Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τοῦ λῆ ἴτη ἔχοντος ἐν τῇ ἀσθενείᾳ.
Μετὰ ταῦτα ἦν ἑορτὴ τῶν Ἰουδαίων, καὶ ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα.
Ποῖα ἑορτή; ἐμοὶ δοκεῖ τῆς πεντηκοστῆς. συνεχῶς δὲ ἐν ταῖς ἑορταῖς ἐπιχωριάζει τῇ πόλει, τοῦτο μὲν, ἵνα δόξῃ μετ’ αὐτῶν ἑορτάζειν, τοῦτο δὲ ἵνα τὸ πλῆθος ἐπισπάσηται τὸ ἄδολον· μάλιστα γὰρ ἐν ταῖς ἑορταῖς ταύταις οἱ ἀφελέστερον διακείμενοι συνίεσαν.
Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ κολυμβήθρα.
Ἀμμωνίου πρεσβυτέρου. Προβατικὴ ἐκαλεῖτο, ὅτι ἐκεῖ συνήγετο τὰ πρόβατα τὰ μέλλοντα σφάζεσθαι εἰς τὴν ἑορτὴν, καὶ τὰ ἔγκατα αὐτῶν ἐπλύνοντο ἐκεῖ.
ΦΕΟΔΏΡΟΥ. Περὶ τῶν πέντε στοῶν οὕτως οἰμαι, μετὰ τὰς ἐν κύκλῳ τέσσαρας, μέσην εἶχεν ἑτέραν. τίς δὲ ὁ τῆς ἀσθενείας τρόπος
Ἀμμωνίου πρεσβυτέρου. Ὧδε προδιεγράφετο τὸ τοῦ βαπτίσματος μυστήριον, ἐν ᾧ πᾶν εἶδος ἁμαρτημάτων ἐθεραπεύετο. “ Ἐν ταύταις κατέκειτο πλῆθος πολὺ,” καὶ τὰ ἑξῆς. ἔκπληκτος ἡ καρτερία τοῦ παραλυτικοῦ· ἱκοῦ· ἔτη τριακονταοκτὼ εἶχε, καὶ καθ’ ἕκαστον ἐνιαυτὸν ἀπαλλαγήσεσθαι τοῦ νοσήματος προσδοκῶν ἐνη- δρεύετο, καὶ οὐκ ἀφίστατο· εἰ γὰρ τὰ μὴ παρελθόντα, τὰ γοῦν
Κυρίλλου. τύπος καὶ ἡ πολυχρόνιος τοῦ παραλυτικοῦ ἀσθένεια τῆς τοῦ Ἰσραὴλ εἰς Χριστὸν ἀπιστίας· ἀσθενήσει γὰρ καὶ παραλυθήσεται, ἀλλ’ ἔσται τις αὐτῷ παρὰ τοῦ Σωτῆρος ἐπισκοπὴ, καὶ ὑγιασθήσεται καὶ αὐτὸς ἐπὶ τῇ κολυμβήθρᾳ δι’ ὑπακοῆς πίστεως.
Ἀπολιναρίου. Τὸ τριακοστὸν καὶ ὄγδοον ἔτος τοῦ παραλύτου σημαίνει κολάσεως χρόνον ἤδη συμπληρούμενον, ὅτι καὶ τεσσαράκοντα ἔτη ὁ λαὸς ἐπὶ τῆς ἐρημίας δίκας ἐξέτισε, καὶ τεσσαράκοντα ἡμέρας ἐπέσχεν ὁ κατακλυσμὸς, καὶ πληγαῖς δὲ ὁ νόμος τεσσαράκοντα τοὺς ἁμαρτάνοντας ἐκόλαζεν. ὁ τοίνυν Κύριος ὑποτεμνόμενος τὸ πλῆρες τῆς κολάσεως, ἔτει τριακοστῷ ὀγδόῳ θεραπεύει τὸν ἄρρωστον, ὥσπερ καὶ τὰς νομικὰς κολάσεις ὑπετέμνετο διὰ τῆς χάριτος, ἐγγὺς τοῦ κοσμικοῦ χρόνου πεπληρωμένου.
Ἀμμωνίου πρεσβυτέρου. Οὐχ ὡς ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ διανιστῶν αὐτὸν εἰς ἐπιθυμίαν τοῦ θεραπευθῆναι.
