Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera)

Scholia in Dionysium Periegetam

Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, Volume 2. Ludwich, Arthur, editor. Leipzig: Teubner, 1885.

αὐλὼν ἐκτέταται: ἡ ἐπέκτασις καὶ τὸ ἄπλωμα τῆς διακεκαυμένης ζώνης· εὐθὺς γὰρ πρὸς τὰ νότια δέχεται. BV.

ἄλλως· κόλπους δʼ ἔνθα: ἐκ τούτου δῆλον, ὡς ἀμφίδοξόν ἐστι τὸ σχῆμα· τὸ γὰρ ὧδε κἀκεῖσε πρὸς διαφόρους ἑαυτὸν ἀφιέναι κόλπους οὐκ ἀλλότριον ἡγοῦμαι τοῦ κύκλου· καὶ τὸ πολλοὺς μὲν εἶναι τοὺς ἐλάττονας, ἐξαιρέτους δὲ καὶ ὑπερβάλλοντας δ´. ὧν τὸν μὲν πρῶτον ἐκ δύσεως ὁρμῶντα προσάγεσθαι τῇ γῇ καὶ περατοῦσθαι τῇ Παμφυλίᾳ· δεύτερον δὲ τὸν Ὑρκάνιον ἐκ τοῦ Κρονικοῦ κόλπου πληρούμενον. ἔστι δὲ καὶ περὶ τούτου πάλιν ἀμφίβολος ἡ δόξα· τὴν γὰρ Κασπίαν ὁ Πτολεμαῖος ἐναποκλείων ἠπείρῳ νήσου φύσιν ἐξεναντίας τὴν φύσιν ὥριζε. καὶ ἴσως οἱ εἰσβάλλοντες ἐκεῖ ποταμοὶ θαλαττεύουσι διὰ τὴν ὕλην, ἀξενίᾳ τόπου μεταποιήσαντες ἀνάγκῃ τὸ πότιμον. ἢ τάχα διὰ τῶν ἀδήλων τόπων ὁ Κρόνιος ἑαυτὸν ἐκπέμπων ἀναδίδωσι πόρρω τὸν Ὑρκάνιον. BV. δύο δὲ νοτίους ἥττονας ἔχειν μὲν γένεσιν θαλάσσης Ἰνδικῆς, ὀνομάζεσθαι δὲ Περσικὸν καὶ Ἀραβικόν. V.

συρόμενος Λιβύηθεν: ὅτι ἀπὸ Γαδείρων ἀρχόμενος παύεται τῷ πρὸς τῇ Κιλικίᾳ κόλπῳ. BV. συρόμενος διὰ τῆς Λιβύης μέχρι τῆς Παμφυλίας. λέγει δὲ κατὰ τὸ εὐθύ. V. παραδὲ

κλίνεται γὰρ καὶ ποιεῖ τὸν Ἰόνιον κόλπον καὶ τὸ Αἰγαῖον πέλαγος μέχρι τοῦ Εὐξείνου πόντου. BV.

ἄλλως· ὀλίγος μέν, φησι, συρόμενος, ὅμως δὲ κρείττων τῶν ἄλλων. λέγει δὲ κατὰ τὸ σφοδρὸν τῶν ἄλλων τοῦ ῥεύματος, ὡς καὶ ἐν τῷ περὶ αὐτοῦ λόγῳ φησί· τόσσος γὰρ πόρος ἐστὶν ἀμείλιχος [721]. BV. ἄλλως· ὡς πρὸς σύγκρισιν τῶν Γαδείρων μικρότερος εἴρηται, μείζων δὲ ὡς πρὸς τὸν Περσικὸν καὶ Ἀραβικὸν κόλπον. ἔστι δὲ καὶ Ὑρκάνιος, ἐκ τοῦ Κρονίου κόλπου πληρούμενος. BV. ἴσως διʼ ἀδήλων πόρων ἡ Κασπία ἐπὶ τὰ βόρεια ὀφείλει τετάχθαι ἐπὶ Σκυθίᾳ, ὡς καὶ Ἀπολλώνιος [Arg. III 859] περὶ Μηδείας

Κασπίῃ ἐνὶ κόχλῳ ἀμήσατο
. Πτολεμαῖος δὲ δίκην νήσου περιέχεσθαι αὐτὴν τῇ γῇ φησι. BD.

τῶν δʼ ἄλλων: περὶ τοῦ Περσικοῦ κόλπου φησὶ καὶ τοῦ Ἰβηρικοῦ, ἐπεὶ ἀμφότεροί εἰσι νότιοι· εἷς μὲν ἀνατολικώύτερός ἐστιν ὁ Περσικός, ὁ δὲ Ἀραβικὸς καὶ Ἐρυθραῖος ὡς πρὸς σύγκρισιν τοῦ Περσικοῦ νοτιώτερος εἴρηται. B.