Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, φανερωθέντος δὲ νῦν, διὰ γραφῶν προφητικῶν, κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ, εἰς ὑπακοὴν πίστεως, εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, μόνῳ σοφῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ, αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Χρυσοστόμου. Κατὰ τὸ οἰκεῖον ἔθος, κἀνταῦθα ὁ Παῦλος εἰς εὐχὴν καὶ δοξολογίαν κατακλείει τὴν παραίνεσιν. ἡ δὲ ἀκολουθία αὕτη ἐστί. τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι, δόξα εἰς τοὺς αἰῶνας ἀμήν. πάλιν γὰρ ἐκείνων ἔχεται τῶν ἀσθενῶν, καὶ πρὸς αὐτοὺς τρέπει τὸν λόγον. ὅτε μὲν γὰρ ἐπετίμα, κοινὴν ἐποιεῖτο τὴν ἐπιτίμησιν· νυνὶ δὲ εὐχόμενος, ὑπὲρ τούτων τίθησι τὴν ἱκετηρίαν. εἰπὼν δὲ “ στηρίξαι, ” ἐπάγει, κατὰ ποῖον τρόπον, “ κατὰ τὸ εὐαγ- “ γέλιόν μου.” τοῦτο δὲ δηλοῦντος ἦν, ὅτι οὔπω ἦσαν βεβαιωθέντες, ἀλλ’ εἱστήκεισαν μὲν, ἐσαλεύοντο δέ. εἶτα ποιῶν τὸν λόγον ἀξιόπιστον, ἐπήγαγε, “ καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ.” τουτέστιν, ὃ αὐτὸς ἐκήρυξεν. εἰ δὲ αὐτὸς ἐκήρυξεν, οὐχ ἡμέτερα τὰ δόγματα, ἀλλ’ ἐκείνου οἱ νόμοι. φιλοσοφῶν δὲ λοιπὸν καὶ περὶ τοῦ κηρύγματος, δείκνυσιν ὅτι πολλῆς εὐεργεσίας τοῦτο δῶρον,

