Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera)

Scholia in Dionysium Periegetam

Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, Volume 2. Ludwich, Arthur, editor. Leipzig: Teubner, 1885.

ἄλλος δʼ Ἀράβιος: ὁ Ἐρυθραῖος ὡς πρὸς σύγκρισιν νοτιώτερος εἴρηται τοῦ Περσικοῦ καὶ τῆς Κασπίας ἐναντίων ἑαυτοῖς καὶ κατορθῶς κειμένων· ἐν ᾗ πρὸς βορρᾶν εἰκὸς τὸ Ἐρυθραῖον νότιον καὶ τὸ Εὔξεινον νοτιώτερον. ἀμφοτέρων οὖν τούτων νοτιώτερος ὁ Ἀραβικός, ὃς καὶ Ἐρυθραῖος καλεῖται· πρὸς γὰρ τῇ διακεκσυμένῃ γῇ κεῖται ἐν τῷ νοτίῳ. B.

ἐγγύθι κόλπος: ἤτοι πρὸς δύσιν. μεταξὺ φέρεται τοῦ Ἀραβικοῦ ὄρους, ὡς κατὰ διάτρησιν. ἐνταῦθα τὸ ὕδωρ ἐπέρχεται διὰ παντὸς τοῦ χρόνου, καὶ ἀνακρουόμενον κατὰ παλίρροιαν αὖθις ὑποστρέφει, ὡς Ἡρόδοτός φησιν. ὅθεν Κλύσμα λέγεται. B.

Εὐξείνου πόντου νοτιώτερον: ἀντὶ τοῦ κατὰ νότιον μέρος ἐξ ἐναντίας τοῦ Εὐξείνου πόντου. εἴπομεν γὰρ τὴν ἑσπερίαν θάλασσαν περιτρεπομένην εἰς βορρᾶν μέχρι τοῦ Εὐξείνου πόντου διϊκνεῖσθαι, ὡς αὐτὸς λέγει. ὁ Ἀράβιος οὖν νοτιώτερος ὢν ἐναντίον τοῦ Εὐξείνου κεῖται. B.

περὶ τῆς ἀπὸ Γαδείρων ἕως Παμφυλίας θαλάσσης· ἔχει γὰρ εὐθὺς ἐκ τῶν δυτικῶν μερῶν ῥέουσα ἔνθεν μὲν Λιβύην, ἐκεῖθεν δὲ Εὐρώπην, εἶτα ἡ Ἀσία διαδέχεται μέχρι τοῦ Ἰωνικοῦ κόλπου. περὶ πελαγῶν· εἰσὶ γὰρ ὁμοῦ τὰ πελάγη ὅσα προεγράφησαν. B. Vgl. S. 584, 13 ff.

ἑστᾶσι μέγα θαῦμα: ἕξω τῶν Ἡρακλείων στηλῶν νῆσός ἐστι Γάδειρα. μέγα δέ φησι θαῦμα αὐτὰς τὰς Ἡρακλείας στήλας u. s. w. V.

τὸ δὲ ἀνέδραμε ποιητικῶς, ὡς τὸ

ἔχει δέ τε κίονας αὐτὸς μακράς, αἳ γαῖαν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν
[Od. α 53]. CLOV.