ἐπειδὴ πανταχόθεν εἰλοῦμαι παγχάλκοις ὅπλοις καὶ κωλύομαι, τὰς ἐκ στόματος προαγομένας ταύτας προσάγω: — A