Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Τί οὖν; ὃ ἐπιζητεῖ Ἰσραὴλ, τοῦτο οὐκ ἐπέτυχεν, ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.

Κυρίλλου. Ἔφη μὲν ὅτι οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ. ἐπειδὴ δὲ ἦν εἰκὸς ἀνταναστῆναι τινὰς ἐκεῖνό που πάντως προισχομένους καὶ λέγοντας, καίτοι πῶς οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ, εἴπερ ἀπώλισθεν Ἰσραὴλ εἰ καὶ μὴ εἰσάπαν ὁλοτελῶς, ἀλλ’ οὖν ὡς ἐν μοίρᾳ; λεῖμμα γὰρ σέσωσται· καὶ τοῦτο κατ’ ἐκλογήν. ὑπ’ αὐτοῦ δὴ καὶ μάλα ἐμφρόνως. καὶ φησὶν, “ τι οὖν ” τουτέστι, τί οὖν περὶ τούτου φημί; “ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου “ οὐκ ἐπέτυχεν. ἡ δὲ ἐκλογὴ ἐπέτυχεν· οἱ δὲ λοιποὶ ἐπωρώθησαν.” ἐπιζητεῖ μὲν γὰρ ὁ Ἰσραὴλ τὴν ἐκ νόμου δικαίωσιν. εἶτα πῶς ἦν αὐτὸν δικαιοῦσθαι φησὶν, τετελειωκότος οὐδένα τοῦ νόμου· οὐκοῦν τὴν διὰ τύπου δικαίωσιν ἐπιζητεῖ μὲν ὁ Ἰσραήλ· οὐκ ἐπέτυχε δέ. ἀλλ’ οἱ γε ἀπολογάδην καὶ τῶν ἄλλων ἐξῃρημένοι, διὰ τὸ εὐπειθὲς ἐπέτυχον. δεδικαίωνται γὰρ διὰ πίπτεως. πεπώρωνται δὲ οἱ λοιποί. τουτέστιν οἱ σκληροὶ τε καὶ ἀνουθέτητοι.

Θεοδωρήτου. Εἰς μὲν οὖν τὸ, “ τι οὖν ;” ὑποστικτέον. κατ’ ἐρώτησιν γὰρ κεῖται. ἀντὶ τοῦ, τι τοίνυν ἔστιν εἰπεῖν ; εἶτα, κατὰ ἀπόκρισιν τὰ λοιπά. ἐκλογὴν δὲ, τοὺς ἐξ αὐτῶν πεπιστευκότας καλεῖ. λέγων ὅτι ὁ Ἰσραὴλ τῷ νόμῳ προστετηκὼς, διήμαρτε τοῦ σκοποῦ. παρανόμως γὰρ νῦν φυλάττει τὸν νόμον, καὶ δικαιοσύνην

394
οὐδεμίαν καρποῦται. οἱ δὲ ἐξ αὐτῶν πεπιστευκότες, ἐπέτυχον. οἱ δὲ λοιποὶ ἐπωρώθησαν. ἀντὶ τοῦ, σκληροτέραν ἡ ἀπιστία τὴν καρδίαν αὐτῶν εἰργάσατο.

