Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Φωτίου. Ἐκ δευτέρου δὲ ἔφη τὸ, “λαβοῦσα ἡ ἁμαρτία “ἀφορμὴν διὰ τῆς ἐντολῆς.” τὰ αὐτὰ ποικίλως κατασκευάζων· καὶ εἰκότως· μεγάλην γὰρ εἶχε δόξαν ὁ νόμος. δείκνυσιν οὖν αὐτὸν μηδὲν ὠφελοῦντα, ἀλλ’ ἐκ περιστάσεως καὶ βλάψαντα· ἵνα εὐπαράδεκτος γένηται, κηρύσσων τὸ ἀφεῖναι μὲν αὐτὸν προδραμεῖν δὲ τῇ πίστει Χριστοῦ.

Ἀλλοσ δὲ, ἀνωτέρω εἰπὼν, “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν,” ἐπάγει ὅτι οὐ μόνον ἐπιθυμίαν πᾶσαν κατειργάσατο· ἀλλὰ καὶ ἐθανάτωσέ με. αὐτή μοι γενομένη εἰς θάνατον· εἶτα ὡς ἔθος αὐτῷ αἰτίας αἰτίαις συνείρειν, καὶ τὴν ἀκολουθίαν ἐνδεικνύναι τῶν πραγμάτων ἐν τοῖς λόγοις, ἀνατρέχει καὶ τίθησι πῶς κατειργάσατο πᾶσαν ἐπιθυμίαν. καὶ φησὶ ὅτι “ἀφορμὴν λαβοῦσα, ἐξηπάτησέ με.” εἶτα ἀφῆκε τὸ προρρηθὲν νοεῖν ἐνταῦθα· ὅτι, ἐκ τούτου δὲ εἰργάσατο· τι εἰργάσατο; τὴν ἐπιθυμίαν· καὶ τοῦτο ἀφεὶς, ἐπισυνάπτει τὸ τέλος. “καὶ ἀπέ- “κτεινεν·” ἱν ᾖ κατὰ συνέχειαν, εἰ τις ἀναλάβοι οὕτως αὐτῷ εἰρημένον. “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία κατειργάσατο ἐν ἐμοὶ πᾶσαν “ἐπιθυμίαν.” τὴν δὲ ἐπιθυμίαν κατειργάσατο, ἀπατήσασα, τουτέστι δελεάσασα· ἐργασαμένη δὲ τὴν ἐπιθυμίαν, ἀπέκτεινέ με. ἔστιν οὖν ἡ ἀπάτη αἰτία τῆς ἐπιθυμίας. ἡ δὲ ἐπιθυμία, τοῦ θανάτου· τὴν δὲ ἀπάτην εἰργάσατο διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία· ἵνα φανῇ τὸ ὑπερβάλλον τῆς κακίας αὐτῆς· διὰ τοῦ ἀγαθοῦ τὸ κάκιστον ἐργαζομένης.

Γενναδίου. “Ὥστε ὁ μὲν νόμος, ἅγιος· καὶ ἡ ἐντολὴ δικαία καὶ ἀγαθή. ὁ “μὲν,” σύνδεσμος, ἁπλῶς ἐνταῦθα παρέρριπται. νόμον δὲ καὶ ἐντολὴν, τὸ αὐτὸ εἰ βούλει εἰπέ. ἁγίαν μέντοι τὴν ἐντολὴν εἴρηκεν, ὡς τῆς ἁμαρτίας ἀπάγουσαν, καὶ διιστῶσαν καὶ ἀφορίζουσαν τοῦ κακοῦ· δικαίαν δὲ, ὡς μετὰ τοῦ δικαίου τιμῶσαν

179
τὲ ὑπακούοντας, καὶ κολάζουσαν παρακούοντας. ἀγαθὴν δὲ, ὡς ὁδηγοῦσαν τὲ πρὸς τὸ ἀγαθὸν, καὶ δι’ ἀγαθότητα δοθεῖσαν Θεοῦ· καὶ καῶν παρεκτικὴν, τῷ τε παρέχειν τὴν δ ιάγνωσιν, καὶ τῷ μείζονα πειθομένοις ὑπισχνεῖσθαι κατάστασιν.

