Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Μακάριος ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ὁ δὲ διακρινόμενος, ἐὰν φάγῃ, κατακέκριται, ὅτι οὐκ ἐκ πίστεως. πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.

Χρτσοστόμου. Πἀλιν τὸν ἀσθενέστερον πλήττει, καὶ δίδωσι τῷ τελειοτέρῳ ἀρκοῦντα στέφανον τὸν τοῦ συνειδότος. κἂν γὰρ ἄνθρωπος μὴ ἴδῃ, ἀρκεῖς σὺ σαυτῷ τῷ εἰς τὸ γενέσθαι μακάριος. ἐπειδὴ γὰρ εἶπε, καθ’ ἑαυτὸν ἔχε, ἵνα μὴ νομίσῃ μικρὸν τὸ δικαστήριον τοῦτο, λέγει, τῆς οἰκουμένης σοι τοῦτο βέλτιον. κἂν πάντες σου κατηγορῶσι, σὺ δὲ σαυτὸν μὴ κατακρίνῃς, μὴ δὲ τὸ συνειδὸς ἐπιλάβηται, μακάριος εἶ. οὐχ ἁπλῶς δὲ περὶ πάντων λέγων, τοῦτο τέθεικεν. εἰσὶ γὰρ πολλοὶ μὴ κατακρίνοντες ἑαυτοὺς, καὶ σφόδρα πλημμελοῦντες, οἳ πάντων εἰσὶν ἀθλιώτεροι. ἀλλὰ τῆς προκειμένης τέ ὡς ὑποθέσεως ἔχεται, τὸ δὲ, “ ὁ δὲ διακρινόμε- “ νος, ἐὰν φάγῃ, κατακέκριται,” πάλιν πρὸς τὸν ὑγιαίνοντα λέγει, παρακαλῶν αὐτὸν φείσασθαι τοῦ ἀσθενεστέρου. τί γὰρ ὄφελος, ἐὰν φάγῃ διακρινόμενος, καὶ κατακρίνῃ ἑαυτόν ; ἐγὼ γὰρ ἐκεῖνον ἀποδέχομαι τὸν καὶ ἐσθίοντα καὶ μὴ μετὰ ἀμφιβολίας. ὁρᾷς πῶς αὐτὸν ἐνάγει, οὐκ εἰς τὸ φαγεῖν μόνον, ἀλλὰ καὶ εἰς τὸ, καθαρῷ συνειδότι φαγεῖν; εἶτα φησὶν, καὶ τὴν αἰτίαν δι’ ἣν κατακέκριται. ὅτι οὐκ ἐκ πίστεως. οὐκ ἐπειδὴ ἀκάθαρτον· οὐ γὰρ ἐπίστευσεν ὅτι καθαρόν ἐστιν, ἀλλ’ ὡς ἀκαθάρτου ἥψατο. διὰ δὲ τούτων, δείκνυσιν αὐτοῖς καὶ τὴν βλάβην ὅσην ἐργάζονται, ἀναγκάζοντες καὶ μὴ πείθοντες ἅπτεσθαι τῶν τέως δοκούντων αὐτοῖς ἀκαθάρτων εἶναι. ἵνα κἂν διὰ τοῦτο ἀπόσχωνται τοῦ ἐπιπλήττειν. εἶτα κατὰ ἀπόφασιν, “ πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως, ἁμαρτία ἐστίν.” ὅταν γὰρ μὴ θαρρῇ, φησὶν, μὴ δὲ πιστεύῃ ὅτι καθαρὸν, πῶς οὐχ ἥμαρτε; ταῦτα δὲ πάντα περὶ τῆς προκειμένης ὑποθέσεως εἴρηται τῷ Παύλῳ, οὐ περὶ πάντων.

Θεοδωρήτου. Διὰ τούτων γε μὴν αἰνίττεται ὁ λόγος, ὡς οἱ ἐξ ἐθνῶν πεπιστευκότες, καὶ ἐβιάζοντο τοὺς Ἰουδαίους μεταλαμβάνειν ὧν οὐκ ἠβούλοντο. διδάσκει τοίνυν ὡς ὁ μὲν πιστεύων,

490
οὐδεμίαν ἐκ τῆς μεταλήψεως δέξεται βλάβην. ὁ δὲ μετά τινος διακρίσεως ἐσθίων, ὡς ἀκαθάρτου μεταλαμβάνει. διὸ μακαρίζει τὸν μὴ κρίνοντα ἑαυτὸν, τουτέστι, μὴ διακρινόμενον.

Γενναδίου. Ἐν τούτοις δὲ καὶ ἀντιπίπτων, ἔοικε λύειν. ὡς γάρ τινος εἰπόντος, ἆρα γε ἃν διὰ τὸν ἀσθενῆ, οὐδὲ ἐγὼ φάγω, οὐ γίνομαι αὐτῷ ὅμοιος; μονονουχὶ λέγει μὴ γένοιτο μη γὰρ σου ἐνώπιον Θεοῦ ἀκίβδηλος μένει. καὶ οὐ μόνον οὐδὲν παραβλάπτῃ ἐκ τούτου, ἀλλὰ καὶ μακαρισμὸν προξενεῖς σεαυτῷ, ἐὰν διὰ τὴν τοῦ ἀδελφοῦ σωτηρίαν οὐκ ἐσθίῃς. ” μακάριος γάρ,” φησιν, “ ὁ μὴ κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. ” τουτέστιν, ὁ ἔχων τὸ συνειδὸς μαρτυροῦν αὐτῷ, οὐκ ἐν τούτῳ μόνῳ ἐν ᾧ διὰ τὴν σωτηρίαν τοῦ ἀδελφοῦ ἀπέχεται βρωμάτων, ἀλλὰ καὶ ἁπλῶς ἐν παντὶ πράγματι, ὃ ἂν διὰ δοκιμῆς ἀκριβοῦς κατανοήσῃ, ὅτι ἀγαθόν ἐστιν· ἔπειτα πράττῃ αὐτὸ, τὴν συνείδησιν ἔχων μαρτυροῦσαν.