Catena In Epistulam Ad Romanos (Typus Monacensis) (E Cod. Monac. gr. 412)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 4. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1844.

Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι ἐστὶ χάρις. ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον. εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις.

Χρυσοστόμου. Πάλιν ἐπιπηδᾷ τῆ φιλονεικία τῶν Ἰουδαίων μετὰ τῶν εἰρημένων· καὶ ἐντεῦθεν αὐτοὺς ἀποστερῶν συγγνώμης. οὐδὲ γὰρ ἔχετε, φησὶ, εἰπεῖν, ὅτι προφῆται μὲν ἐκάλουν, καὶ ὁ Θεὸς παρεκάλει, καὶ τὰ πράγματα ἐβόα, καὶ ἡ παραζήλωσις ἱκανὴ ἡμᾶς ἐπισπάσασθαι ἦν. φορτικὰ δὲ τὰ ἐπιταττόμενα, καὶ διὰ τοῦτο οὐκ ἐδυνήθημεν προσελθεῖν. ἐπειδὴ ἔργων ἐπίδειξιν ἀπῃτούμεθα, καὶ κατορθώματα ἐπίπονα. πῶς γὰρ ἃν ταῦτα ἀπῄτησεν ο Θεὸς παρ’ ὑμῶν, ὁπότε καὶ τὴν χάριν αὐτοῦ τοῦτο ἐπισκιάζειν ἔμελλε; ταῦτα δὲ εἶπε, βουλόμενος ἐνδείξασθαι ὅτι σφόδρα ἐβούλετο αὐτοὺς σωθῆναι. οὐ γὰρ ἡ σωτηρία αὐτοῖς προεχώρει μόνον εὐκόλως, ἀλλὰ καὶ τῷ Θεῷ δόξα μεγίστη ἦν, τὸ τὴν φιλανθρωπίαν ἐπιδείξασθαι τὴν ἑαυτοῦ. τί τοίνυν ἐφοβήθης προσελθεῖν, οὐκ ἀπαιτούμενος ἔργα; τί δὲ στασιάζεις καὶ φιλονεικεῖς, χάριτος προκειμένης; καὶ νόμον μοι προβάλλῃ εἰκῆ καὶ μάτην; οὔτε γὰρ ἐκεῖθεν σωθήσῃ. καὶ ταύτην λυμήνῃ τὴν δωρεάν. εἰ γὰρ φιλονεικεῖς ἐκεῖθεν σώζεσθαι, ἀναιρεῖς τοῦ Θεοῦ τὴν χάριν ταύτην. εἶτα ἵνα μὴ νομίσωσι τοῦτο ξένον εἶναι, προλαβὼν καὶ τοὺς ἑπτακισχιλίους ἐκείνους, ἀπὸ χάριτος ἔφη σεσῶσθαι. ὅταν γὰρ εἴπῃ ὅτι οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονε, δείκνυσιν, ὅτι καὶ ἐκεῖνοι χάριτι ἐσώθησαν. καὶ οὐ τούτῳ μόνον, ἀλλὰ καὶ τῷ εἰπεῖν “ κατέλιπον ἐμαυτῷ.” τοῦτο γὰρ ἐμφαίνοντός ἐστιν ὅτι τὸ πλέον αὐτὸς εἰσήνεγκε. καὶ εἰ χάριτι, φησὶν, διατί μὴ πάντες

392
ἐσωζόμεθα; ὅτι μὴ βούλεσθε. ἢ γὰρ χάρις, κἂν χάρις ᾖ, τοὺς ἐθέλοντας σώζει· οὐ τοὺς ἀποστρεφομένους αὐτὴν, καὶ πολεμοῦντας αὐτὴ διηνεκῶς καὶ ἐναντιουμένους.