Κυρίλλου. Εἴποις δ᾿ ἃν τὸν νόμον ἅγιον καὶ τὴν ἐντολὴν ἁγίαν καὶ δικαίαν καὶ ἀγαθήν· καὶ ὅτι ἀποφαίνει ἁγίους καὶ δικαίους τοὺς, οἵπερ ἃν ἕλοιντο φυλάττειν αὐτόν· καὶ ἀπαλλάσσει τῶν ἐκ παραβάσεως ἐγκλημάτων.

Χρυσοστόμου. Εἰ γὰρ καὶ ἀκάθαρτοι γεγόνασιν Ἰουδαῖοι μετὰ τὸν νόμον, καὶ ἄδικοι καὶ πλεονέκται· οὐ καταργεῖ τοῦτο τοῦ νόμου τὴν ἀρετήν· ὥσπερ τοῦ Θεοῦ τὴν πίστιν οὐκ ἀναιρεῖ, ἡ ἀπιστία ἀυτῶν.

Ωριγένουσ. Κἀνταῦθα δέ τις νόμον τὸν φυσικὸν ἀπέδωκεν. οὕτω λέγων· ὡς εἰ καὶ “ἡ ἁμαρτία ἀφορμὴν λαβοῦσα διὰ τῆς “ἐντολῆς ἐξηπάτησε,” καὶ διὰ τοῦτο ἀπέκτεινεν, οὐδὲν ἧττον τὴν ἀλήθειαν ὁμολογητέον· καὶ τὸν ἐγγεγραμμένον τῇ καρδίᾳ ὑπὸ τοῦ Θεοῦ νόμον ὡς ἅγιον ἀποδεκτέον. καὶ τὴν ἐντολὴν ὡς ἀγαθὴν καὶ ἐξ ἀγαθοῦ Θεοῦ ἐπαινετέον.

Θεοδωρήτου. Ἄλλος δὲ νόμον μὲν τὸν Μωσαϊκὸν εἶπεν· ἐντολὴν δὲ τὴν τῷ Ἀδὰμ δεδομένην. ἣν ἁγίαν μὲν προσηγόρευσεν, ὡς τὸ δέον διδάξασαν· δικαίαν δὲ, ὡς ὀρθῶς τοῖς παραβάταις τὴν ψῆφον ἐπενεγκοῦσαν. ἀγαθὴν δὲ, ὡς ζωὴν τοῖς φυλάττουσιν εὐτρεπίζουσαν.

Φωτίου. Σὺ δὲ ἁπλῶς δύνασαι ἅγιον τὸν νόμον εἰπεῖν· ὅτι ἐφύλαττεν ἀπὸ ἀκαθαρσίας τοὺς φυλάττοντας αὐτόν· δίκαιον, ὅτι τοὺς μὲν κατορθοῦντας, ἠμείβετο δωρεαῖς· τοῖς δὲ παραβαίνουσιν, ἐπετίθει τὰς τιμωρίας. ἀγαθὸν, ὅτι οὐχ ἡδόμενος ταῖς τιμωρίαις ἢ ὀργῇ χρώμενος ἐκόλαζεν· ἀλλὰ τῆς αὐτῶν ἕνεκεν σωτηρίας· καὶ ἔτι ὅτι μικρὰ κατορθοῦσι μέγαλα ἐχαρίζετο· καὶ ἁμαρτάνοντας περιεῖπε· καὶ οὐ κατ’ ἀξίαν τῶν πλημμελημάτων ἐκόλαζεν· αὐτὸς δὲ ταῦτα παραδραμὼν ἐκ τούτων συμπεραίνει ἅγιον καὶ δίκαιον καὶ ἀγαθὸν εἶναι τὸν νόμον ἢ τὴν ἐντολήν. ἐξ ἑνὸς μὲν, ὅτι ἐδίδαξέ με τὴν ἁμαρτίαν· καὶ ἐπέταξε φυγεῖν αὐτήν. ἐξ ἑτέρου ’δε, ὅτι κηδόμενος καὶ φροντίζων τοῦτο ἐποίησεν. ἅγιος

180
οὖν, ὅτι ἐδίδαξε, καὶ ἐπέταξε φυγεῖν ἀπὸ τῆς ἀκαθαρσίας. δίκαιος, ὅτι διδάξας οὕτω, τὴν τιμωρίαν τοὺς ἁμαρτάνοντας ἀπαιτεῖ· ἀγαθὸς δὲ, ὅτι καὶ ζωήν μοι προνοούμενος ταῦτα ἐπετέλει.