491
καὶ πολλῆς τιμῆς. καὶ πρῶτον μὲν, ἀπὸ τοῦ καταγγείλαντος τοῦτο κατασκευάζει. ἔπειτα καὶ ἀπ’ αὐτῶν τῶν καταγγελθέντων. εὐαγγελία γὰρ ἦν. πρὸς τούτοις, ἀπὸ τοῦ μηδενὶ γνωρίσαι πρὸ ἡμῶν. τοῦτο γοῦν ἠνίξατο εἰπὼν, ἴ’ κατὰ ἀποκάλυψιν μυστηρίου,” ὅπερ μεγίστης φιλίας σημεῖον ἐστι, τὸ μυστηρίων ποιεῖν κοινωνοὺς, καὶ μηδένα πρὸ ἡμῶν εἰδέναι. “ χρόνοις,” φησὶν, “ αἰωνίοις “ σεσιγημένου, φανερωθέντος δὲ νῦν.” πάλαι μὲν γὰρ προώριστο. ἐφάνη δὲ, νῦν. πῶς ἐφάνη; “ διὰ γραφῶν προφητικῶν.” καὶ ἐνταῦθα πάλιν τὸν φόβον ἐκλύει τοῦ ἀσθενοῦς. τί γὰρ δέδοικας, μὴ ἀποστῇς τοῦ νόμου; τοῦτο βούλεται ὁ νόμος. τοῦτο ἄνωθεν προὔλεγεν. εἰ δὲ ἐξετάζεις διατί νῦν ἐφανερώθη, οὐκ ἀσφαλὲς πρᾶγμα ποιεῖς, μυστήρια Θεοῦ περιεργαζόμενος, καὶ εὐθύνας ἀπαιτῶν. οὐδὲ γὰρ πολυπραγμονεῖν τὰ τοιαῦτα δεῖ, ἀλλὰ ἀγαπᾶν καὶ στέργειν. διὸ καὶ αὐτὸς ἐπιστομίζων τὴν τοιαύτην γνώμην, ἐπήγαγε, “ κατ’ “ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ εἰς ὑπακοὴν πίστεως.” ὑπακοῆς γὰρ ἡ πίστις δεῖται, οὐ πολυπραγμοσύνης, καὶ ὅταν ὁ Θεὸς ἐπιτάττῃ, πείθεσθαι, οὐ περιεργάζεσθαι χρή εἶτα καὶ ἑτέρωθεν αὐτοὺς παραθαρρύνει· λέγων, “ εἰς πάντα τὰ ἔθνη γνωριαθέντος.” οὐ γὰρ σὺ μόνος, ἀλλ’ ἡ οἰκουμένη πᾶσα αὐτῷ πιστεύει· οὐκ ἄνθρωπον ἀλλὰ Θεὸν λαβοῦσα διδάσκαλον. διὸ καὶ ἐπήγαγε, “ διὰ Ἰησοῦ Χριστοῦ.” οὐκ ἐγνωρίσθη δὲ μόνον, ἀλλὰ καὶ ἐβεβαιώθη. ἀμφότερα δὲ αὐτοῦ ἔργα. διὸ καὶ οὕτως ἀναγνωστέον. “ τῷ δὲ δυναμένῳ ὑμᾶς στη- “ ρίξαι, διὰ Ἰησοῦ Χριστοῦ.” καὶ γὰρ ὅπερ εἶπον, ἀμφότερα αὐτῷ ἀνατίθησι. μᾶλλον δὲ οὐκ ἀμφότερα μόνον, ἀλλὰ καὶ τὴν δόξαν τὴν εἰς τὸν Πατέρα. διὸ καὶ ἔλεγεν. “ ᾧ ἡ δόξα εἰς τοὺς “ αἰῶνας. ἀμήν.” δοξάζει δὲ πάλιν, τὸ ἀκατάληπτον τῶν μυστηρίων τούτων ἐκπληττόμενος. οὐδὲ γὰρ νῦν ὅτε ἐφάνη λογισμοῖς αὐτὰ καταλαβεῖν δυνατὸν, ἀλλὰ διὰ πίστεως ἐπιγνῶναι χρή. ἄλλως γὰρ οὐκ ἔνι. καὶ καλῶς εἶπε, “ μόνῳ σοφῷ Θεῷ·” ὅταν γὰρ ἐννοήσῃς, πῶς τὰ ἔθνη εἰσήγαγε, καὶ ἀνεκέρασε τοῖς πάλαι κατωρθωκόσι, πῶς ἀπεγνωσμένους ἔσωσε, τότε γνώσῃ τὴν σοφίαν, ὅταν ἴδῃς, ὃ μήτε ἄγγελοι, μήτε ἀρχάγγελοι ᾔδεσαν, τοῦτο ἐξαίφνης μεμαθηκότας τοὺς ἐξ ἐθνῶν διὰ Ἰησοῦ Χριστοῦ ὅταν δὲ ἀκούσῃς αὐτοῦ λέγοντος “ μόνῳ σοφῷ Θεῷ,” μὴ πρὸς ἀθέτησιν τοῦτο ’τον Υἱοῦ νόμιζε λέγεσθαι. εἰ γὰρ ἅπαντα ἀφ’ ὧν ἡ σοφία
492
αὐτοῦ δείκνυται, διὰ Χριστοῦ γέγονεν, εὔδηλον ὅτι καὶ τὰ τῆς σοφίας ἰσα. τίνος οὖν ἕνεκεν “ μόνω,” εἴρηκε; πρὸς ἀντιδιαστολὴν τῆς κτίσεως ἁπάσης.

