Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθὸν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν.

Χρυσοστόμου. Ἐνταῦθά μοι δοκεῖ πρὸς τοὺς ἐν κινδύνοις ὄντας ἅπαν τοῦτο κεκινηκέναι τὸ χώριον. μᾶλλον ’δε οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰ μικρῷ πρὸ τούτων εἰρημένα. καὶ γὰρ τὸ “ οὐκ “ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ,” καὶ τὰ ἑξῆς ἅπαντα, ἐκείνους εἴρηται. δι’ ἐκείνων τοίνυν πάντων ἀλείψας αὐτοὺς, καὶ παιδεύσας, μὴ ἅπερ ἃν νομίσωσιν εἶναι συμφέροντα, ταῦτα αἰτεῖσθαι τεῖσθαι πάντως· ἀλλ’ ἅπερ ἃν τὸ Πνεῦμα ὑποβάλῃ, ἄνεσις γὰρ καὶ κινδύνων ἀπαλλαγὴ καὶ τὸ ἐν ἀδείᾳ ζῆν ἐδόκει συμφέρον ἐκείνοις· νοῖς· ὅπερ ἐπιβλαβὲς μᾶλλον ἐστὶν, ἐπάγει καὶ ταῦτα q. λογισμὸν κινῶν ἱκανὸν αὐτοὺς ἀνακτήσασθαι. ὅταν δὲ εἴπῃ πάντα, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ λέγει. κἂν γὰρ θλίψις καὶ πενία· κἂν ὁτιοῦν ἕτερον ἐπέλθῃ, δυνατὸς ὁ Θεὸς εἰς τοὐναντίον ἅπαντα μεταβαλεῖν. ἐπεὶ καὶ τοῦτο τῆς ἀφάτου δυνάμεως αὐτοῦ· τὸ τὰ δοκοῦντα εἶναι μοχθηρὰ, κοῦφα τὲ ἡμῖν ποιεῖν, καὶ εἰς τὴν ὑπὲρ ἡμῶν τρέπειν βοήθειαν. διόπερ οὐκ εἶπε τοῖς ἀγαπῶσι τὸν Θεὸν, οὐκ ἐπέρχεται τι δεινὸν, ἀλλ’ ὅτι “ συνεργεῖ εἰς ἀγαθόν.” ὅτι αὐτοῖς τοῖς δεινοῖς κέχρηται εἰς τὴν τῶν ἐπιβουλευομένων εὐδοκίμησιν. ὅπερ πολλῷ μεῖζον ἐστὶ, τοῦ κωλῦσαι ἐπελθεῖν τὰ δεινά· ἢ καταλῦσαι ἐπελθόντα. ὃ καὶ ἐπὶ τῆς Βαβυλωνίας καμίνου πεποίηκεν. οὔτε γὰρ ἐκώλυσεν ἐμπεσεῖν εἰς αὐτήν· οὔτε ἐμπεσόντων τῶν ἁγίων ἐκείνων, τὴν φλόγα ἔσβεσεν. ἀλλὰ ἀφεὶς καίεσθαι, δι’ αὐτῆς ταύτης θαυμαστοτέρους εἰργάσατο. εἰδες πῶς τοῖς ἀγαπῶσι τὸν Θεὸν, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν; Γενναδίου. Καὶ τοῦτο ἡμῖν που πάντως ἀνωμολόγηται, φησὶν, ὅτι ὁ Θεὸς οὐκ ἐγκαταλείπει ποτὲ τοὺς ἀγαπῶντας αὐτόν. [*](q Desunt queedam.)

263
ἀλλ’ ἅπαντα αὐτοῖς τὰ περὶ αὐτοὺς συμβαίνοντα, γίνεσθαι παρασκευάζει εἰς ἀγαθόν.

Θεοδωρήτου. Πλὴν οὐχ ἅπασι συνεργεῖ, ἀλλὰ τοῖς ἀγαπῶσι. καὶ οὐχ ἁπλῶς συνεργεῖ, ἀλλ’ εἰς ἀγαθόν. εἰ γάρ τις αἰτήσει τὰ μὴ συμφέροντα, διαμαρτάνει τῆς αἰτήσεως· ἐπειδὴ τὸ μὴ τυχεῖν συμφέρει.