Γενναδίου. Οὐ τηνάλλως δὲ ἀδολεσχῆσαι βουλόμενος, οὕτω ταῦτα ἔθηκεν ὁ Ἀπόστολος, ἀλλὰ δεῖξαι σπουδάζων, ἀσύμβατον ὄντα παντελῶς τὸν νόμον τῇ χάριτι· καὶ οὐ δυνάμενα κατὰ ταυτὸν ἀμφότερα ταῦτα, ἀλλὰ ἀναγκαίως ἔχον θατέρῳ θάτερον ὑπεξίστασθαι. ὥστε εἰ χάριτι ἐκλεγόμεθα, ῥᾴδιον τὸ προσελθεῖν καὶ πιστεῦσαι Χριστῷ. οὐδὲ γὰρ ἔργων δεόμεθα εἰς τὸ προσδραμεῖν αὐτῷ καὶ πιστεῦσαι Χριστῷ. ἀλλὰ μόνη γνώμη καὶ προαίρεσις ἀρκεῖ. κατὰ χάριν γὰρ, οὐ δι’ ἔργα προσδέχεται. ὥστε εἰ χάριτι καλεῖ καὶ προσδέχεται, οὐκ ἔχομεν εἰς τοῦτο χρείαν ἔργων. ἐπεὶ εἰ χρείαν σχοίημεν ἔργων, οὐκέτι ἡ χάρις, χάρις μένει. οὐ μόνον δὲ τοῦτο ἀκολουθήσει τὸ ἄτοπον, ἐὰν νομίσωμεν ὅτι δεῖ ἡμῖν ἔργων εἰς τὸ προσελθεῖν, καὶ πιστεῦσαι Χριστῷ, ἀλλὰ καὶ ἕτερον ὅμοιον. εἰ γὰρ ἐξ ἔργων προσιέναι δεῖν ἡμᾶς νομίσομεν, δῆλον ὡς ἀνήρηται ἡ χάρις. ἐπεὶ εἰ μὴ ἀνήρηται, οὐκέτι οὐδὲ τὸ ἔργον μένει ἔργον· τῆς χάριτος οὐκ ἐώσης ὅλως ἔργον ὑποστῆναι· ἀλλὰ προῖκα τὴν ἐκλογὴν ἐπιδεικνυμένης. κεχώρισται μὲν γὰρ ἀπ’ ἀλλήλων τῇ φύσει χάρις καὶ ἔργον. καὶ τῷ μὲν ἔργῳ ἕπεται μισθὸς καὶ οὐ χάρις. ἡ δὲ χάρις δίδοται, οὐχ ὡς ἀντιμισθία, ἀλλὰ δῶρον καὶ φιλοτιμία. δῆλον οὖν, ὅτι τὴν εὐεργεσίαν τῆς χάριτος παρεχομένης· εἴ τις οἴεται διὰ τῶν ἔργων ταύτης ἀπολαύειν, ἀναιρεῖ τὴν χάριν τὸ ὅσον ἐφ’ ἑαυτῷ, καὶ οὐ μένει ἡ χάρις ἔτι χάρις. πάλιν οὐδὲ τὰ ἔργα μένει ἔργα. τὴν γὰρ οἰκείαν οὐ σώζει φύσιν. ἐπεὶ τοῖς ἔργοις μισθὸς, ἀλλ’ οὐ χάρις ἀκολουθεῖ. τῆς χάριτος οὖν χορηγούσης τὴν εὐεργεσίαν, κἄν τις δι’ ἔργων ταύτης τυχεῖν πειρασθείη, εἰς μάτην ἔσται ἡ πείρα. μήτε τῶν ἔργων, ἔργων ἔτι δυναμένων μεῖναι. οὐ γὰρ ἔσται τούτοις μισθὸς, τῆς χάριτος προλαβούσης. καὶ ματαιοπονοῦντος λαβεῖν δι’ ἔργων, ὃ προῖκα παρέσχεν ἡ χάρις. εἰ γοῦν χάριτι φησὶ, οὐκέτι ἐξ ἔργων· ἐπεὶ εἰ συγχωρηθῇ τὸ ἐξ ἔργων, ἀνήρηται ἡ χάρις, χάρις εἶναι. πάλιν εἰ ἐξ ἔργων, οὐκέτι ἐστὶ χάρις. ἐπεὶ εἰ συγχωρηθῇ ἡ χάρις, οὐκέτι μένει τὸ ἔργον, ἔργον.

Θεοδώρου Μονάχου. Εἰ δὲ λέγει τις, διατί οὖν οὐ πᾶσιν

393
ἐχαρίσατο; λεκτέον, ὅτι ἡ χάρις, ἐν τῇ πίστει καὶ τῷ βαπτίσματι δίδοται. ᾧπερ ἀπιστήσαντες, πῶς ἔμελλον τυχεῖν τῆς χάριτος καὶ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν;

Χρυσοστόμου. Δι’ ὅλου τοιγαροῦν ἐκεῖνο κατασκευάζει ὁ θεῖος Ἀπόστολος τὸ, “ οὐχ οἷον δὲ ὅτι ἐκπέπτωκεν ὁ λόγος τοῦ Θεοῦ.” δεικνὺς ὅτι εἰς τοὺς ἀξίους ἦλθεν ἡ ἐπαγγελία· καὶ ὅτι οὗτοι, εἰ καὶ ὀλίγοι εἰσι, δύνανται εἶναι λαὸς τοῦ Θεοῦ. καὶ τοι γε ἐν προοιμίοις τῆς Ἐπιστολῆς μετὰ πλείονος αὐτὸ ὑπερβολῆς τέθεικεν, εἰπὼν, “ τί γὰρ εἰ ἠπίστησάν τινες ;” καὶ μὴ δὲ μέχρι στὰς, ἀλλ’ ἐπάγων, “ γινέσθω δὲ ὁ Θεὸς ἀληθὴς, πᾶς δὲ ἄνθρωπος “ ψεύστης.” καὶ νῦν δὲ πάλιν ἑτέρως αὐτὸ κατασκευάζει, καὶ τῆς χάριτος δείκνυσι τὴν ἰσχύν· καὶ ἀεὶ τοὺς μὲν, σωζομένους, τοὺς δὲ, ἀπολλυμένους.