Γρηγορίου τοῦ Θεολόγου ἐκ τοῦ περὶ υἱοῦ β' λόγου. Εἰ γὰρ τὸ, “ μόνῳ σοφῷ Θεῷ,” ἣ τὸ, “ μόνῳ ἔχοντι ἀθανασίαν, φῶς “ οἰκοῦντι ἀπρόσιτον,” ἣ “ βασιλεῖ τῶν αἰώνων ἀφθάρτῳ, ἀοράτῳ. “ μόνῳ σοφῷ Θεῷ,” καὶ ὅσα τοιαῦτα, νοήσεις ὡς πρὸς τὸν Υἱὸν ἀντιδιηρημένα, καὶ μὴ κατὰ κοινοῦ τῆς θεότητος εἰρημένα, ἐπ’ ἀναιρέσει τῶν οὐκ ὄντων μὲν θεῶν, λεγομένων δὲ, οἰχήσεταί σοι θάνατον κατακριθεὶς ὁ Υἱός· ἢ σκότος, ἣ τὸ μὴ σοφὸς εἶναι, μὴ δὲ βασιλεὺς, μὴ δὲ ἀόρατος, μηδόλως Θεὸς, ὁ τῶν εἰρημένων κεφάλαιον. εἰ δὲ μὴ πείθῃ, τί φήσεις πρὸς τοὺς λέγοντας, ἑτέρωθι, τὸν Υἱὸν μόνον εἰρῆσθαι Θεὸν, κατὰ τὰς σὰς ὑποθέσεις. ἐν τίσι τοῖς ῥήμασιν; ἐν ἐκείνοις, “ οὗτος σοῦ Θεός. καὶ οὐ λο- “ γισθήσεται ἕτερος πρὸς αὐτόν.” καὶ μετ’ ὀλίγα—μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. ὅτι μὲν γὰρ οὐ περὶ τοῦ Πατρὸς, ἀλλὰ περὶ τοῦ Υἱοῦ τὸ λεγόμενον, ἡ προσθήκη σαφῶς παρίστησιν. οὗτος γάρ ἐστιν ὁ σωματικῶς ὁμιλήσας ἡμῖν, καὶ μετὰ τῶν κάτω γενόμενος. οὐδὲ νικήσειε κατὰ τοῦ Πατρὸς λέγεσθαι τοῦτο. μὴ τῶν νομιζομένων Θεῶν, ἡττήμεθα τὸν Πατέρα δι’ ὧν τοῦ Υἱοῦ κατεσπουδάκαμεν. τι τῆς νίκης ταύτης γένοιτ’ ἃν ἀθλιώτερον ἢ ζημιωδέστερον;

Θεοδωρήτου. Εἰ δὲ καὶ μετὰ ταῦτα εἴποιεν τινὲς, ὅτι μόνος σοφὸς ὁ Θεὸς ὀνομάζεται καὶ Πατὴρ, μανθανέτωσαν ὅτι ὁ δεσπότης Χριστὸς, οὐ μόνον σοφὸς, ἀλλὰ καὶ σοφία καλεῖται. εἰ δὲ ταύτῃ νομίζουσι τῆς τοῦ σοφοῦ προσηγορίας ἀποστερεῖν τον Τιον, μὴ δὲ ἀθάνατον αὐτὸν καλείτωσαν. ὁ γὰρ Ἀπόστολος οὗτος περὶ τοῦ Θεοῦ φησὶν, “ ὁ μόνος ἔχων ἀθανασίαν.”

Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Πόλλα δὲ καὶ ἄλλα προσεῖναι λέγεται μόνῳ τῷ Πατρὶ πλεονεκτήματα. λέγει γάρ που καὶ ἀλλαχοῦ Παῦλος, “ ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ.” καὶ εἰ τούτων ἔσται γυμνὸς ὁ Υἱὸς, οὔτε ἄφθαρτος, οὔτε ἀόρατος, οὔτε σοφὸς ἔσται. ἀλλ’ ἔχει τὴν ἀσέβειαν ἄμετρόν τινα τὸ οὕτως ἐννοεῖν. πῶς γὰρ ἔσται φθαρτὸς ὁ τῆς ἀφθαρσίας χορηγός; ἣ πῶς ὁραθήσεται Θεοῦ φύσις; ἢ πῶς ἄσοφον εἶναι νομιοῦμεν τὸν

493
“ Υἱὸν, περὶ οὗ γέγραπται, ὅτι “ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφίᾳ “ ἐστίν;” ὥρα γὰρ λέγειν ἄσοφον εἶναι καὶ τὴν σοφίαν τοῦ Θεοῦ. οὐκοῦν οὐκ ἀποστερήσει τὸν Υἱὸν τοῦ εἶναι ταῦτα φυσικῶς, ἅπερ ἃν λέγοιτο καὶ ὁ Πατὴρ, εἰ καὶ ἐπ’ αὐτοῦ μόνου τάττοιτο. φθάσει γὰρ πάλιν ἐπὶ τὸν ἐξ αὐτοῦ προσελθόντα Λόγον πάντα τὰ αὐτῷ προσόντα φυσικῶς τε καὶ ἀναγκαίως.

