Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τὸ οὖν ἀγαθὸν ἐν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλ’ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.

Κυρίλλου. Ἄγιος μὲν ὁ νόμος, ἅγια δὲ καὶ ἡ ἐντολὴ, καὶ ἀγαθή· εἶτα πῶς ἔφασκε· “καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, “αὕτη εἰς θάνατον;” ἀρα οὖν εἰπέ μοι γέγονεν ἡμῖν τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτο φησί. ἐπαιτιῶμαι γὰρ ἐν τούτοις ἥκιστα μὲν τὸν νόμον· ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος· καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν· ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑποζευγνύναι. πῶς ἣ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη· διεληλάκαμεν δὲ πρὸς τοῦτο ἀσθενείας ἡμεῖς λοιπὸν ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πῶς, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρον πῶς δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ, καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ’ ἁμαρτίαν. καὶ τάχα που φησὶν, “ἵνα “γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντο- “λῆς.” τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ δεσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις· ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι· πλὴν ἔστι τίς αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος· προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν. τοῖς γε μὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰκαῖον ἤδη πὼς· οὐκοῦν εἴ τις φαίνοιτο διαβιοῦν ἠρημένος ἀνοσίως, οὐκ ἀγνοίας ἔσται ἀλλ’ ἀπονοίας τὸ κατηγόρημα· καὶ τῆς ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας. οὕτως ἃν λέγοιτο καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. ἁμαρτωλοῦ μὲν γὰρ ὑπάρχοντος, καὶ τοῦ πεπλημμεληκότος ἐν ἀγνοίᾳ· ἥκιστά τε μὴν καθ’ ὑπερβολὴν λεγομένου τὲ καὶ ὄντος ἁμαρτωλοῦ.

181

Θεοδωρήτου. Διὰ τοίνυν τοῦ ἀγαθοῦ, τουτέστι τοῦ νόμου καὶ τῆς ἐντολῆς, δείκνυται μοι ἡ ἁμαρτία, ἁμαρτία c. τουτέστι, κακὴ καὶ πονηρά. καὶ πῶς δείκνυται; κατεργαζομένη θάνατον. ἀπὸ γὰρ τοῦ καρποῦ γινώσκω τὸ δένδρον. καὶ τὸν θάνατον βλέπων, τὴν τούτου μητέρα μισῶ. τούτων δέ μοι ὁ νόμος διδάσκαλος. οὐ τοίνυν ὁ νόμος κακὸς, ὁ ταῦτα διδάσκων, ἀλλ’ ἡ ἁμαρτία προξενοῦσα τὸν θάνατον. ποιεῖ δὲ τὴν ἁμαρτίαν, τῆς ἡμετέρας προαιρέσεως ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. εἰ γὰρ καὶ ἡ φύσις τὴν ἁμαρτίαν ὑποδείκνυσιν, ἀλλ’ οὖν γε ὁ νόμος ἀκριβέστερον ἡμᾶς ἐδίδαξε τῆς πονηρίας αὐτῆς τὴν ὑπερβολήν· τὸ δὲ “ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρ- “τωλὸς ἡ ἁμαρτία” ἐλλιπῶς κεῖται· προσυπακούεται δὲ, φανερά· οὕτω γὰρ καὶ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, “ἀλλ’ ἡ ἁμαρτία, ἵνα “φανῇ ἁμαρτία,” τουτέστιν, ἵνα γένηται διὰ τῆς ἐντολῆς φανερά· ὅτι καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ὑπάρχει ἡ ἁμαρτία· ἀντὶ τοῦ, πονηρά.

Γενναδίου. Οὐκ ἄρα τοῦ κακοῦ μοι τὸ ἀγαθὸν αἰτιάσομαι· τῆς δὲ ἁμαρτίας κατηγορῶ, καὶ ταύτην μισῶ. καὶ πρὸς ταύτην οὐκ ἃν ἑκὼν σπεισαίμην ποτέ. ἵνα φανῇ, φησὶ, ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι’ αὐτοῦ μοι τούτου, καὶ τὴν ἑαυτῆς φύσιν ἥτις ἐστὶ κατεφάνη. ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, ἡλίκον κακὸν καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία· τὸν γὰρ παρακελευόμενον αὐτήν μοι Φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν, ὑποσκελίσασά με δι’ ἀπάτης, αὐτόν μοι τοῦτον ἐπέστησε φονευτήν.