τίνος ἕνεκεν τοὺς ἄλλους πάντας ἀφεὶς ἐπὶ τοῦτον ἦλθεν ὁ Χριστὸς καὶ ἐρωτᾷ, “ εἰ θέλει ὑγιὴς γενέσθαι;” οὐχ ἵνα μάθῃ, τοῦτο παρέλκον ἦν, ἀλλ’ ἵνα ἡμᾶς διδάξῃ τὴν τούτου καρτερίαν. Διὸ χρὴ σκοπῆσαι, μεθ’ ὅσης ἐπιεικείας ἀποκρίνεται λέγων, “ ναὶ Κύριε, ἄνθρωπον δὲ οὐκ ἔχω, καὶ τὰ ἑξῆς· Τί τούτων τῶν ῥημάτων ἐλεεινότερον γένοιτ’ ἄν; τί τῶν πραγμάτων περιπαθέστερον, οἵαν καρδίαν συντετριμμένην ἐκέκτητο, οὐδὲ ὑπὸ τῆς μακρᾶς ἀσθενείας συνεχόμενος, ἐφθέγξατό τι βλάσφημον, οἷα πολλοὺς ἀκούομεν λέγοντας τῶν ἀπαιδεύτων καὶ ἀταλαιπώρων ἐν περιστάσεσιν· οὐ κατηράσατο αὐτοῦ τὴν ἡμέραν, ἀλλὰ πράως ἀποκρίνεται, καίτοι γε μὴ εἰδὼς τίς ποτε ἦν ὁ ἐρωτῶν, οὐθ’ ὅτι θεραπεύειν ἔμελλεν, ἀλλ’ ἣ τοῦτο μόνον ἴσως προσεδόκησε τὸ χρησιμεύσειν αὐτῷ τὸν Χριστὸν τὸ ἐμβαλεῖν εἰς τὸ ὕδωρ· καὶ διὰ τούτων αὐτὸν ἐπιστπάσασθαι τῶν ῥημάτων οὐ βούλεται. Οὐκ εἶπεν ’δει αὐτῷ ὁ Χριστὸς θέλεις σε θεραπεύσω; ἵνα μὴ δόξῃ κομπάζειν.
Κελεύει δὲ αὐτὸν ἆραι τὸ κλινίδιον, πιστώσασθαι βουλόμενος τὸ γενόμενον θαῦμα, καὶ μηδένα νομίσαι φαντασίαν αὐτὸ εἶναι. [*](i ἐπειδὴ Cod.)
Οὐκ ἀπαιτεῖ δὲ αὐτὸν πρὸ τῆς ἰάσεως πίστιν, ὥσπερ ἐπὶ ἄλλων τινῶν, ὅτι οὐδέπω αὐτὸν ἑωράκει σημεῖον ἕτερον πεποιηκότα, ἀλλ’ οὐδὲ ὅστις ἢν ᾔδει καὶ γὰρ καὶ ἐκείνους οὓς ἀπῄτει πίστιν, οὐ πρὸ τῶν θαυμάτων, ἀλλὰ μετὰ τὸ ἰδεῖν αὐτοὺς θαύματα πεποιηκοτα απῃτει.
Ἦρε δὲ τὸ ἑαυτοῦ κράββατον, καὶ περιεπάτει, ἐπειδὴ ἅμα ἤκουσε πιστεύσας· ἠγέρθη γενόμενος ὑγιὴς, μηδὲν ὅλως ἄπιστον ἐννοήσας.
Ἀπολιναρίου. Οὐκ εἶπαν διὰ τί ταῦτα ἐκέλευε γίνεσθαι σαββάτῳ, ἀλλὰ διὰ τί ταῦτα ἐποίησεν ἐν σαββάτῳ; οὐχ ὑπὲρ τῆς παραβάσεως δυσχεραίνοντες, ἀλλὰ τῇ σωτηρίᾳ τῇ παρ’ αὐτοῦ φθονοῦντες. Καί τοι γε ὅσον εἰς ἀνθρώπινον ἔργον, τοῦτο μᾶλλον ἔργον ἦν, ὅπερ ἐποίησεν ὁ παράλυτος· ἐκεῖνο δὲ λόγος καὶ ῥῆμα. χρὴ δὲ θαυμάσαι καὶ τὴν μετὰ ταῦτα πίστιν αὐτοῦ, καὶ τὴν πρὸς τοὺς Ἰουδαίους παρρησίαν, πῶς ἐπικειμένων αὐτῷ καὶ λεγόντων, “ οὐκ ἔξεστι σοι ἆραι τὸν κράββατόν σου διὰ τὸ σάββατον,” αὐτὸς μετὰ παρρησίας τὴν ἀναίσχυντον ἐπιστομίζων γλῶτταν, τὸν εὐεργέτην ἐκήρυττε λέγων, “ ὁ ποιήσας με ὑγιῆ, αὐτός μοι εἶπεν, “ ἆρον τὸν κράββατόν σου,” μονονουχὶ λέγων, ληρεῖτε καὶ παραπαίετε, κελεύοντες τῷ ἀπὸ μακρᾶς οὕτω καὶ χαλεπῆς ἀπαλλάξαντί με νόσου μὴ πείθεσθαι προστάσσοντι, καί τοι γε εἰ κακουργεῖν ἐβούλετο, ἐνῆν καὶ ἑτέρως εἰπεῖν, οἷον ὅτι οὐχ ἑκὼν τοῦτο ποιῶ, ἀλλ’ ἑτέρου κελεύσαντος· εἰ δὲ ἔγκλημα τοῦτο, καὶ ἀποτίθεμαι τὴν κλίνην, καὶ θεραπείαν δὲ ἔκρυψεν ἄν· καὶ γὰρ ᾔδει σαφῶς οὐχ οὕτω δακνομένους ἐπὶ τῇ τοῦ σαββάτου λύσει, ὡς ἐπὶ τῇ τῆς ἀρρωστίας διορθώσει.