Σὺ οὖν ἔχεις κἀνταῦθα τὴν τριάδα συναπτομένην. διὰ μὲν τοῦ, “ σοφῷ Θεῷ,” τὸν Πατέρα. διὰ δὲ τοῦ Ἰησοῦ Χριστοῦ, δηλονότι τὸν Υἱόν. διὰ δὲ τοῦ, “ κατ’ ἐπιταγὴν τοῦ αἰωνίου Θεοῦ,” τοὺς προφήτας προφητεῦσαι τὸ Πανάγιον Πνεῦμα. καὶ ὅρα τῆς ὑψηλῆς καὶ ὡς ἀληθῶς οὐρανοδρόμου διανοίας τοῦ Παύλου τὸ ὀξυδερκές. ἐπεὶ γὰρ ὡς ἐπίπαν, τὸ μὲν σοφὸν εἶναι τὸ Πνεῦμα, οὐ προσίστασι. τὸ δὲ ἄχρονον εἶναι προσίσταται τοῖς πολλοῖς, συνῆψε ταῦτα καὶ ἤμειψε. καὶ τὸ μὲν, ὃ προσέστη ἄν τισιν, εἰ μὴ Παῦλος ἐβόα, τίθησι ἐπὶ τοῦ Πνεύματος, αἰώνιον Θεὸν καλῶν. τὸ δὲ, ὃ καὶ μὴ μαρτυροῦντος εὔληπτον νομίζειν ἐπὶ τοῦ Πνεύματος, τοῦτο τίθησι μὴ δεδιὼς ἐπὶ τοῦ Πατρὸς, σοφὸν ἀποκαλῶν. οὐ δεδίει, μή τις ἀφέλῃ τῶν πολλῶν, ἣ τὸ σοφὸν ἀπὸ τοῦ Πνεύματος, ἣ τὸ αἰώνιον ἀπὸ τοῦ Πατρός. τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Υἱοῦ. τὸ γὰρ, “ χρόνοις αἰωνίοις σεσιγημένου,” καὶ τὸ, “ φανερωρθέντος,” τὸ ἄχρονον κυρύσσει τοῦ Υἱοῦ. περὶ ὃ προσκόπτειν ἔμελλον τινὲς τοῦτο θεραπεύειν. ὥσπερ οὖν ῥηθέντος καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος αἰωνίου, καὶ τὸν Πατέρα αἰώνιον ἡ ἀκολουθία δίδωσι νοεῖν, οὕτω σοφοῦ ῥηθέντος τοῦ Πατρὸς, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα, εἰκότως ἐν ἀρρήτῳ καὶ θεοπρεπεῖ σοφίᾳ νοηθεῖεν ἄν. καὶ οὔτε τὸ αἰώνιον τοῦ Πατρὸς ἀφαιρεθείη, οὔτε τὸ σοφὸν τοῦ Πνεύματος ἢ τοῦ Υἱοῦ ἀποστερεθείη. καὶ τὸ εἰπεῖν δὲ τὸν θεῖον Παῦλον ἐπὶ τοῦ Πατρὸς, ἐνταῦθα σοφῶς συνάψαντα, τὸ, “ μόνῳ,” τῆς ὡς ἀληθῶς ἦν τοῦ Πνεύματος σοφίας, καὶ τῆς ἐκεῖθεν χορηγουμένης Παύλου διανοίας. ἐν τούτῳ γὰρ τέθεικε τὸ, “ μόνῳ,” ἐν ᾧ πᾶσιν ἐστὶν ἀναμφίβολον καὶ τοῖς λίαν φιλονείκοις, ὅτι ὁ Υἱὸς καὶ τὸ Πνεῦμα οὐκ ἀπεστέρηται τοῦτον. τί τοῦτο ποιήσας; ἵνα ἐν οἷς ἃν ἑτέροις θεοπρεπέσι νοήμασι καὶ ὀνόμασι, τὸ μόνον ἐπισυναπτόμενον ἀκούσῃς, μὴ πρὸς ἀντιδιαστολὴ, τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τὴν φωνὴν ἐκλάβοις, ἀλλὰ πρὸς

