Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἰκουμενίου. λῦτό, φησιν, τὸ Πνεῦμα συναντιλαμβάνεται ταῖς ἀσθενείαις ἡμῶν. εἰ μὲν γὰρ σπεύδεις ἐργάσασθαι τὰ ἀγαθὰ, ὡσαύτως καὶ τὸ Πνεῦμα φροντίσει σου. εἰ δὲ ἀμελεῖς, ἀμεληθήσῃ.

Θεοδώρου Μονάχου. Σημεῖον δὲ ἀσθενείας, καὶ τὸ σπουδάζειν παραγενέσθαι τὰ ἐλπιζόμενα, πρὸ τοῦ δέοντος καιροῦ. συναντιλαμβάνεται οὖν ἡμῖν τὸ Πνεῦμα, ἀσθενοῦσι περὶ τὸ εὔχεσθαι ἃ δεῖ. ἐπειδὴ ἡμεῖς τὰ συμφέροντα οὐκ ἴσμεν, οὐδὲ τοὺς εὐθέτους καιρούς. τὸ μέντοι Πνεῦμα τὸ Ἄγ’ ἴον ἐν τῷ συνεργεῖν, οὐκ ἀναιρεῖ τῆς αὐτεξουσιότητος τὴν χάριν. τὸ γὰρ συνεργεῖν, συμπράττειν ἐστὶν ἀσθενούσῃ τῇ γνώμῃ. οὐκ ἀναγκάζει, ἀλλὰ τοὺς ἑκουσίως εἰς ἀρετὴν ὁρμῶντας, ἐπιρωννύει· καὶ αὐτὸ δὲ τὸ Ἅγιον Πνεῦμα ἔστιν εἰπεῖν, ὅτι διὰ τῶν ἀλαλήτων στεναγμῶν, οὓς ἐγκαταμιγνυσι ταῖς τῶν ὁσίων εὐχαῖς, διορθοῦται τῶν εὐχομένων τὴν ἄγνοιαν· ὅταν ὁ εὐχόμενος ἐξ ἀγνοίας αἰτῇ τὸ μὴ δέον. ἀλαλήτους δέ φησι στεναγμοὺς, τοὺς ἐν βάθει τῆς καρδίας ὑπὸ τοῦ Ἁγίου Πνεύματος κινουμένους.

Γενναδίου. Ἢ καὶ οὕτως. ἡ μὲν φύσις ἡμῶν ἐστι, ἀσθενὴς, καὶ τὸ καθ’ αὑτὴν τὸ αὖθις ἀναβιώσεσθαι· τὰ δὲ ἐπηγγελμένα, μεγάλα τὲ καὶ θεῖα, καὶ οἷα μηδὲ νῷ χωρηθῆναι δυνάμενα. ἀλλ’ ὅμως πρὸς πίστιν τούτων τῶν τηλικούτων, ἀπὸ τοῦ Πνεύματος οὐ μικρὰν ἐπικουρίαν ἔχομεν. τὰ γὰρ καὶ αἰτήσεως κρείττονα, καὶ περὶ ὧν οὐκ ἴσμεν, οὐ δὲ ὅπως εὔξασθαι χρὴ, ἵν εἴπῃ καὶ τὰ ὑπὲρ νοῦν ἀνθρώπινον καὶ εὐχὴν, ταῦτα ἡμῖν ἡ δεδομένη τοῦ Πνεύματος τοῦ Ἀγίου χάρις ἀπορρήτως εἰσπράττεται, καὶ δίδωσιν ἡ ἀπαρχὴ θαρρεῖν περὶ τοῦ παντός. ὥσπερ γὰρ οἱ ἔπι τῶν γάμων ἀρραβῶνες, οὓς ἀλλήλοις οἱ γαμοῦντες διδόασιν, ἐγγυῶνται τὰ μετὰ ταῦτα· καὶ προφερόμενοι τὰς ἐφ’ οἷς δέδονται συνθήκας, ἐπὶ πέρας ἀχθῆναι καταναγκάζουσιν· οὕτως οἴμαι καὶ ἡ ἀπαρχὴ τοῦ Πνεύματος, τουτέστι τὸ μερικὸν τοῦ Πνεύματος χάρισμα, ὁ ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν, τὴν ἐπὶ καιροῦ δοθησομένην καθόλου χάριν ἡμῖν βέβαιοι. δέον οὖν ἄρα τοὺς ὑπὲρ αὐτῆς πόνους μὴ ἀποφεύγειν. τὸ δὲ ἐντυγχάνειν, μεταφορικῶς εἶπεν· ἀπὸ τοῦ καὶ ἡμῶν τὰς χρείας ταῖς πρὸς ἀλλήλους ἐντυχίαις ἀνύεσθαι.

261