τίνος ἕνεκεν οὐκ εἶπον αὐτῷ, τίς ἐστιν ὁ ποιήσας σε ὑγιῆ, ἀλλ’ “ ὁ εἰπών σοι, ἆρον τὸν κράββατόν σου;” ἀπὸ πολλῆς κακουργίας· ἄνω γὰρ καὶ κάτω τὴν δοκοῦσαν παράβασιν εἰς μέσον ἦγον. Αὐτὸς δὲ τούτου χάριν ἐξένευσε· πρῶτον μὲν, ἵνα ἀπόντος αὐτοῦ ἡ μαρτυρία ἀνύποπτος γένηται· ὁ γὰρ αἴσθησιν λαβὼν τῆς ὑγιείας, ἀξιόπιστος ἦν τῆς εὐεργεσίας μάρτυς. Ἐπειτα ἵνα μὴ πλέον τούτων παρασκευάσῃ τὸν θυμὸν ἐκκαῆναι· οἶδε γὰρ, καὶ ὄψις μόνη
Τί δαὶ μανθάνομεν ἐκ τοῦ, “ ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε,” καὶ τὰ ἑξῆς; Πρῶτον μὲν, ὅτι ἐξ ἁμαρτιῶν ἐτέχθη τῷ ἀνθρώπῳ τὸ νόσημα, δεύτερον δὲ ὅτι ἀληθὴς ὁ τῆς γεέννης λόγος, καὶ τὸ μακρὰν εἶναι καὶ ἄπειρον τὴν τιμωρίαν. Ποῦ γὰρ νῦν εἰσιν οἱ λέγοντες, ὅτι ἐν ὥρᾳ μιᾷ ἐπόρνευσα, καὶ ἀθάνατα κολάζομαι; ἰδοὺ γὰρ καὶ οὗτος οὐκ ἐν τοσούτοις ἥμαρτεν ἔτεσιν, ἐν ὅσοις ἐκολάζετο, ἀλλ’ ὁλόκληρον γοῦν ἀνθρώπου βίον σχεδὸν ἀνήλωσεν ἐν τῷ μήκει τῆς τιμωρίας. Οὐδὲ γὰρ ἐν χρόνῳ τὰ ἁμαρτήματα κρίνεται, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει τῶν πεπλημμελημένων. Μετὰ τοῦτο κἀκεῖνο μανθάνομεν, ὅτι κἂν χαλεπὴν δῶμεν ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων τὴν δίκην, εἶτα τοῖς αὐτοῖς περιπέσωμεν, χαλεπώτερα πολλῷ πεισόμεθα πάλιν, καὶ μάλα εἰκότως· ὁ γὰρ μηδὲ τῇ τιμωρίᾳ γενόμενος βελτίων, ὡς ἀναίσθητος καὶ καταφρονητὴς, ἐπὶ μείζονα ἄγεται κολαστήρια. Καὶ τίνος ἕνεκεν, φησὶ, μὴ πάντες οὕτω κολάζονται; καὶ γὰρ πολλοὺς ὁρῶμεν τῶν φαύλων εὐσωματοῦντας καὶ σφριγῶντας, καὶ πολλῆς ἀπολαύοντας εὐημερίας. ἀλλὰ τὸ μηδὲν αὐτοὺς ἐνταῦθα παθεῖν, ἐφόδιον γίγνεται μείζονος τῆς ἐκεῖ τιμωρίας. καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε “ κρινόμενοι δὲ “ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν·” τὰ μὲν γὰρ ἐνταῦθα νουθεσίας, τὰ δὲ ἐκεῖ τιμωρίας ἐστί.
Τί οὖν; πάντα τὰ νοσήματα ἐξ ἁμαρτημάτων; οὐ πάντα μὲν, ἀλλὰ τὰ πλείονα. Γίγνεται μὲν γὰρ διὰ ἁμαρτημάτων, ὥσπερ καὶ ἐν ταῖς βασιλείαις ὁρῶμέν τινα ποδαλγίᾳ κατασχεθέντα. γίνεται δὲ καὶ δι’ εὐδοκίμησιν, ὥσπερ τῷ Ἰώβ φησιν ὁ Θεὸς, “ ἣ ἄλλως σοι οἴει κεχρηματικέναι, ἣ ἵνα δίκαιος ἀναφανῇς;” Ενια δὲ καὶ ἀπὸ ῥαθυμίας γίνεται. καὶ γὰρ καὶ γαστριμαργία καὶ μέθη τὰ τοιαῦτα τίκτουσι νοσήματα.