494
ἀντιδιαστολὴν μὲν τῶν ἄλλων ἁπάντων· ἕνωσιν δὲ καὶ συνάφειαν τῆς μοναρχικῆς τριάδος. ὁ γὰρ ἐνταῦθα τοῦτο νοεῖν φανερῶς ὑποτιθεὶς, καὶ ἐπὶ τῶν παραπλησίων τὴν αὐτὴν ὑπόληψιν ἔχειν διακελεύεται. ἤκουσας σοφὸν τὸν Πατέρα; καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συνεξάκουσον σοφόν. αἰώνιον εἰπον τὸν Υἱὸν ἣ τὸ Πνεῦμα; καὶ τὸν Πατέρα μοι οὕτω νόησον. βασιλέα εἷπον τὸν Πατέρα· δυνατόν· ἐξουσιαστήν· καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα οὕτω δοξάζειν σε χρή. μόνον δὲ εἶπον· καλῶς. ἵνα τῇ μοναδικῇ τριάδι συντηρήσω τὸ ἐξαίρετον. οὐχ ἵνα σχίσας αὐτὴν, ἀφαιρήσω τὸ ἀξίωμα. μόνον ὅταν συνάψω, τἄλλα πάντα διαστέλλω. ἐκείνην δὲ μᾶλλον διὰ τοῦ, μόνον, ἑνοποιῶ. τῆς φυσικῆς σχέσεως οὐ μερίζων τὸ ἀδιάστατον, ἀλλὰ καὶ συσφίγγων τὴν ἑνότητα.

Δ(??) (sic). Χρὴ δὲ γινώσκειν ὅτι τὸ τοῦ αἰῶνος ὄνομα, πολύσημόν ἐστι. πλεῖστα γὰρ σημαίνει. αἰὼν γὰρ λέγεται καὶ ἡ ἑκάστου ζωή. λέγεται πάλιν αἰὼν καὶ ὁ τῶν χιλίων ἐτῶν χρόνος. πάλιν λέγεται αἰὼν, ὅλος ὁ παρὼν βίος. καὶ αἰὼν, ὁ μέλλων· ὁ μετὰ τὴν ἀνάστασιν ἀτελεύτητος. λέγεται πάλιν αἰὼν, οὐ χρόνος. οὐδὲ χρόνου τί μέρος, ἡλίου φορᾷ καὶ δρόμῳ μετρούμενον, ἤγουν δι’ ἡμερῶν καὶ νυκτῶν συνιστάμενον, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀϊδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. ὅπερ γὰρ τοῖς ὑπὸ χρόνον ὁ χρόνος, τοῦτο τοῖς ἀιδίοις αἰών. λέγονται μὲν οὑν ἔπτα αἰῶνες του κόσμου τούτου· ἤγουν ἄπο τῆς οὐράνου καὶ γῆς κτίσεως, μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας τὲ καὶ ἀναστάσεως. ὄγδοος δὲ αἰὼν, ὁ μέλλων πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως, ὅτε οὐδὲ ὁ ἥλιος ἦν, διαιρῶν ἡμέραν ἀπὸ νυκτὸς, οὐκ ἢν αἰὼν μεριστὸς, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις, οἱονεὶ χρονικὸν κίνημα καὶ διάστημα. καὶ κατὰ μὲν τοῦτο, εἷς αἰών ἐστι. καθὸ καὶ λέγεται ὁ Θεὸς αἰώνιος καὶ προαιώνιος. καὶ αὐτὸν γὰρ τὸν αἰῶνα αὐτὸς ἐποίησε. μόνος γὰρ ἄναρχος ὣν ὁ Θεὸς, πάντων αὐτός ἐστι ποιητὴς, τῶν τε αἰωνίων καὶ πάντων τῶν ὄντων. λέγονται δὲ αἰῶνες αἰώνων, καθότι οἱ τοῦ παρόντος κόσμου ἑπτὰ αἰῶνες, πολλοὺς αἰῶνας, ἤγουν ζωὰς περιέχουσιν ἀνθρώπων. καὶ ὁ αἰὼν ὁ εἷς, ὃς πάντων τῶν αἰώνων ἐστὶ περιεκτικός. καὶ αἰὼν