Φωτίου. Τὸ μέγεθος δὲ ἠθέλησε δεῖξαι τῆς ἁμαρτίας· καὶ ἐπειδὴ ταύτης εἰς κακίαν μεῖζον οὐκ ἦν εὑρεῖν· δι’ αὐτῆς ταύτης ἐνδεικνύμενος τὸ μέγεθος φησίν· “ἵνα φανῇ ἁμαρτία·” τουτέστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος, καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ. οἷον ἵν ὅπερ ἐστιν ὅλη ὡς ὅλη γένηται ἐκφανής. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι, δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρωμένῳ ὑφ’ ἡμῶν· οἷον μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν· ὅτι καὶ ἀδελφοκτόνος ἐγένετο· καὶ Θεὸν πρῶτος ἐψεύσατο. καὶ πάλιν, οὐδὲ μετὰ τὴν τῶν τεραστίων [*](c Leg. ἁμαρτωλός.)

182
ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας. ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν τῆς γνώμης καὶ θεομισές· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων, οὗ μετασχόντες οἱ πονηρευόμενοι τὰς κατ’ ἐκεῖνο προσηγορίας ἐπιδέχονται. ἐπὶ δὲ τῆς ἁμαρτίας, ἐπεὶ ταύτης ὡς ἔφημεν οὐκ ἔστι χεῖρον εὑρεῖν· αὐτῆς ἐφ’ ἑαυτῆς κατηγόρησε. πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς, καὶ τὸ τυραννικὸν ἅμα καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος. ἐπεὶ δὲ ἀσφαλέστερόν πὼς ἔδοξεν εἰρῆσθαι τῇ ταυτολογίᾳ τοῦ ὀνόματος· πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνόματος. ἔφη γὰρ παρωνύμως “ἁμαρτωλὸς ἡ ἁμαρτία.” ἡ τῆς δριμύτητος ἔνδειξις ἐξελύετο. παρονομάζει μὲν καὶ οὐ τελείως ἀφίσταται τοῦ ὀνόματος. ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδόκει· τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ “καθ’ ὑπερβολήν·” καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ἔντονον, καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησίν· “ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία.”

Χρυσοστόμου. Ἵνα δειχθῇ φησὶ ὅσον κακὸν ἡ ἁμαρτία· ἡ ῥάθυμος προαίρεσις· ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. καὶ αὐτὴ δὲ ἡ πρᾶξις, καὶ ἡ διεφθαρμένη γνώμη. τοῦτο γὰρ ἁπάντων αἴτιον τῶν κακῶν. αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολήν. καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος. ὁ καὶ διὰ τῶν κωλυόντων ηὔξαντο. δι’ ὧν δὲ αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν μειζόνως τοῦ νόμου τὴν ἀρετήν. οὐδὲ γὰρ μικρὸν ηὔξησε, δείξας ὅσον ἡ ἁμαρτία κακόν. καὶ πάντα τὸν ἰὸν αὐτῆς εἰς μέσον προσθείς. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· “ἵνα γένηται “καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τουτέστιν ἵνα φανῇ ἡλίκον κακόν· ἡλίκος ὄλεθρος ἡ ἁμαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη· ἐκ τούτων, καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόμον, τὴν ὑπεροχὴν, οὐ τὴν μάχην. μὴ γὰρ τοῦτο ἴδῃς ὅτι χείρους ἐγένοντο οἱ δεξάμενοι. ἀλλ’ ἐκεῖνο σκόπει· ὅτι οὐ μόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν ὁ νόμος, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἐκκόψαι ἐσπούδαζεν· εἰ δὲ οὐκ ἴσχυσε, στεφάνου μὲν ἐκεῖνον ἀπὸ τῆς γνώμης· προσκύνει δὲ μειζόνως τὴν τοῦ Χριστοῦ δύναμιν, ἣ ποικίλον οὕτω κακὸν καὶ [*](d Α m. rec. διὰ τῶν ἰατικῶν φαρμάκων χεῖρον ἐγίνετο καὶ.)

183
δισκαταγώνιστον, ἠφάνισέ τε καὶ πρόρριζον ἐκτεμοῦσα ἀνέσπασεν. ἁμαρτίαν δὲ ὅταν ἀκούσῃς, μὴ δύναμίν τινα ἐνυπόστατον νομίσῃς· ἀλλὰ τὴν πρᾶξιν τὴν πονηρὰν ἐπιγινομένην τὲ καὶ ἀπογινομένην ἀεί. καὶ οὔτε πρὸ τοῦ γενέσθαι οὖσαν, καὶ μετὰ τὸ γενέσθαι πάλιν ἀφανιζομένην. διὰ γὰρ τοῦτο καὶ νόμος ἐδόθη. νόμος δὲ οὐδέποτε ἐπ’ ἀναιρέσει τῶν φυσικῶν δίδοται, ἀλλ’ ἐπὶ διορθώσει τῆς κατὰ προαίρεσιν πονηρᾶς πράξεως.

