Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικὸς εἰμὶ, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν.

Χρυσοστόμου. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακά. καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη, τῆς ἐντολῆς ἐπιλαβομένη. καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη· καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν· λέγει καὶ τὸν λογισμὸν λοιπὸν καθ’ ὃν ταῦτα γέγονε· πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας· ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε· καὶ ὅτι ἐλθούσης αὐτῆς, ἡ ἁμαρτία ἔζησε· καὶ ὅτι δι’ αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινε e, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τίς εἶναι· πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν, μετὰ πολλῆς τῆς περιουσίας· οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον· καὶ τοῦτο, οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ’ ὡς κοινὴν εἰσφέρων ψῆφον· “οἴδαμεν γάρ,” φησι, “ὅτι ὁ νόμος πνευματικός “ἐστιν.” ὡς ἂν εἰ ἔλεγεν, ὅτι ὡμολογημένον τοῦτο καὶ δῆλον ἐστίν· ὅτι πνευματικός ἐστι. τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι f. ὁρᾷς ὅπως οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ’ ὑπερβολῆς ἁπάσης. πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν δείκνυσιν ἀρετῆς ὄντα, καὶ κακίας πολέμιον. [*](e In marg. a m. rec. ἵν᾿ οὖν μή. f In marg. a m. rec. καὶ τῶν γεγενημένων κακῶν ὑπεύθυνος.)

185
τοῦτο γάρ ἐστιν εἶναι πνευματικόν· τὸ, πάντων ἀπάγειν ὰμαρτημάτων· ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος· τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα. Θεοδρήτου. Ἢ πνευματικὸς ὁ νόμος, ὅτι θείῳ ἐγράφη πενύματι. ταύτης γὰρ μετέχων τῆς χάριτος, φησὶ, Μώσης, τὸν νόμον συνέγραψεν.

Κυρίλλου. Ἢ καὶ ὡς πνευματικοὺς ἀποτελῶν, τοὺς πειθομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀλλ’ ἑπόμενος τῆ θελήσει τοῦ Πνεύματος ἀμωμήτως.

Γενναδίου. Ἐπὶ πλέον οὖν τοῦ νόμου ὑπεραπολογούμενος, φησί· “ἐπίσταμαι ὅτι ὁ νόμος πνευματικός ἐστιν. ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν, ἀθανάτοις προσήκουσαν· ἀλλ’ ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν, καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα.

Κυρίλλου. Καὶ σαρκικὸς ὤν· ὡς τῷ τῆς σαρκὸς φρονήματι τυραννούμενος· ἑτέρου ὄντος τοῦ φρονήματος τῆς σαρκὸς, καὶ ἄλλου τοῦ πνεύματος. ἅπερ ἀντίκειται ἀλλήλοις· εἰ γὰρ καὶ ὁ νόμος πνευματικός ἐστι· τουτέστι τὰ τοῦ πνεύματος βούλεται· καὶ τὰ συμφέροντα ζητεῖ τῇ ψυχῇ· ἀλλ’ ἐγὼ τὰς τῆς σαρκὸς ἐπιθυμίας διώκων, σαρκικός εἰμι. οὐκ εἶπε δὲ ὑμεῖς οἱ τῷ νόμῳ χρώμενοι καὶ παραβαίνοντες. ἵνα μὴ τραχὺν καὶ ἐπαχθῆ ποιήσῃ τὸν λόγον. ἀλλ’ ἐγώ φησι, τὰ ἐκείνων, ἐφ’ ἑαυτοῦ σχηματίζων. καὶ ἐφεξῆς δὲ οὕτω ποιεῖ· τὸ τραχὺ καὶ σφοδρὸν ἐκλύων τῇ περὶ αὐτοῦ σχηματολογίᾳ.

Χρυσοστόμου. Ἢ τὸ, ἐγώ φησι, τὸν ἐν τῷ νόμῳ καὶ πρὸ τοῦ νόμου πολιτευόμενον ἄνθρωπον ὑπογράφων νῦν.

Θεοσωρήτου. Καὶ ὅλως, τὸν πρὸ τῆς χάριτος ἄνθρωπον εὶσάυων, πολιορκούμενον ὑπὸ τῶν παθῶν· σαρκικὸν γὰρ καλεῖ τὸν μηδέπω τῆς πνευματικῆς ἐπικουρίας τετυχηκότα· τὸ δὲ “πεπρα- “μένος ὑπὸ τὴν ἁμαρτίαν,” διὰ τῆς προφητικῆς νοήσομεν χρήσεως. “ἰδοὺ,” φησὶ, “ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε·” τοῦτο καὶ ἐνταῦθα φησί· ηὐτομόλησα πρὸς τὴν ἁμαρτίαν· καὶ ἐμαυτὸν αὐτῇ πέπρακα· ἐκδεδομένος ὥσπερ εἰς πταίσματα.