Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Καὶ ὁ Δαβὶδ λέγει, γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτῶν· σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγκαμψον.

Κυρίλλου. Παρακομίζει πρὸς ἀπόδειξιν ὧν εἶπε καὶ γράμμα προφητικὸν, οὐχ ἑνὸς ἀλλὰ δύο προφητῶν, πρὸς σύστασιν, “ ἵνα “ ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. ἐπά- ρατος δὲ μάλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα. τουτέστιν, ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται, κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν. δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος, χολῇ συμμιγές. διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν, καὶ κάτω κεκύφασι, μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς.

Θεοδώρου Μονάχου. Ἐκ δὲ τῶν εἰρημένων τῷ Δαβὶδ, μόνον, τὸ, “ σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,” ἁρμόζει εἰς τὸ προκείμενον. εἰ καὶ ὁλόκληρον παρήγαγε περικοπήν. τοῦτο γὰρ πωρώσεως ἴδιον.

Οίκουμενίου. Πλὴν σκόπει, ὅτι τὸ αὐθαιρέτως μέλλον παρ’ αὐτῶν γίνεσθαι, ὡς ἐν κατάρας λέγει μέρει· ἐπειδὴ γὰρ οὐκ ἠβουλήθησαν, λήθησαν, φησὶν, τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν, μὴ ἴδοιεν. τὸ

398
μέντοι συγκαμφθῆναι δηλοῖ, τὸ μέλλειν αὐτοὺς ὑπὸ Ῥωμαίους γενέσθαι. τὸ δὲ διὰ παντὸς, ὡς οὐδέ ποτε ἐλευθερωθεῖεν.

Χργσοστόμου. Δεικνὺς γὰρ ὅτι τῆς ἀποστασίας ταύτης δώσουσι δίκας, ἐπήγαγε τὸν προφήτην ταῦτα ἀπειλοῦντα, ἅπερ ἐξέβη καὶ τέλος ἔ λάβε. “ γενηθήτω,” γάρ φησιν, “ εἰς παγίδα ἡ “ τράπεζα αὐτῶν.” τουτέστιν, ἡ τρυφὴ, τὰ ἀγαθὰ πάντα μεταβαλλέσθω, καὶ ἀπολλύσθωσαν, καὶ γενέσθωσαν εὐχείρωτοι τοῖς πᾶσι. καὶ δηλῶν ὅτι ἁμαρτημάτων τίνουσι δίκην ταῦτα πάσχοντες, ἐπήγαγε, “ καὶ εἰς ἀνταπόδομα αὐτοῖς, σκοτισθήτωσαν οἱ “ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,” καὶ τὰ ἑξῆς. ταῦτα οὖν ἔτι ἑρμηνείας δεῖται τινός; οὐχὶ καὶ τοῖς σφόδρα ἀνοήτοις δῆλα; καὶ πρὸ τῶν ἡμετέρων λόγων, αὐτὴ τῶν πραγμάτων ἡ ἔκβασις προλαβοῦσα μαρτυρεῖ τοῖς εἰρημένοις. πότε γὰρ οὕτως εὐχείρωτοι γεγόνασι; πότε οὕτω τὸν νῶτον αὐτῶν συνέκαμψαν; πότε τοιαύτην δουλείαν ὑπέστησαν; καὶ τὸ δὴ μεῖζον, ὅτι οὐδὲ λύσις ἔσται τῶν δεινῶν τούτων. ὃ καὶ αὐτὸς ὁ πορφήτης ἠνίξατο. οὐ δὲ γὰρ ἁπλῶς εἶπε, τὸν νῶτον αὐτῶν σύγκαμψον, ἀλλὰ διὰ παντός. εἰ δὲ φιλονεικεῖς, ὦ Ἰουδαῖε, περὶ τοῦ τέλους, ἀπὸ τῶν φθασάντων μάνθανε καὶ τὰ παρόντα. κατέβης εἰς Αἴγυπτον. ἀλλ’ ἐγένετο τετρακόσια ἔτη. καὶ ταχέως σε τῆς δουλείας ἐκείνης ἀπήλλαξεν ὁ Θεός. καὶ ταῦτα, ἀσεβοῦντα καὶ πορνεύοντα τὴν χαλεπωτάτην πορνείαν. ἀπηλλάγης Αἰγύπτου· προσεκύνησας μόσχον. ἔθυσας τοὺς υἱούς σου τῷ Βεελφεγώρ. τὸν ναὸν ἐμόλυνας. πᾶν εἰδος ἐπῆλθες κακίας καὶ ἀσεβείας. ἀλλ’ ὅμως ἑβδομήκοντα ἔτεσι παραδοὺς Βαβυλωνίοις, πάλιν ἐπὶ τὴν προτέραν ἐπανήγαγεν ἐλευθερίαν. καὶ τὸν ναὸν καὶ τὴν πατρίδα ἀπέδωκε, καὶ τὸ παλαιὸν τῆς προφητείας σχῆμα. καὶ προφῆται πάλιν, καὶ Πνεύματος χάρις. μᾶλλον δὲ οὐδὲ ἐν τῷ καιρῷ τῆς αἰχμαλωσίας ίας ἐγκατελείφθης. ἀλλὰ καὶ ἐκεῖ Δανιὴλ καὶ Ἰεζεκιὴλ. καὶ ἐν Αἰγύπτῳ Ἱερεμίας, καὶ ἐν ἐρήμῳ Μωϋσῆς. μετ’ ἐκεῖνα πάλιν ἐπὶ τὴν προτέραν ἐπανῆλθες κακίαν. καὶ ἐξεβακχεύθης, καὶ πρὸς τὴν Ἑλληνικὴν μετετάξω πολιτείαν, ἐπ’ Ἀντιόχου τοῦ ἀσεβοῦς. ἀλλὰ καὶ τότε, ἔτη τρία μόνον καὶ μικρόν τι πρὸς Ἀντιόχῳ παραδοθέντες, διὰ τῶν Μακκαβαίων τὰ λαμπρὰ πάλιν ἐστήσατε τρόπαια. ἀλλὰ

