Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν, ἕκαστος ἤμων τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομήν. καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν, ἀλλὰ καθὼς γέγραπται, οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ’ ἐμὲ.

Χρυσοστόμου. Ἀποδοὺς τὴν δοξολογίαν, πάλιν ἀπὸ τῆς εὐχῆς, ἐπὶ παραίνεσιν χωρεῖ. πρὸς τοὺς ἰσχυροτέρους τρέπων τὸν λόγον, καὶ λέγων, “ ὀφείλομεν ἡμεῖς.” οὐ χαριζόμεθα. τι ὀφείλομεν; “ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν.” εἶδες πῶς ἐπῆρεν αὐτοὺς τοῖς ἐγκωμίοις; οὐχὶ τῶν δυνατοὺς μόνον εἰπεῖν, ἀλλὰ καὶ τῶ μεθ’ ἑαυτοῦ τάξαι ἐκείνους; οὐ ταύτῃ δὲ μόνῳ, ἀλλὰ καὶ τῷ χρησίμῳ αὐτοὺς ἐπισπᾶται ἀνεπαχθῶς. σὺ μὲν γὰρ δυνατὸς εἶ, φησιν, καὶ καταβαίνων οὐδὲν βλάπτῃ. ἐκείνῳ δὲ περὶ τῶν ἐσχάτων ὁ κίνδυνος, ἐὰν μὴ διαβαστάζηται. καὶ οὐκ εἶπε τοὺς ἀσθενεῖς, ἀλλὰ “ τὰ ἀσθενήματα τῶν ἀδυνάτων.” εἰς ἔλεον αὐτὴν ἐπισπώμενος. δυνατὸς γέγονας; ἀπόδος τῷ Θεῷ τὴν ἀμοιβὴν, τῷ ποιήσαντί σε τοιοῦτον. ἀποδώσεις δὲ, τὴν ἀσθένειαν τοῦ ἀρρώστου διορθούμενος. καὶ γὰρ ἡμεῖς ἀσθενεῖς ἦμεν, ἀλλ’ ὑπὸ τῆς χάριτος ἐγενόμεθα δυνατοί. τοῦτο δὲ καὶ ἐνταῦθα δεῖ ποιεῖν, καὶ ἐπὶ τῶν ἄλλων ἀσθενῶν· οἷον, ἃν ἀκρόχολος ᾖ τις, ἃν ὑβριστὴς, ἃν ἄλλο τι τοιοῦτον ἔχῃ ἐλάττωμα, διαβάσταζε.

Ἐκ τῶν ἀεκητικῶν. Βαστάζειν δὲ ἐστὶ, τὸ αἴρειν καὶ θεραπεύειν. κατὰ τὸ γεγραμμένον, “ ὅτι αὐτὸς τὰς ἀσθενείας ἡμῶν “ ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν.” οὐκ ἐν τῶ εἰς ἑαυτὸν ἀποδέχεσθαι ταύτας, ἀλλ’ ἐπὶ τῷ τοὺς πάσχοντας θεραπεύειν. καὶ ἐνταῦθα ὁ τῆς μετανοίας τρόπος καὶ λόγος ἐφαρμόσει, δι’ οὗ θεραπευθήσονται ἐκ τῆς τῶν ἀρρενωπῶν ἐπιμελείας, οἱ ἀδύνατοι.

Χρυσοστόμου. Εἰπὼν δὲ “ ὀφείλομεν βαστάζειν,” ἐπήγαγε, “ καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν, πρὸς οἰκοδομήν. ὃ δὲ λέγει, τοῦτό ἐστι. δυνατὸς εἶ; λαμβανέτω σου πεῖραν τῆς δυνάμεως ὁ ἀσθενής. ἐκεῖνος