τινὲς τὸν παράλυτον τοῦτον διαβάλλοντες, φασὶν αὐτὸν τοῦ Χριστοῦ γενήσεσθαι κατήγορον, καὶ διὰ τοῦτο ἀκηκοέναι τὴν παραγγελίαν καὶ τὴν ἀπειλὴν ἐκείνην. Οὐκ ἔστι δὲ οὕτως. καὶ γὰρ, φησὶ, “ εὑρίσκει αὐτὸν ἐν τῷ ἱερῷ ὁ Ἰησοῦ,” ὅπερ μεγίστης
Διὰ τί φησιν, “ ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργά- “ζομαι;” τὸ ὁμότιμον τὸ πρὸς τὸν Πατέρα δεῖξαι Ἅμα δὲ καὶ ἀναγαγεῖν αὐτοὺς θέλων ἀπὸ τῆς γῆς, ἵνα μηκέτι ὡς ἀνθρώπῳ προσέχωσιν, ἀλλ’ ὡς Θεῷ καὶ νομοθέτῃ, καὶ ὥσπερ, φησὶν, ἀπολύετε τὸν Θεὸν ἐγκλημάτων ἐφ’ οἷς καὶ ὅτε διαπράττεται, οὐτῶ καὶ ἐμὲ.
Εἰ δέ τις ἐπιθυμεῖ τὸν τρόπον μαθεῖν, καθ’ ὃν ἐργάζεται ὁ Πατὴρ, ὁράτω τὴν οἰκουμένην ἅπασαν καὶ τὴν ταύτης πρόνοιαν· καὶ ἥλιον ἀνατέλλοντα καὶ σελήνην τρέχουσαν, καὶ πηγὰς καὶ ποταμοὺς καὶ ὑετοὺς, καὶ φύσεως δρόμον τὸν ἐν τοῖς σπέρμασι, τὸν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις καὶ τοῖς τῶν ἀλόγων, τὰ ἄλλα πάντα, δι’ ὧν τόδε τὸ πᾶν συγκροτεῖται, ἅπερ καὶ ἐν σαββάτῳ γίνεται. οἱ δὲ τῇ πονηρίᾳ συνεχόμενοι μᾶλλον ἐζήτουν αὐτὸν ἀποκτεῖναι, “ ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον,” καὶ τὰ ἑξῆς.
Οὐκ εἶπεν ὁ λέγων, οὐ γὰρ ἃν τοῖς ῥήμασιν ἐδείκνυ μόνοις, ἀλλὰ πυκνότερον ἐν τοῖς πράγμασιν. Τί δή ποτε; ὅτι τοῖς μὲν λόγοις εἶχον ἐπισκήπτειν, καὶ ἀλαζονείαν ἐγκαλεῖν, τὴν δὲ τῶν πραγμάτων ορῶντες k ἀλήθειαν ἐκβαίνουσαν, καὶ ἐπὶ τῶν ἔργων [*](k ὁρῶν τε Cod.)
Τὸ δὲ “ οὐ δύναται ὁ Υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν’ τοῦτο σημαίνει, ὅτι οὐδὲν ἐναντίον τῷ Πατρὶ, οὐδὲν ἀλλότριον, οὐδὲν ξένον, καὶ τοῦτο δὲ τὴν πρὸς τὸν Πατέρα δείκνυσιν ἰσότητα καὶ τὸ ἀπαράλλακτον καὶ τὸ ὡσανεὶ ἀπὸ μιᾶς γνώμης, ἐξουσίας, καὶ δυνάμεως γινόμενον. Δῆλοί δὲ τοῦτο καὶ τὸ ἐπαγόμενον, “ ἃ γὰρ ἃν, φησὶν, ὁ Πατὴρ ποιῇ, ταῦτα καὶ ὁ Υἱὸς ὁμοίως ποιεῖ, ὅθεν καὶ ἐκ τῶν ἄνωθεν εἰρημένων, καὶ ἐκ τῶν μετὰ ταῦτα λεχθέντων, δείκνυται τῆς ἰσότητος ἡ ἀπόδειξις.
Τί ἐστι τὸ καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἴνα ὑμεῖς “ θαυμάζητε;” ἐπειδὴ τὸν παράλυτον ἔσφιγξε, μέλλει δὲ νεκρὸν ἐγείρειν. Διὰ τοῦτό φησιν, εἰ θαυμάζετε, ὅτι παράλυτον ὑγιῆ πεποίηκα, μείζονα τούτων ὄψεσθε.
