Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐνθένδε τ’ ἐλθών: περὶ τῆς Ὀρέστου κρίσεως ἐν Ἀρείῳ πάγῳ ἱστορεῖ καὶ Ἑλλάνικος [frg. 82 cf. FHG III p. 375] ταῦτα γράφων· τοῖς ἐκ Λακεδαίμονος ἐλθοῦσι καὶ τῷ Ὀρέστῃ οἱ Ἀθηναῖοι * * * ἔφρασαν. τέλος δὲ ἀμφοτέρων ἐπαινούντων οἱ Ἀθηναῖοι τὴν δίκην ἐνέστησαν ἐννέα γενεαῖς ὕστερον ἢ τὴν Ἄρει καὶ Ποσειδῶνι περὶ Ἁλιρροθίου δίκην, μετὰ δὲ τὴν Κεφάλου τοῦ Δηιονέως, ὅστις τὴν Πρόκριν τὴν Ἐρεχθέως ἔχων γυναῖκα καὶ ἀποκτείνας ἐξ Ἀρείου πάγου δίκην [ὡς] δικασθεὶς ἔφυγεν, ἓξ γενεαῖς ὕστερον. μετὰ δὲ τὴν Δαιδάλου δίκην Τάλω τὸν ἀδελφιδοῦν σοφίας πέρι ἀγωνιζόμενον ἀποκτείναντος δολόεντι θανάτῳ καὶ φυγόντος δίκην τρισὶ γενεαῖς ὕστερον αὕτη ἡ τῆς Κλυται

μνήστρας τῆς Τυνδάρεω Ἀγαμέμνονα ἀποκτεινάσης δίκη ὑπὸ Ὀρέστου ἐγένετο: — MTAB

πάγοισιν ἐν Ἀρείοισιν: ἐνταῦθα πρῶτον μὲν Ἄρης καὶ Ποσειδῶν ἠγωνίσαντο, δεύτερον δὲ μετὰ τρεῖς γενεὰς Κέφαλος ⟨ὁ⟩ Δηιονέως ἐπὶ γυναικὶ Πρόκριδι καὶ μετὰ τρεῖς Δαίδαλος ἐπὶ τῷ ἀδελφιδῷ Τάλῳ, εἶτα μετὰ τρεῖς Ὀρέστης, ὡς Ἑλλάνικος: — MTA