Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

κεκλήσεται δὲ σῆς φυγῆς: Πελασγὸς [αὐτόχθων] ὁ Ἀργεῖος ὁ τοῦ Ἀρέστορος τοῦ Ἰάσου ἐλθὼν εἰς Ἀρκαδίαν θηριώδεις ὄντας τοὺς ἀνθρώπους εἰς τὸ ἡμερώτερον μετέβαλε καὶ πόλιν ἔκτισεν, ἣν Παρρασίαν ὠνόμασεν. γυναῖκα δὲ ἀγαγόμενος ἐπιχωρίαν Κυλλήνην, ἀφ’ ἧς τὸ ὄρος οὕτως καλεῖται, υἱὸν ἔσχε Λυκάονα, ὃς τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν εἵσατο ἐν Παρρασίᾳ καὶ παῖδα ἐσχηκὼς ἐξ Ὀρθωσίας Νύκτιμον τὴν ἀρχὴν αὐτῷ καταλείπει, ἐφ’ οὗ ὁ κατακλυσμὸς ἐγένετο. μετὰ δὲ ταῦτα βασιλεύει Δωριεὺς υἱὸς Εἰκαδίου καὶ Κορωνείας. οὗτος ἐξ Ἀργείας ἔσχε Παρθίονα· οὗτος ἐξ Ὀρσιλόχης Κητέα καὶ Πάρον· Κητεὺς δὲ ἐκ Στίλβης ἔσχε Καλλιστώ. ταύτην φασὶν ἐκ Διὸς Ἀρκάδα πεποιη

κέναι, ὃς ἄρξας τῆς χώρας Ἀρκαδίαν ὠνόμασε· γήμας δὲ Λεάνειραν ἔσχεν Ἔλατον Ἀφείδαντα Ἀζᾶνα. τούτων ἀρξάντων τῆς χώρας ὁ Ἀζὰν ἀπ’ αὐτοῦ τὴν ἰδίαν μοῖραν Ἀζανίαν ὠνόμασεν. Ἀρκάδες οὖν πάντες κοινῇ ἐκαλοῦντο· μέρος δὲ τούτων Ἀζᾶνες: — MTAB

τῷ μερικῷ τὸ ὅλον ἐπήγαγεν. Ἀζᾶνες γάρ ἐστι μέρος Ἀρκαδίας. καὶ Ὀρέστειον δὲ πόλις Ἀρκαδίας ὀνομασθεῖσα ἀπὸ Ὀρέστου οἰκήσαντος ἐκεῖσε: — MTAB