ταπεινότερον δὲ αὐτὸ εἶπε, τουτέστι τὸ “ δείξει,” ἵνα τὴν μανίαν αὐτῶν παραμυθήσηται· ὅτι γὰρ οὐ κυρίως τὸ “ δείξει” κέχρηται, τὰ ἑξῆς δηλοῖ. “ Ὥσπερ γὰρ ὁ Πατὴρ,” φησὶν, “ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποίει τὸ μὲν γὰρ “ὡσπερ ὀ Πατὴρ ἐγείρει” τῆς δυνάμενς δείκνυσι τὴν ἀπαραλλαξίαν, τὸ δὲ “ οὓς θέλει,” τῆς ἐξουσίας τὴν ἰσότητα.
Ἐπειδὴ δὲ εὐεργετούμενοι οἱ ἄνθρωποι οὐχ οὕτως αἰσθάνονται, διὰ τοῦτο ἐπάγει, ὅτι “ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ,” ἵνα κἂν ὁ φόβος εἰς τὴν τιμὴν τοῦ Υἱοῦ αὐτοὺς ἐπισπάσηται. πᾶσαν δὲ εἰπὼν τοῦτο ἐδήλωσεν, ὅτι καὶ τοῦ κολάζειν καὶ τοῦ τιμᾷν ἐστι κύριος ἅπαντας, ὡς ἃν ἐθέλῃ. ὥσπερ δὲ τὸ “ ἔδωκε “ ζωὴν,” ἐγέννησεν αὐτὸν ζῶντα ἐστὶν, οὕτω καὶ τὸ “ ἔδωκε
Πρὸς δὲ τὸ μὴ ἐκθηριωθῆναι τοὺς Ἰουδαίους, βουλόμενος ἀπαράδεκτον ποιῆσαι τὸν λόγον, ἐκ τοῦ μαθεῖν ὅτι τῷ Πατρὶ πιστεύσυσιν οἱ αὐτοῦ ἀκούοντες, ἐπήγαγε λέγων, “ ὁ ἀκούων μου τοὺς λόγους καὶ πιστεύων τῷ πέμψαντι με,” καὶ τὰ ἑξῆς. τοῦτο γὰρ δεξάμενοι μετὰ προθυμίας, καὶ τὰ λοιπὰ ἔμελλον εὐκολώτερον δέχεσθαι.
Τὸ δὲ “ εἰς κρίσιν οὐκ ἔρχεται,” τουτέστιν, οὐ κολάζεται·
Ἵνα δὲ μὴ δόξῃ κόμπος εἶναι τὸ πρᾶγμα καὶ τῦφος, παρέχει καὶ τὴν διὰ τῶν ἔργων ἀπόδειξιν, λέγων, ὅτι ἔρχεται ὥρα εἶτα ἵνα μὴ μακρὸν ὑποπτεύσωμεν χρόνον, “ καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ “ ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ ζήσονται.” νῦν, φησὶν, ἐμοῦ διατρίβοντος μεθ’ ὑμῶν, τοῦτο γενήσεται πρὸς τὸ μὴ διαπιστεύειν ὑμᾶς περὶ τούτου· τοῦτο δὲ ἔλεγε περὶ ὧν ἔμελλε νεκρῶν ἀνιστᾷν, οἷον τοῦ υἱοῦ τῆς χήρας καὶ τοῦ Λαζάρου. Εἶτα καὶ λογισμὸν ἐπάγει τῶν εἰρημένων ἀποδεικτικόν. “ Ὥσπερ “ γὰρ, φησὶν, ὁ πατὴρ ἔχει ζωὴν ἐν ἑαυτῷ, οὕτως ἔδωκε καὶ τῷ “ υἱῷ ζωὴν ἔχειν ἐν ἑαυτῷ.
τὴν δὲ τοῦ “ ἔδωκε” λέξιν ἐνταῦθα τέθεικεν ἐπὶ τὸ δεῖξαι μόνον τῷ τὸν μὲν Πατέρα εἶναι, τὸν δὲ Υἰὸν, τὰ δὲ ἄλλα πάντα τὸ ἴσον καὶ ἀπαράλλακτον ἐμφαίνει πρὸς τὸν Πατέρα.
τίνος ἕνεκεν ἀνάστασιν καὶ κρίσιν ἄνω καὶ κάτω στρέφει λέγων, “ καὶ ἐξουσίαν ἔδωκεν αὐτῷ καὶ κρίσιν ποιεῖν;” ὅτι ταῦτα μάλιστα πάντων ἐστὶν, ἃ καὶ ἐπαγαγέσθαι δύναται τὸν ἀκροατήν. Ὁ γὰρ πεισθεὶς ὅτι καὶ ἀναστήσεται, καὶ αὐτῷ δώσει, τουτέστι τῷ Χριστῷ, καὶ εὐθύνας τῶν πεπλημμελημένων, εἰ καὶ μηδὲν ἔτερον εἶδε σημεῖον, τοῦτο μόνον καταδεξάμενος, προσδραμεῖται πάντως αὐτῷ, ἥμερον κατασκευάζων ἑαυτῷ τὸ δικαστήριον.