Θεοδώρου Μονάχου. Ἀλλὰ φέρε καὶ αὖθις περὶ τῶν εἰρημένων διεξέλθωμεν εὐκρινέστερον· ὥς τινος εἰπόντος κατὰ ἀντίθεσιν. τοῦτο ἀγαθὸν ὁ θανάτου κατέστη μόνον αἰτίον· ἀγαθοῦ δὲ οὐδενός; μὴ γένοιτο, φησί. ἀντὶ τοῦ, οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο· ἀγαθὸν δὲ παρέσχεν οὐδέν· ἀλλὰ καί τινος ἐξ αὐτοῦ ἀπελαύσαμεν ἀγαθοῦ. ἡ ἁμαρτία φησὶ, ἵνα φανῇ ἁμαρτία· διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. εἰ γεγονὼς ὁ Ἀδὰμ κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου. διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τὲ καὶ χείρονος. πᾶν δὲ τὸ προστυχὸν ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις νόμοις ὑπεναντίον ἠπίστατο, οὔτε μὴν ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα. πόθεν γὰρ καὶ εἰδέναι τοῦτο προσῆκε, νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς, καὶ διάκρισιν αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν. ὑπακοῆς τὲ γὰρ ἐξουσία καὶ παρακοῆς αὐτῷ προὔκειτο, πρὸς ὃ ῥέπειν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ τι μὲν ἁμάρτημα, τι δὲ δικαιοσύνη. καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα· ἁμάρτημα δὲ, τὸ ποιεῖν τι τούτων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ θεῖον ἐπίταγμα· εἶτα τὴν ὑπὲρ τούτου τιμωρίαν ἐδέξατο, μεῖζον ζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο· πάλαι μὲν λόγῳ παιδευθεὶς, ὡς ἡ ἁμαρτία θανάτου παρεκτική. ὕστερον δὲ ἐπὶ τῶν ἔργων, τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ διὰ τὴν παράβασιν ὑπὸ τιμωρίαν κατέστη, τοσούτῳ μισεῖν τὴν ἁμαρτίαν, ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ οὖν “ἡ ἁμαρτία “ἵνα φανῇ ἁμαρτία,” ἀντὶ τοῦ, ὥστε φανῆναι τὴν ἁμαρτίαν, ὅπερ ἐστι· τι δὲ τοῦτο; αὐτὸ τοῦτο ἁμαρτία. ἵν εἴπῃ κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; διὰ τοῦ ἀγαθοῦ· ἵν εἴπῃ διὰ τῆς ἐντολῆς. καὶ ὅπως

184
ἐφάνη· κατεργαζομένη θάνατον. ἀφ’ ὧν θανάτου γίνεται πρόξενος. συνεβάλετο οὖν μοι τὸ ἀγαθόν· ἵν εἴπῃ ἡ ἐντολὴ, πρὸς τὸ γνῶναι τὴν ἁμαρτίαν, ὅτι δὴ κακόν. ὥστε καὶ μισεῖν αὐτὴν διὰ τοῦτο. ἀγαθὸν ἄρα ἡ ἐντολὴ, τῆς διακρίσεως καὶ τοῦ πρὸς τὴν ἁμαρτίαν μίσους τὴν αἰτίαν ἡμῖν παρασχομένη. τὸ γὰρ “ἵνα” οὐκ ἐπὶ αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἀποδοτέον δὲ τὸ “διὰ “τοῦ ἀγαθοῦ μοι” κατὰ τὴν ἔννοιαν, τῷ “ἡ ἁμαρτία ἵνα φανῇ “ἁμαρτία·” οὐ τῳ ἑξῆς, τῷ, “κατεργαζομένη θάνατον.” λέγει γὰρ ὅτι διὰ τοῦ ἀγαθοῦ, τουτέστι τῆς ἐντολῆς, κατάδηλός μοι ἡ ἁμαρτία ἐγένετο, ἡλίκον ἔστι κακὸν, ὡς καὶ θάνατον ἀποτελεῖν κατὰ τῶν ἐπιτηδεύοντων αὐτήν.