Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὁ δὲ ἐρευνῶν τὰς καρδίας, οἶδε τὸ φρόνημα τοῦ πνεύματος, ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων.

Χρυσοστόμου. Ἐκ τούτων μᾶλλον ἀληθὲς φαίνεται ὅτι περὶ τοῦ Παρακλήτου οὐκ ἔστιν ὁ λόγος τῷ Παύλῳ. ἀλλὰ περὶ τῆς καρδίας τῆς πνευματικῆς. ἐπεὶ εἰ μὴ τοῦτο ἦν, ἔδει εἰπεῖν, ὁ δὲ ἐρευνῶν τὸ Πνεῦμα. ἀλλ’ ἵνα μάθῃς ὅτι περὶ ἀνθρώπου ὁ λόγος πνευματικοῦ, καὶ χάρισμα ἔχοντος εὐχῆς, ἐπήγαγεν, “ ὁ δὲ “ νῶν τὰς καρδίας, οἶδε τί τὸ φρόνημα τοῦ πνεύματος.” τοῦ ἀνθρώπου τοῦ πνευματικοῦ· ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων. οὐ γὰρ ἀγνοοῦντα, φησὶν, διδάσκει τὸν Θεόν· ἀλλὰ τοῦτο γίνεται, ἵνα ἡμεῖς μάθωμεν εὔχεσθαι ἃ χρὴ, καὶ αἰτεῖν παρὰ τοῦ Θεοῦ τὰ δοκοῦντα αὐτῷ. τοῦτο γάρ ἐστι τὸ κατὰ Θεόν. ὥστε καὶ παρακλήσεως ἕνεκεν ἐγίνετο τοῦτο τῶν προσιόντων, καὶ διδασκαλίας ἀρίστης. καὶ γὰρ ὁ παρέχων τὰ χαρίσματα, καὶ τὰ μυρία διδοὺς ἀγαθὰ, ὁ παράκλητος ἦν. “ πάντα γὰρ ταῦτα, ” φησὶν, “ ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα.” καὶ τῆς ἡμετέρας χάριν τοῦτο γίνεται, καὶ τοῦ δειχθῆναι τοῦ Πνεύματος τὴν ἀγάπην· ὅτι μέχρι τούτου συγκαταβαίνει. ὅθεν καὶ τὸ εὔχεσθαι τῷ ἀγαπωμένῳ ἐγίνετο· μᾶλλον δὲ τὸ ἀκούεσθαι τῷ εὐχομένῳ.

Γενναδίου. Διὰ μέντοι τοῦ, ὁ ἐρευνῶν, οὐκ ἄγνοιαν ἐσήμανεν. ἀλλὰ τὴν ἀκριβῆ τοῦ Θεοῦ γνῶσιν τῶν καθ’ ἡμᾶς. ἐπεὶ καὶ ἡμεῖς ἐρεύνης καὶ πλείονος ἀξιοῦμεν ζητήσεως, ἅπερ ἃν ἀκριβῶς βουληθείημεν λαβεῖν. τοῦτο προσέοικε κἀκεῖνο· “ τὸ Πνεῦμα πάντα “ ἐρευνᾷ·” καὶ τὸ παρὰ τοῦ προφήτου Σοφονία· “ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ “ λέγει Κύριος, ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου. οὖν φησὶν, ὁ σοφῶς πάντα τὰ τῶν ἀνθρώπων εἰδὼς, οὐδὲ τὸν σκοπὸν πὸν τοῦ πνεύματος ἡμῶν ἀγνοεῖ· ἀλλ’ οἶδεν ὅτι κατὰ τὸ αὐτοῦ θέλημα· καὶ ἐφ’ ᾧ δέδωκεν αὐτό. τοῦτο γάρ ἐστι, τὸ “κατὰ Θεόν. πρὸς αὐτὸν ποιεῖται τὴν ἔντευξιν. ὥστε τυχεῖν οὓς ἀγαπᾷ, ὁλοκλήρου τῆς ἁγιότητος. τουτέστιν, ὥστε αὐτοὺς διὰ τῆς ἀναστάσεως, σεως, εἰς ἀθάνατον καὶ ἀπαθῆ μεταστῆναι ζωήν. ἁγίους δέ φησιν, τοὺς πιστούς. διττὸν γὰρ τὸ τῆς ἁγιότητος ὄνομα. τὸ μὲν, ἄπο τῆς πίστεως. τὸ δὲ, ἀπὸ τῆς ἀρίστης πολιτείας. ἣ ἁγίους, τοὺς

262
διὰ τῆς εὐχῆς ἁγιαζομένους. ἢ ὑπὲρ ἁγίων φησίν. ἀντὶ τοῦ, ὑπὲρ καθαρῶν καὶ θεαρέστων ἔργων τὰς αἰτήσεις ποιεῖται. ἣ ὑπὲρ ἀνθρώπων τὸν ἁγιασμὸν ἐπιποθούντων. οὐκ εἶπε δὲ ἐντυγχάνει, ὑπερεντυγχάνει· τὴν σύντονον καὶ κατεσπουδασμένην δηλῶν ἔντευξιν.