Χρὴ δὲ γινώσκειν, ὅτι ὁ μὲν Παῦλος ὁ Σαμοσατεὺς οὕτω φησιν, “ ἔδωκεν αὐτῷ κρίσιν ποιεῖν, ὅτι ὑίος ἀνθρώπου ἐστιν οὐδεμίαν ἀκολουθίαν ἔχει. Οὐ γὰρ διὰ τοῦτο ἔλαβε κρίσιν, ὅτι ἄνθρωπός ἐστιν, ἀλλ’ ἐπειδὴ τῆς ἀρρήτου οὐσίας ἐκείνης ἐστὶν υἱὸς, διὰ τοῦτο ἐστὶ καὶ κριτής· οὕτω τοίνυν ἀναγνωστέον, “Ὅτι “ υἱὸς ἀνθρώπου ἐστὶ, μὴ θαυμάζετε τοῦτο.” Ἐπειδὴ γὰρ ἐδόκει τοῖς ὁρῶσι προίστασθαι τὸ φαινόμενον, καὶ πλέον οὐδὲν ἐνόμιζον εἶναι, ἀλλὰ ψιλὸν ἄνθρωπον, τὰ δὲ λεγόμενα μεῖζον ἢ κατὰ ἄνθρωπον ἦν, μᾶλλον δὲ μεῖζον ἣ κατὰ Ἄγγελον, καὶ Θεοῦ μόνου, ταύτην λύων τὴν ἀντίθεσιν ἐπήγαγε, “ μὴ θαυμάζετε.”
Ἐπειδὴ δὲ εἶπεν ἀνωτέρω, “ ὅτι ὁ ἀκούων μου τοὺς λόγους καὶ “ πιστεύων τῷ πέμψαντί με, οὐ κρίνεται,” ἵνα μὴ νομίσωμεν, ὅτι τοῦτο μόνον ἀρκεῖ πρὸς σωτηρίαν, προστέθεικε καὶ τὰ ἐκ τοῦ
Ἀμμωνίου πρεσβυτέρου. Ὥστε οὐκ ἀρκεῖ ἡ πίστις μόνη σῶσαι, εἰ μὴ καὶ ἔργα τις ἔχει ἀγαθά.
Δι’ ἀμφοτέρων, τοῦ τε φόβου καὶ τῆς τιμῆς, προτρέπεται εἰς σωτηρίαν τὸν ἄνθρωπον. Τί σημαίνει τὸ, “ οὐ δύναμαι ἐγὼ ἀπ’ ἐμαυτοῦ οὐδέν;” τὸ ἀπαράλλακτον, ὅτι οὐδὲν ἔφη ξένον, οὐδὲν παρηλλαγμένον, οὐδὲ ὃ μὴ βούλεται ὁ Πατὴρ, παρ’ ἐμοῦ γίνεται.
Τὸ δὲ “ καθὼς ἀκούω, κρίνω,” τοῦτο δηλοῖ οὐ διδασκαλίαν, ἀλλὰ τὸ τῆς ψήφου ἴσον, ὡσανεὶ ἔλεγεν, οὕτω κρίνω, ὡσανεὶ αὐτὸς ὁ Πατὴρ ὁ κρίνων εἴη. Ἐπειδὴ δὲ ἐν τοῖς ἔμπροσθεν, τὰ μὲν θεοπρεπῶς, τὰ δὲ ἀνθρωπίνως διηλέχθη, πάλιν ὡς ἄνθρωπος κατασκευάζει τὰ αὐτὰ, καὶ φησὶν, “ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστιν, ὅτι “ οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν,” καὶ τὰ ἑξῆς. Ὁ μὲν γὰρ θέλων, φησὶ, τὰ ἑαυτοῦ στῆσαι, ἴσως ἃν ὑποπτευθείη, ὥσπερ φθείρων ἐν τούτῳ τὸ δίκαιον. Ὁ δὲ μὴ τὰ ἑαυτοῦ σκοπῶν, τίνα ἃν ἔχοι πρόφασιν τοῦ μὴ τὰ δίκαια ψηφίζεσθαι; Διὰ τοῦτο οὖν, ἐπειδὴ τῷ Πατρὶ ἀνατίθημι τὰ γιγνόμενα, πείσθητε τοῖς ὑπ’ ἐμοῦ λεομενοις.
