Scholia in Dionysii Periegetae orbis descriptionem (scholia vetera)
Scholia in Dionysium Periegetam
Aristarchs Homerische Textkritik nach den Fragmenten des Didymos, Volume 2. Ludwich, Arthur, editor. Leipzig: Teubner, 1885.
ἄλλος] λείπει τὸ ἰσθμός. A.
ἄλλως· ἤτοι ὁ μὲν Λοκροῖο: τρεῖς εἰσι Λοκρίδες· ἡ τῶν Ἐπικνημιδίων, ὅθεν ἦν Αἴας, ἡ τῶν Ὀζολῶν καὶ ἡ τῶν Ἐπιζεφυρίων μέρος οὖσα τῆς Ἰταλίας χώρας. νῦν οὖν ἐπιθετικῶς ἐπὶ τοῦ ἀνέμου ἔλαβεν αὐτὸ παρʼ ἐσχατιὴν τοῦ Ἰταλικοῦ· εἰσὶ γὰρ ἐν τῇ Ἰταλίᾳ οἱ Ἐπιζεφύριοι Λοκροί, μεταξὺ τοῦ ζεφύρου καὶ τοῦ ποταμοῦ Λογγιβάρδων. V.
ἤτοι ὁ μὲν Λοκροῖο: ὅτι τὸ πρὸς ζέφυρον Ἀτλαντικὸν πέλαγος ὠκεανόν φησι καλεῖσθαι. ὥσπερ οὖν τὸν Θρηΐκιον βορρᾶν, οὕτω καὶ Λοκρὸν τὸν ζέφυρον κλητέον. B.
ἄλλως· εἰς τὸ πεπηγότα τε Κρόνιόν τε: τὸν πρὸς βορέην Κρόνιον κόλπον καλοῦσι· καὶ ἴσως ὅτι ὁ Κρόνος εἰς τὸ ψυχρὸν λαμβάνεται, ἢ διὰ τὴν ψύξιν· Κρόνῳ γὰρ τὸ ψυχρὸν ἀνατίθεται. Κρόνιον δὲ διὰ τὸ ἐρρῖφθαι τὰ αἰδοῖα τοῦ Κρόνου.
ἄμεινον δὲ διὰ τὴν ἄγαν ψύξιν· ψυχρὸν γὰρ τὸν Κρόνον οἱ ἀποτελεσματικοί φασι. δικαίως δὲ κατέψυκται ὁ ὑπερβόρειος ὠκεανός, μὴ παραμυθούμενος τῇ ἀγχιστείᾳ τοῦ ζωδιακοῦ κύκλου. ἡ δὲ παρʼ Ἀπολλωνίῳ [Arg. IV 327 u. ö.] Κρονία θάλασσα περὶ τοῦ ἐσωτάτου ἐστὶν Ἰονίου κόλπου, ἀπὸ Κρονίου κόλπου ἤτοι νήσου οὕτω καλουμένη. πολὺ γάρ ἐστι τὸ ἔξαλμα τῆς σφαίρας, καὶ ἐν χειμῶνι μεταξύ ἐστιν ὑπὸ γῆς κύκλος. BV. καὶ ὀλιγόωρος τότε ἐστὶν ἡ ἡμέρα. καὶ ἐν θέρει δὲ συννεφής ἐστιν ὁ ἀὴρ καὶ πόρρω ἐστὶ τοῦ ζωδιακοῦ ὁ ἀρκτικὸς κύκλος, τοῦτʼ ἔστιν ἡ καθʼ ἡμᾶς λέξις, ἥτις μεταξύ ἐστι πασῶν δυτικῶν ὡς καὶ τῶν ἀνατολικῶν· ἄρχεσθαι γὰρ ἀπὸ δύσεως. διότι οὐ ζωογονεῖ διὰ τὴν πολλὴν ψύξιν. V.εἰσὶν ὁμοῦ τὰ πελάγη· Ἀτλαντικόν, Λιγυστικόν, Τυρρηνικόν, Λιβυκόν, Μυρτῷον, Αἰγύπτιον, Παμφύλιον, Ἰκάριον, Αἰγαῖον, Ἑλλήσποντος, Μέλας κόλπος, Εὔξεινος πόντος, Κασπία, Ἐρυθρά· ὁμοῦ πάντα ιγ´. BLOV.
ἄλλοι δʼ αὖ καὶ νεκρὸν ἐφήμισαν εἵνεκʼ ἀφαυροῦ· ἀμφότερα διὰ τὸ ψυχρὸν τῶν τόπων· πήγνυται γάρ. καὶ λέγεται Κρόνιος πόντος, ὡς μέν τινές φασι, διὰ τὸ τὸν Κρόνον εἰς τὴν ψύξιν ἀλληγορεῖσθαι· νεκρὸν δὲ διὰ τὴν ἀπόστασιν τοῦ ἡλίου καὶ τὸ προσκεχωρηκέναι πρὸς τὰ νότια μέρη· τῇ γὰρ ἀπουσίᾳ τοῦ θερμοῦ τὰ ζωογονούμενα παύεται· ἢ λέγει, ὅτι διὰ τὸ ἀσθενὲς ἐκεῖ προσβάλλειν τὸν ἥλιον. διὰ πολλοῦ γὰρ χρόνου ὑπὲρ τὴν θάλασσαν ἐκείνην γίνεται, τουτέστι πλησιάζει. λάμπει μὲν γὰρ καθʼ ἑκάστην ἀδιαλείπτως διὰ τὸν πλεῖστον χρόνον. BV.
ἄγχι δʼ Ἐρυθραῖόν τε: ἴσως διὰ τὸ πυροῦσθαι μᾶλλον ὑπὸ τοῦ ἡλίου τὸ κλίμα. ἀμέλει καὶ Αἰθίοπες κατοικοῦσιν, ὅτι τὸ πρὸς νότιον μέρος ἐρυθραῖον. καὶ διατοῦτο ἔθνος Αἰθιοπικόν, ὡς παρακεῖσθαι μακρὸν ἀγκῶνα τῆς ἀοικήτου. BV. λέγει δὲ τὴν διακεκαυμένην. V.