Scholia in Euripidem (scholia vetera)

Scholia in Euripidem

Scholia in Euripidem. Schwartz, Eduard, editor. Berlin: G. Reimer, 1887.

ἐνιαυτοῦ κύκλον: ἰδίως ὁ Εὐριπίδης ἐνιαυτίσαι τὸν Ὀρέστην ἐκεῖ φησιν: — MTAB

ἄλλως: ποιήσαντα κύκλον ἐνιαυτοῦ. καὶ ὁ μὲν Εὐριπίδης ἐνθάδε ἐξενιαυτίσαι ⟨φησὶν αὐτὸν ὁμοίως⟩ τοῖς κατεχομένοις ἐπὶ μύσει, ὁ δὲ

Ἀσκληπιάδης ἱστορεῖ ὑπὸ ὄφεως δηχθέντα αὐτὸν ἐκεῖ τελευτῆσαι. ὁ δὲ Φερεκύδης [frg. 97] ὅτι καὶ ἔπειτα τὸν Ὀρέστην αἱ Ἐρινύες διώκουσιν· ὁ δὲ καταφεύγει εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος καὶ ἵζει ἱκέτης πρὸς τῷ βωμῷ. αἱ δὲ Ἐρινύες ἔρχονται ἐπ’ αὐτὸν θέλουσαι ἀποκτεῖναι, καὶ ἐρύκει αὐτὰς ἡ Ἄρτεμις. ἐξ οὗ καὶ ἡ πόλις αὕτη Ὀρέστειον καλεῖται [ἀπὸ Ὀρέστου]. τὸ δὲ Ὀρέστειον τῆς Παρρασίας κεχώρισται καὶ αὕτη πόλις οὖσα τῆς Ἀρκαδίας καὶ κληθεῖσα ἀπὸ Ὀρέστου: — MTAB