Τὸ δὲ “ ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ “ ἔστιν ἀληθὴς,” τί σημαίνει; καὶ γὰρ πολλαχοῦ φαίνεται μαρτυρήσας περὶ ἑαυτοῦ, οἷον τῇ Σαμαρείτιδι διαλεγόμενος, καὶ τῷ τυφλῷ, καὶ τοῖς Ἰουδαίοις, καὶ ἑτέρωθι πολλαχοῦ τοῦτο ποιεῖ. Ἃν οὖν ἅπαντα ταῦτα ψευδῆ, τίς ἡμῖν σωτηρίας ἐλπίς; πόθεν δὲ τὴν ἀλήθειαν εὑρήσομεν, ὅταν αὐτὴ ἡ ἀλήθεια λέγῃ, ὅτι οὐκ ἔστιν ἡ μαρτυρία μου ἀληθής. Οὐ τοῦτο δὲ δοκεῖ τὸ ἐναντίωμα εἰναι μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Προϊὼν γάρ φησι, “ κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου ἀληθής ἐστι. Ποῖον οὖν δεξόμεθα, ποῖον δὲ εἶναι νομίσωμεν ψεῦδος; Τί οὖν ἐστι τὸ εἰρημένον; ἔμελλον αὐτῷ λέγειν οἱ Ἰουδαῖοι, ἐὰν σὺ μαρτυρῇς περὶ σεαυτοῦ, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Διὰ τοῦτο οὖν προλαβὼν τοῦτο εἶπεν, ὡσανεὶ ἔλεγεν· ἴσως ἐρεῖτέ μοι, ὅτι σοὶ οὐ πιστεύομεν, οὐδεὶς γὰρ ἑαυτῷ μαρτυρῶν ἀξιόπιστός ἐστιν ἐν ἀνθρώποις. Οὐ τοίνυν πρὸς τὴν ἀξίαν τὴν αὐτοῦ, ἀλλὰ πρὸς τὴν
Τὸ δὲ “ἐγὼ οὐ παρὰ ἀνθρώπου τὴν μαρτυρίαν λαμβάνω, ἀλλὰ “ταῦτα λέγω, ἵνα ὑμεῖς σωθῆτε,” τοῦτό ἐστιν, ἐγὼ μέν φημι, οὐκ ἐδεόμην τῆς τούτου μαρτυρίας, Θεὸς ὣν, τῆς ἀνθρωπίνης. Επειδὴ δὲ μᾶλλον αὐτῷ προσείχετε, ἤπερ ἐμοὶ, καὶ πάντων ἀξιοπιστότερον ἡγεῖσθε, καὶ ἐκείνῳ μὲν, ὡς προφήτῃ προσεδρά- μετε, ἐμοὶ δὲ θαυματουργοῦντι οὐκ ἐπιστεύσατε, διὰ τούτου ὑμᾶς ἀναμιμνήσκω τῆς μαρτυρίας ἐκείνης, καὶ πάντα ποιῶ ὥστε ὑμᾶς σωθῆναι.
Λύχνον δὲ καιόμενον καὶ φαίνοντα αὐτὸν εἶπε διὰ τὸ μὴ οἴκοθεν ἔχειν τὸ φῶς, ἀλλὰ ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος.
Τὸ δὲ “ὑμεῖς ἠθελήσατε ἀγαλλιασθῆναι πρὸς ὥραν τῷ φωτὶ αὐτοῦ, δηλοῖ ὅτι ἀπεδέξαντο μὲν πρὸς ὥραν τὰ εἰρημένα, καὶ ὀρθὴν περὶ αὐτοῦ κρίσιν εἶχον, τουτέστι πρόσκαιρον καὶ ἀβέβαιον σπουδήν. Εἰ γὰρ ἐπέμειναν, ταχέως ἃν αὐτοὺς πρὸς τὸν Ἰησοῦν ἐχειραγώγησεν·
εἶτα τὴν ἐκ τῶν ἰδίων ἔργων μαρτυρίαν δεικνὺς, ἐπήγαγε λέ- γων, “ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζονα Ἰωάννου, τὰ ἔργα ἃ
Οὐκ εἶπε δὲ ὅτι ἔχετε, ἀλλ’ ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, δεικνὺς, ὅτι οὐδὲ ἐκεῖθεν ἐκαρποῦντο μέγα τι καὶ γενναῖον ἀπὸ τῆς ἀναγνώσεως σώζεσθαι μόνης προσδο- κῶντες, πίστεως μὴ προσούσης. τοῦτο γὰρ σημαίνει καὶ τὸ ἐπα-
Τὸ δὲ “ἔγνωκα ὑμᾶς, ὅτι τὴν ἀγάπην τοῦ Θεοῦ οὐκ ἔχετε,” εἰπε, δεικνὺς, ὅτι οὐ δι’ ἀγάπην Θεοῦ αὐτὸν ἐδίωκον, κἂν οὕτως ἐκεῖνοι προεφασίζοντο.
Ὁρᾷς ὅτι ἄνω καὶ κάτω διὰ τοῦτο λέγει ἀπεστάλθαι, καὶ παρὰ τοῦ Πατρὸς εἰληφέναι, καὶ οὐδὲν δύνασθαι ποιεῖν ἀφ’ ἑαυτοῦ, ἵνα πᾶσαν ἐκκόψῃ πρόφασιν ἀγνωμοσύνης.
