Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Καθὼς γέγραπται, Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.

Χρυσοστόμου. Ἀποφηνάμενος ὅτι ἐπωρώθησαν, οὐδὲ ἐνταῦθα ἀρκεῖται τῇ οἰκείᾳ ἀποφάσει, ἀλλὰ πάλιν τὸν προφήτην Ἠσαίαν ἐπήγαγε. πόθεν δὲ ἡ πώρωσις αὕτη; εἶπε μὲν καὶ ἔμπροσθεν τὰς αἰτίας. καὶ τὸ πᾶν εἰς τὴν αὐτῶν περιέτρεψε κεφαλήν· δεικνὺς ὅτι ἐξ ἀκαίρου φιλονεικίας ὑπέμειναν. λέγει δὲ καὶ νῦν. ὅταν γὰρ εἴπῃ “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, καὶ ὦτα τοῦ μὴ ἀκούειν,” οὐδὲν ἕτερον ἣ τὴν γνώμην αὐτῶν τὴν φιλόνεικον διαβάλλει. καὶ γὰρ ὀφθαλμοὺς ἔχοντες ὥστε ἰδεῖν τὰ θαύματα, καὶ ὦτα κεκτημένοι ὥστε ἀκοῦσαι τῆς θαυμαστῆς ἐκείνης διδασκαλίας, οὐδενὶ τούτων εἰς δέον ἐχρήσατο. τὸ δὲ “ ἔδωκεν” ἐνταῦθα μὴ ἐνέργειαν εἶναι νόμιζε, ἀλλὰ συγχώρησιν. κατάνυξιν δὲ ἐνταῦθα, τὴν ἐπὶ τὸ χεῖρον ἕξιν τῆς ψυχῆς φησι, τὴν ἀνιάτως ἔχουσαν καὶ ἀμεταθέτως. ἐπεὶ καὶ ἀλλαχοῦ φησὶ ὁ Δαβὶδ, “ ὅπως ἃν ψάλλῃ σοι ἡ “ δόξα μου, καὶ οὐ μὴ κατανυγῶ.” τουτέστιν, οὐ μὴ μεταστῶ, μὴ μεταβληθῶ. ὥσπερ γὰρ ὁ ἐν εὐλαβείᾳ κατανενυγμένος οὐκ ἂν εὐκόλως μεταστῇ, οὕτω καὶ ὁ ἐν πονηρίᾳ κατανυγεὶς πάλιν, οὐκ ἃν ῥᾳδίως μεταβάλοιτο. κατανυγῆναι γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἣ τὸ ἐμπαγῆναί που καὶ προσηλῶσθαι. τὸ τοίνυν ἀνίατον αὐτῶν καὶ δυσμετάθετον τῆς γνώμης δηλῶν, “ πνεῦμα κατανύξεως” εἶπεν.

Γενναδίου. Ἢ “ πνεῦμα κατανύξεως,” ἀντὶ τοῦ προαίρεσιν βαρυτάτην, δεομένην μετανοίας καὶ διορθώσεως.

Θεοδώρου Μονάχου. Ἤ “ ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα “ κατανύξεως,” ὥστε κατανύσσεσθαι πρὸς εὐσέβειαν, ἀλλ’ ὅμως οὐδὲν ὠφελήθησαν ἐκ τούτου. οὔτε γὰρ αὐτοὶ ὁρῶσιν, οὔτε ἄλλοι ἀκούσουσιν, ἀλλὰ μόνον κατανύσσονται, οὐκ ἐπιστρέφουσι δέ. διὸ καὶ ἄνω εἶπε, “ μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ “ οὐ κατ’ ἐπίγνωσιν.”

Ισιδώρου. Τὸ οὑν, “ ἔδωκε, καὶ τὸ “ παρέδωκε, κάτα τοὺς τῆς ἱερᾶς γραφῆς νόμους καὶ τὰ ἰδιώματα, ἀφῆκεν ἐστὶ, καὶ

396
συνεχώρησεν. εἰ δ’ οὐ καταδέχῃ, δι’ ἀποδείξεως ὁ λόγος βαδιεῖται. φησὶν ὁ Παῦλος περὶ τῶν τὸ θεῖον σέβας εἰδώλοις ἐπιφημισάντων, “παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας,” τουτέστιν, ἀφῆκεν, ἐγκατέλιπε. πῶς γὰρ οὐκ ἔμελλον καὶ τὴν φύσιν ἀγνοεῖν, καὶ ὑπερορίοις ἐγκαλινδεῖσθαι πταίσμασιν, οἱ τὴν κτίσιν παρὰ τὸν κτίσαντα προσκυνήσαντες; καὶ πάλιν, “ παρέδωκεν αὐτοὺς ὁ Θεὸς “ εἰς νοῦν ἀδόκιμον, ποιεῖν τὰ μὴ καθήκοντα.” εἶτα αὐτὸ ἑρμηνεύων ἔφη, “ πεπληρωμένους πάσης ἀδικίας,” πλεονεξίας, κακίας. εἰ τοίνυν πεπληρωμένοι ἦσαν, πῶς παρέδωκε; θέα τὴν ἀκρίβειαν. οὐκ εἶπε παρέδωκε πληρωθησομένους, ἀλλ’ ὅτι πεπληρωμένους ἀφῆκεν. ὥσπερ ἂν εἴ τις ποιμὴν ἀγαθὸς πρόβατα λοιμικῇ νόσῳ ἑαλωκότα, ἔξω τῆς ἀγέλης ἀπελάσειε, καὶ τρόπον τινὰ τοῖς λύκοις παραδοίη. οὐ τῷ εἰς τὰ τῶν λύκων ἐμβαλεῖν στόματα, ἀλλὰ τῷ γυμνῶσαι τῆς οἰκείας ἐπιμελείας καὶ προστασίας.

