Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Σὺ πίστιν ἔχεις; κατὰ σεαυτὸν ἔχε * * *

Χρυσοστόμου. Ἐνταῦθα μοι δοκεῖ ἠρέμα καὶ εἰς κενοδοξίαν σκώπτειν τὸν τελειότερον. ὃ δὲ λέγει, τοιοῦτόν ἐστι. θέλεις δεῖξαι ὅτι τέλειος εἶ καὶ ἀπηρτισμένος; μὴ ἐμοὶ δείκνυε. ἀλλ’ ἀρκείτω σοι τὸ συνειδός. πίστιν δὲ ἐνταῦθα, οὐ τὴν περὶ δογμάτων, ἀλλὰ τὴν περὶ τῆς προκειμένης ὑποθέσεως λέγει. περὶ γὰρ ἐκείνης φησὶν, “ στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.” καὶ, “ ὃς ἃν “ ἀρνήσηται με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτόν.” ἐκείνη μὲν γὰρ μὴ ὁμολογουμένη, καταστρέφει. αὕτη δὲ ὁμολογουμενη, ἄκαιρος.

Θεοδωρήτου. Οὐ φυλάττεις, φησὶ, τὸν νόμον; μέγα τὸ κτῆμα· ἀξιέπαινον τὸ κατόρθωμα. ἀλλὰ μὴ λυμαινέσθω τῷ πέλας· ἐνώπιον δὲ τοῦ Θεοῦ τῇ πίστει κέχρησο.

Γενναδίου. Ὥσπερ γάρ τινος ἀντειπόντος, πρὸς τὸ, “ καλὸν “ τὸ μὴ φαγεῖν κρέα.” τί οὖν, ἐγὼ τὴν ἐμαυτοῦ πίστιν ἀρνήσομαι δι’ ἐκεῖνον; οὐκ ἐκστῆναι σε, φησὶ, κελεύω τῆς πίστεως. τοὐναντίον μὲν οὖν καὶ παρακαλῶ ταύτης ἀντέχεσθαι. ἀλλὰ νου-

489
θετῷ μὴ σκανδαλίζειν ταύτῃ τὸν ἀδελφόν. ἧς δὲ ἔχεις ’πι πίστεως ἀρκεῖσθαι μάρτυρι μόνῳ τῷ Θεῷ. ἔξεστι γὰρ οὕτω, μὴ καὶ σὲ ζημιοῦσθαι τὴν πίστιν· κἀκεῖνον μὴ παραβλάπτεσθαι.