Περὶ τίνος λέγει, ὅτι “ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ ὀνόματι τῷ “ἰδίῳ, ἐκεῖνον λήψεσθε;“περὶ τοῦ Ἀντιχρίστου ὅστις ἑαυτὸν μέλλει ἀποδεικνύναι, ὅτι αὐτός ἐστιν ὁ Θεός. τοῦτο γάρ ἐστιν, “ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθον, καὶ οὐ δέχεσθέ με” τοῦτο δὲ συμβαίνει ὑμῖν διὰ τὸ μὴ ζητεῖν ὑμᾶς τὴν τοῦ Θεοῦ δόξαν, ἀλλὰ μᾶλλον τὴν παρὰ ἀλλήλων λαμβάνοντος. Ἐπεὶ δὲ λέγετε Μωϋσεῖ πιστεύειν, δείκνυμι δι’ ὧν κατ’ ἐμοῦ τολμᾶτε, ὅτι μάλιστα ἀπιστεῖτε τῷ Μωϋσεῖ. Διὸ καὶ “ἐκεῖνός ἐστιν ὁ κατηγο- “ ρῶν ὑμῶν πρὸς τὸν Πατέρα, εἰς ὃν ὑμεῖς ἠλπίκατε. Εἰ γὰρ “ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἃν ἐμοὶ,” καὶ τὰ ἑξῆς. Πῶς δὲ Μωϋσῆς περὶ αὐτοῦ ἔγραψεν ἀκούσομεν. Ἐάν τις ἔλθῃ φησὶν, σημεῖα ποιῶν, καὶ πρὸς τὸν Θεὸν ἄγων, καὶ προλέγων τὰ μέλλοντα μετὰ ἀληθείας, ὑπακούσετε αὐτῷ μετὰ πάσης σπουδῆς· ὁ Χριστὸς οὑν ταύτα πεποίηκεν.
Τοῦ ἁγίου κυρίλλου. Ἐντεῦθεν οἶμαι συνεὶς, καὶ ὁ μακάριος Παῦλος ἀληθές τι φησι, περὶ δὲ τῶν Ἰουδαίων καὶ τοῦ τῆς ἀνομίας υἱοῦ, “ἀνθ’ ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἔδειξαν εἰς τὸ “σωθῆναι αὐτοὺς, διὰ τοῦτο πέμψει αὐτοῖς ὁ Θεὸς ἐνέργειαν πλά- “νῆς, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσιν ἅπαντες οἱ “μὴ πιστεύσαντες τῆ ἀληθείᾳ, ἀλλ’ εὐδοκήσαντες τῆ ἀδικίᾳ.”
Ἀμμωνίου πρεσβττέρου. Εἰ καὶ οῃεν ὅτι οὐ πείθονται, ἀλλ’ ὡς Θεὸς τὸ ἑαυτοῦ ποιεῖ, ἐλέγχων καὶ νουθετῶν. ὁ Ἀντ’ ίχριστος τὴν τοῦ βίου δόξαν ἐπαγγέλλεται, καὶ διὰ τοῦτο ἐκείνῳ πί- πιστεύετε.
Ἐγὼ μὲν, φησὶν, ἐπειδή περ ὑμᾶς πρὸς τὸν Θεὸν ἀνάγω, οὐδὲν ἐν τῷ βίῳ περίβλεπτον ὑμῖν ἐπαγγελλόμενος, ἀποφεύγετε τῶν παρ’ ἐμοῦ λεγομένων τὴν διδασκαλίαν· ἐκεῖνος δὲ ἐπειδήπερ ἐν τῶ βίω τούτω τὴν πᾶσαν ἑαυτοῦ δόξαν ἐπιδείκνυται, πολλὴν τὴν ἐνταῦθα τοῖς ἐπ’ αὐτὸν πιστεύουσιν, ἄνεσίν τε καὶ δωροφορίαν ἐπαγγελλόμενος, ἐπιθυμίᾳ τῆς παρούσης δόξης ἐπ’ αὐτὸν συν- δραμεῖσθε.
Ἀποδιναρίου. Λέγει τῆς ἀπιστίας τὴν αἰτίαν, ἐλέγχων τῶν διανοιῶν τὰ κεκρυμμένα· ἄρχοντες μὲν γὰρ τὴν ἀπὸ λαῶν εὐδοκί- μησιν μεταδιώκοντες, λαοὶ δὲ τὴν παρὰ τοῖς ἄρχουσι τιμὴν ἀγα- πῶντες, ἀφίστασθε τῆς πίστεως τῆς εἰς ἐμέ· οἱ μὲν ἵνα μὴ δόξαν ἐλαττωθεῖεν τὴν ἐν ὑμῖν, ὑμεῖς δὲ ἵνα μὴ τὴν παρ’ ἐκείνοις τιμὴν ἀποβάλοιτε.