497
μανθανέτω σου τὴν ἰσχύν. ἐκείνῳ ἄρεσον. καὶ οὐχ ἁπλῶς εἶπεν ἄρεσον, ἀλλ’ εἰς τὸ ἀγαθόν. καὶ οὐδὲ ἁπλῶς εἰς τὸ ἀγαθόν. ἵνα μὴ λέγῃ ὁ τέλειος, ἰδοὺ γὰρ εἰς τὸ ἀγαθὸν ἕλκω, ἀλλὰ προσέθηκε, “ πρὸς οἰκοδομήν.” ὥστε κἂν πλουτῇς, κἂν ἐν δυναστείᾳ ᾖς, μὴ σαυτῷ, ἀλλὰ τῷ πένητι καὶ τῷ δεομένῳ ἄρεσκε. καὶ παρὰ πάντων τοῦτο ἀπαιτεῖ. οὐ γὰρ εἶπεν ὁ δεῖνα καὶ ὁ δεῖνα, ἀλλ’ “ ἕκαστος ἡμῶν·” εἶτα ἐπειδὴ μέγα ἐπέταξε, καὶ τῆς οἰκείας ἐκέλευσε καθυφεῖναι τελειότητος, εἰς τὸ διορθῶσαι τὴν ἑτέρου ἀσθένειαν, πάλιν τὸν Χριστὸν εἰς μέσον ἄγει λέγων, “καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν.” ὅπερ καὶ ἀεὶ ποιεῖ, ὅταν εἴς τι προτρέπηται ἀγαθόν. τί δέ ἐστιν “ οὐχ ἑαυτῷ ἤρεσεν ” ἐξῆν αὐτῷ μὴ ὀνειδισθῆναι, ἐξῆν μὴ παθεῖν ἃ ἔπαθεν. εἰ γὰρ ἤθελεν, ἐσκόπει ἃν τὸ ἑαυτοῦ. ἀλλ’ ὅμως, οὐκ ἠθέλησεν· ἀλλὰ τὸ ἡμέτερον σκοπήσας, τὸ ἑαυτοῦ παρεῖδε. καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, ἑαυτὸν ἐκένωσεω; ὅτι οὐ τοῦτο ἐβούλετο δεῖξαι μόνον, ὅτι ἄνθρωπος γέγονεν, ἀλλ’ ὅτι καὶ ὑβρίσθη, καὶ πονηρὰν παρὰ πολλοῖς ἔλαβε δόξαν, ἀσθενὲς εἰναι νομισθείς. “ εἰ γὰρ υἱὸς εἶ τοῦ Θεοῦ,” φησιν, “ κατά- “ βῆθι ἀπὸ τοῦ σταυροῦ.” καὶ, “ ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται “ σῶσαι.” διὸ πράγματος ἐμνημόνευσεν, εἰς τὴν παροῦσαν ὑπόθεσιν αὐτῷ χρησιμεύοντος. καὶ δείκνυσι πολλῷ πλέον οὗ ἐπηγγείλατο. οὐ γὰρ τὸν Χριστὸν δείκνυσιν ὀνειδισθέντα μόνον, ἀλλὰ καὶ τὸν Πατέρα, “ οἱ ὀνειδισμοὶ γὰρ τῶν ὀνειδιζόντων σε,” φησὶν, “ ἐπέπεσον ἐπ’ ἐμέ. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οὐδὲν συνέβη καινόν. οἱ γὰρ ἐπὶ τῆς παλαιᾶς μελετήσαντες αὐτὸν ὀνειδίζειν, οὗτοι καὶ κατὰ τοῦ παιδὸς ἐμάνησαν.

Γενναδίου. Διττὴν δὲ τοῦτο τὴν διάνοιαν ἔχει. δύναται γὰρ πρὸς τὸν Πατέρα καὶ Θεὸν παρὰ τοῦ Υἱοῦ εἰρῆσθαι. καὶ ὡς οἰκειουμένου τοῦ μονογενοῦς τὰς παρὰ τῶν ἀνθρώπων εἰς τὸν ἑαυτοῦ πατέρα βλασφημίας, καὶ ὡς τὴν τῶν βλασφημούντων τὸν Θεὸν ἀνθρώπων κόλασιν, ὑπὲρ ὧν ἐβλασφήμουν αὐτὸν, εἰς ἑαυτὸν ἀναδεξαμένου.

Ἀποστόλου. Πλὴν οὐχ ᾗ Θεὸς ἐστὶ, φέρει τι τῶν μὴ ἀρεσκόντων ἑαυτῷ ὁ Χριστός. οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι Θεοῦ, καὶ λυπῆσαι Θεὸν, ἰσχύσειεν ἄν. ἵνα δὴ καὶ λέγωμεν, ὡς οὐκ ἤρεσεν ἑαυτῷ· ἀλλὰ καθ’ ὅσον ἐκοινώνησε τοῦ ἀνθρωπείου, τοῦ

498
καὶ ἀηθῶς πρός τι διατεθῆναι δυναμένου, κατὰ τοῦτο οὐκ ἤρεσεν ἑαυτῷ, τοὺς ἐνοχλοῦντας μετελθὼν ἣ ἀπωσάμενος, ἀλλ’ ὑπέμεινεν. ἀρέσκειν δὲ παραινέσας τῷ πλησίον, ἀναγκαίως προσέθηκεν, “ εἰς “ τὸ ἀγαθόν.” οὐκέτι γὰρ τοῦτο ἀνθρωπαρεσκία. ἀνθρωπαρεσκία δὲ, τὸ καθ’ ἡδονὴν τι πράττειν ἀνθρώπων.