Τὸ μὲν οὑν ἔδωκε, τοιαύτην ἔχει τὴν ἔννοιαν. τὸ ’δε πνεῦμα κατανύξεως,” καταγνώσεως ἔσται καὶ καταπλήξεως. τὸ γὰρ νύττειν, τιτρώσκειν ἐστὶ καὶ πλήττειν. κατὰ τὸ, “ ἔνυξαν τὴν πλευρὰν “ τοῦ Ἰησοῦ λόγχῃ.” ἐπεὶ οὖν πλῆξαι ἐστὶ τὸ νύξαι, τὸ κατατρωθῆναι, κατανυγῆναι εἰκότως εἴρηται. εἰκότως εἶτα ἑρμηνεύων αὐτὸς ὅτι κατέπληξεν ἐστὶν, ἔφη, “ ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ “ ὦτα τοῦ μὴ ἀκούειν.” τοῦτο γὰρ συμβαίνειν εἴωθε τοῖς καταπληττομένοις. ἅτε γὰρ τοῦ νοῦ ταραχθέντος, αἱ αἰσθήσεις τὰς ἐνεργείας ἀρνοῦνται. ὅτι δὲ τοῦτο μηνύει, ἄκουε λεγούσης τῆς γραφῆς, “ μακάριος ὃς οὐ κατενύγη ἐν λύπῃ ἁμαρτίας. καὶ μὴν ἡ κατὰ Θεὸν λύπη, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. τί οὑν ἐστιν ὁ φησιν; εἰ μὲν εἴποιμεν ὡς οἴονται τινὲς τὸν μηδόλως ἁμαρτήσαντα μακαρίζεσθαι ἐνταῦθα, τάχα οὐδεὶς τοῦ μακαρισμοῦ τούτου ἀπολαύσειε. πάντες γὰρ ἐσμὲν ἐν ἐπιτιμίοις. τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; εἰ δὴ φαίημεν ὅτι μακαρίζει ’ρίζει οὐ τὸν μὴ λυπηθέντα, ἀλλὰ τὸν μὴ καταπλαγέντα ὑπὸ τῆς λύπης, καὶ προδεδωκότα τὴν ἑαυτῶν σωτηρίαν, οἷον ἔπαθεν Ἰούδας, ἀγχόνῃ ἑαυτὸν ἀνελὼν, ὃ καὶ δεδίως ὁ θεσπέσιος Παῦλος, μὴ καὶ ὁ πεπορνευκὼς παρὰ Κορινθίοις πάθοι, ἔλεγε προσέσθαι αὐτὸν μετανοήσαντα, μή πὼς τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος,

397
τάχα πὼς τῆς ἀληθείας ἁψόμεθα τοῦ ῥητοῦ. εἰ δὲ ἐπὶ καλοῦ λέγεται ἡ κατάνυξις, θαυμαζέτω μηδείς. κἀκεῖ γὰρ τὸ τρωθῆναι τοῖς καλοῖς ἑρμηνεύει. ὡς καὶ ἡ τὸν θεῖον ἔρωτα ἔρωσα ψυχὴ ἐβόα, “ ὅτι τετρωμένη ἀγάπη ἐγώ.” χρὴ γὰρ εἰδέναι ὅτι οὐ πάντως τὰ ἀυτὰ ὀνόματα καὶ ῥήματα τὸ αὐτὸ παρίστησι νόημα. ἐπεὶ καὶ ὁ Δαβὶδ ἔλεγεν, “ ὅπως ἃν ψάλῃ σοι ἡ δόξα μου, καὶ οὐ “ μὴ κατανυγῶ.” ὅπερ οἶμαι δηλοῦν, τὸ, οὐ μὴ καταπλαγῶ, οὐδὲ μεταστῶ εἰς τὸ μηκέτι ὑμνεῖν ἐπήγαγε γὰρ, “ Κύριε, ὁ Θεός “ μου, εἰς τὸν αἰῶνα ἐξομολογήσομαι.” καὶ οἱ περὶ Συμεῶνα δὲ καὶ Λευῒ μετὰ τὸ ὑβρισθῆναι αὐτῶν τὴν ἀδελφὴν, κατενύγησαν· τουτέστι, κατεπλάγησαν, καὶ κατετρώθησαν ὑπὸ τοῦ ζήλου· καὶ οὕτως εἰς ἀμετάθετον ἐξέπεσον ὀργὴν, ὡς καὶ δόλῳ οὐ μόνον τὸν ὑβριστὴν, ἀλλὰ καὶ πᾶσαν αὐτοῦ τὴν πόλιν ἡβηδὸν κατασφάξαι.