Χρυσοστόμου. Τὸ τοίνυν ὃ ἐπιζητεῖ Ἰσραὴλ, τούτου οὐκ ἐπέτυχεν, οὐκ ἐρωτῶντος μᾶλλον ἐστὶν ἢ ἐγκαλοῦντος. ἑαυτῷ γὰρ μάχεται, φησὶν, ὁ Ἰουδαῖος, ζητῶν δικαιοσύνην ἣν οὐ οὐ b βούλεται λαβεῖν. εἰτα ἀποστερῶν αὐτοὺς πάλιν συγγνώμης, ἀπὸ τῶν εἰληφότων δείκνυσιν αὐτῶν τὴν ἀγνωμοσύνην. ἡ γὰρ ἐκλογὴ, φησὶ, ἐπέτυχε. κἀκεῖνοι τούτους κατακρινοῦσιν. ὅπερ οὖν καὶ ὁ Χριστὸς ἔλεγεν, “ εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια. οἱ υἱοὶ “ ὑμῶν ἐν τίνι ἐκβαλοῦσι; διὰ τοῦτο κριταὶ αὐτοὶ ὑμῶν ἔσονται.’ ἵνα γὰρ μηδεὶς τῇ τοῦ πράγματος ἐγκαλῇ φύσει, ἀλλὰ τῇ ἐκείνων γνώμῃ, δείκνυσι καὶ τοὺς ἐπιτυχόντας. διὸ καὶ σφόδρα ἐμφαντικῶς τῇ λέξει κέχρηται· καὶ τὴν ἄνωθεν χάριν καὶ τὴν αὐτῶν σπουδὴν ἐνδεικνύμενος. οὐδὲ γὰρ ἵνα ἀνέλῃ τὸ αὐτεξούσιον, φησὶν, ὅτι ἐπέτυχον. ἀλλ’ ἵνα δηλώσῃ τῶν ἀγαθῶν τὸ μέγεθος. καὶ ὅτι πλέον τῆς χάριτος ἦν, οὐ τὸ πᾶν. καὶ γὰρ καὶ ἡμῖν ἔθος λέγειν, ὁ δεῖνα ἐπέτυχεν· ὁ δεῖνα εὗρεν. ὅταν πολὺ κέρδος ᾖ τὸ γινόμενον. οὐ γὰρ ἀνθρωπίνοις νόμοις c ἀλλὰ θείᾳ δωρεᾷ τὸ πλέον γέγονεν. “ οἱ δὲ λοιποὶ,” φησὶν, “ ἐπωρώθησαν.” ὅρα πότε ἐθάρρησεν εἰπεῖν οἰκείᾳ φωνῇ τὴν τῶν λοιπῶν ἐκβολήν· εἶπε μὲν γὰρ αὐτὴν καὶ ἤδη· ἀλλὰ τοὺς προφήτας εἰσάγων κατηγοροῦντας. ἐνταῦθα δὲ καὶ ὁ αὐτὸς λοιπὸν ἀποφαίνεται.

Θεοδώρου Μονάχου. Τί οὖν φησίν; ἀντὶ τοῦ, τι οὖν ἐκ τῶν προειρημένων ἡμῖν τὸ συναγόμενον; ἐν οἷς τῶν τε ἠπιστηκότων κατηγορήσαμεν, καὶ τοὺς πεπιστευκότας δικαιότατα τὴν τῶν δογμάτων ἀλήθειαν προτετιμηκότας ἐδείξαμεν; “ ὃ ἐπιζητεῖ Ἰσραὴλ, “ τούτου οὐκ ἐπέτυχεν.” ὅτι τοῖς Ἰσραηλίταις τυχεῖν οὐκ ἐγένετο τούτου, ὃ δὴ ζητεῖν δοκοῦσιν. ἵνα εἴπῃ τῆς δικαιοσύνης. ὅμοιον γάρ ἐστι τῷ “ Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης, εἰς νόμον “ δικαιοσύνης οὐκ ἔφθασε.” λείπει δὲ τὸ, πάντες. ἵνα ἦ, τούτου πάντες οὐκ ἐπέτυχον. ἐπάγει γὰρ, “ ἡ δὲ ἐκλογὴ ἐπέτυχεν. οἱ δὲ “ λοιποὶ ἐπωρώθησαν.” ἵνα εἴπῃ, ἔτυχον μὲν τῆς δικαιώσεως οἱ [*](b A recent. m, suprascriptum. c l. m. a m. r. πόνοις.)

395
τῆς ἐκλογῆς, ἀπὸ τοῦ ἰδίου τρόπου νομισθέντες ἄξιοι. οἱ δὲ λοιποὶ πάντες ἀπεβλήθησαν διὰ τὴν αὐτῶν κακίαν.