399
νῦν, τοιοῦτον οὐδέν. ἀλλὰ τοὐναντίον ἅπαν γέγονεν. ὃ καὶ μάλιστα ἐστὶ θαυμάσαι. ὅτι τὰ μὲν τῆς κακίας ἔληξε· τὰ δὲ τῆς τιμωρίας, ἐπιτέταται. καὶ οὐδὲ ἐλπίδα τινὰ ἔχει μεταβολῆς. οὐδὲ γὰρ ἑβδομήκοντα ἔτη παρῆλθε μόνον, οὐδὲ ἑκατὸν, οὐδὲ δὶς τοσαῦτα, ἀλλὰ καὶ τριακόσια, καὶ πολλῷ πλείω. καὶ οὔτε σκιὰν ἐλπίδος τοιαύτης ἔστιν εὑρεῖν· καὶ ταῦτα οὔτε εἰδωλολατρούντων ὑμῶν καθάπερ τότε, οὔτε τὰ ἄλλα ποιούντων, ἅπερ ἔμπροσθεν ἐτολμᾶτο. τι ποτ’ οὖν ἐστι τὸ αἴτιον; διεδέξατο τὸν τύπον ἡ ἀλήθεια, καὶ τὸν νόμον ἐξέκλεισεν ἡ χάρις. ἅπερ ἄνωθεν προαναφωνῶν ὁ προφήτης ἔλεγε, “ καὶ τὸν νῶτον αὐτῶν διαπαντὸς σύγ- “ καμψον.” εἶδες προφητείας ἀκρίβειαν; πῶς καὶ τὴν ἀπιστίαν προανεφώνησε; καὶ τὴν φιλονεικίαν ἔδειξε, καὶ τὴν ἑψομένην δίκην ἐδήλωσε, καὶ τὸ ἀπέραντον τῆς κολάσεως ἐνεδείξατο;