495
αἰῶνος λέγεται, ὁ νῦν καὶ ὁ μέλλων. αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις, τὸ ἀτελεύτητον τοῦ μέλλοντος δηλοῖ. οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται. ἔσται δὲ μᾶλλον μία ἡμέρα ἀνέοπερος, τοῦ ἡλίου τῆς δικαιοσύνης, τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος. τοῖς δὲ ἁμαρτωλοῖς, νὺξ βαθεῖα ἀπέραντος. πάντων οὖν τῶν αἰώνων εἰς ποιητὴς, ὁ Θεὸς, ὁ καὶ πάντα δημιουργήσας· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.

Θεοδωρήτου ἐκ τῶν περὶ αἱρέσεωσ. Βαλεντῖνος δὲ καὶ Σεκουνδῖνος, καὶ Μάρκος, καὶ οἱ ἐκείνων διάδοχοι, παμπόλλους αἰῶνας τοῦ δημιουργοῦ πρεσβυτέρους εἶναι φασί. οὐκ ἐκ τῶν θείων λογίων τοῦτο μεμαθηκότες, ἀλλ’ αὐτοὶ τοὺς μύθους συμπλάσαντες. καὶ οὐ συνεῖδον οἱ ἐμβρόντητοι, ὡς ὁ αἰὼν, οὐκ οὐσία τίς ἐστιν ὑφεστῶσα, ἀλλὰ διάστημά τι χρόνου δηλωτικόν. ποτὲ μὲν ἀπείρου, ὅταν περὶ Θεοῦ λέγηται· ποτὲ δὲ τῇ κτίσει συμμέτρου· ἄλλοτε δὲ τῇ ἀνθρωπίνῃ ζωῇ. περὶ γὰρ ἡμῶν φησι ὁ θεῖος Δαβὶδ, “ ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.” περὶ δὲ τῆς κτίσεως ὁ Κύριος λέγει, “ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας “ τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.” περὶ δὲ Θεοῦ τῶν ὅλων πάλιν ὁ μακάριος Δαβὶδ, “ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ “ αἰῶνος σὺ εἶ.” ἀντὶ τοῦ, οὔτε ἀρχὴν οὔτε πέρας ἔχεις. καὶ ἐπειδὴ ὁ αἰὼν διάστημά τι δηλοῖ· ἵνα μή τις ἀνοήτως ὑπολάβῃ, μὴ εἶναι πρὸ τῶν αἰώνων τὸν τῶν ὅλων Θεὸν, ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς ἔφη προφήτης, “ εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει “ αὐτοὺς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.” διάτοι τοῦτο καὶ τῶν αἰώνων ποιητὴν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ μακάριος εἴρηκε Παῦλος. “ ἐκάλησε γὰρ ὑμᾶς ἐν Υἱῷ,” φησὶν, “ ὃν ἔθηκε κληρο- “ νόμον πάντων. δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.” τὸ δὲ ἐποίησεν, οὐκ οὐσίαν αἰώνων δηλοῖ, ἀλλ’ ὅτι οὐδεὶς τοῦ Θεοῦ τῶν ὅλων πρεαβύτερος. καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησὶ, “ τῷ δὲ βασιλεῖ τῶν “ αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς “ τοὺς αἰῶνας, ἀμήν.” οὐκ ἐνυποστάτους τινὰς εἶναι διδάσκων αἰῶνας, ἀλλ’ αἰώνιον τοῦ Θεοῦ κηρύττων τὴν βασίλειαν. καὶ πάλιν ὁ αὐτὸς λέγει Ἀπόστολος, “ σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. “ ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων.” εἰ δὲ τὸ τῆς οἰκονομίας μυστήριον, τῶν αἰώνων, κατὰ τὸν θεῖον ὅρον, πρεσβύτερον, ἀσε-

496
βείας ἐσχάτης τὸ τὸν τῶν ὅλων Θεὸν, νεώτερον τῶν αἰώνων ἀποκαλεῖν.