Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τοῦ βασιλικοῦ.
Διὰ τι μετὰ τὸ εἰπεῖν τὸν Εὐαγγελιστὴν ὅτι ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν, προσέθηκεν ὅτι “αὐτὸς γὰρ ὁ Χριστὸς ἐμαρτύρησεν “ὅτι προφήτης ἐν τῇ ἰδίᾳ πατρίδι τιμὴν οὐκ ἔχει * ἐπειδὴ οὐκ εἰς τὴν Καπερναοὺμ ἀπῆλθεν,ἀλλ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς τὴν Κανὰ. Ἴνα γὰρ μὴ ἐξετάσῃ τις διὰ τί παρὰ μὲν τοῖς αὐτοῦ οὐκ ἔμεινε, παρὰ δὲ τοῖς Σαμαρείταις ἔμεινε, τίθησι τὴν αἰτίαν λέγων ὅτι οὐ προσεῖχον αὐτῷ. Διὰ τοῦτο γὰρ οὐκ ἀπῆλθεν, ἵνα μὴ μεῖζον αὐτοῖς τὸ κρίμα γένηται.
Πατρίδα δὲ ἑαυτοῦ καλεῖ, τὸν τῆς οἰκονομίας λόγον δηλῶν· τί οὖν οὐχ ὁρῶμεν, φησὶ, καὶ παρὰ τοῖς Ἰουδαίοις πολλοὺς θαυμα- ζομένους, μάλιστα μὲν οὐκ ἀπὸ τῶν σπανιζόντων τὰ τοιαῦτα δεῖ ψηφίζεσθαι. Εἰ δέ τινες ἐν τῇ αὐτῶν τιμῶνται πατρίδι, πολλῷ μᾶλλον ἐν τῇ ἀλλοτρίᾳ· ἡ γὰρ συνήθεια εὐκαταφρονήτους ποιεῖν εἴωθεν.
Ἀμμωνίου. Οὐχ ὡς τιμῆς ἀντιποιούμενος ἐξῆλθεν, ἀλλὰ τῶν πολιτῶν φειδόμενος· ὅτι γὰρ ἑώρων αὐτὸν, ἐθυμοῦντο· ὃς ἐν τιμῇ ὣν τῇ θείᾳ ἐσαρκώθη, καὶ τὸν ἀτιμότατον ὑπέστη θάνατον διὰ τὴν ἤμων σωτηρίαν.
Ὧδε ἑαυτὸν καλεῖ τὸν προφήτην τὸν ὑπὸ Μωυσέως προανα- κηρυχθέντα, ὃς καὶ προφήτης οἰκονομικῶς ἐκλήθη, αὐτὸς ὣν ὁ τοῦ Πνεύματος χορηγὸς ὡς Θεὸς, δι’ οὗ προφῆται ἐπροφήτευον. μέμνηται δὲ τῶν Γαλιλαίων ἀποδεξαμένων αὐτὸν, ἵνα δείξῃ ὅτι οἱ κακιζόμενοι οὗτοι μάλιστα προσερχόμενοι αὐτῷ εὑρίσκονται. Ὁ μὲν γὰρ ἔλεγεν, “ἐκ Ναζαρὲτ δύναται τι ἀγαθὸν ετͅναι ;” ἄλλος δὲ “ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγήγερται,” ἀλλ’ ἰδοὺ καὶ Σαμαρεῖται καὶ Γαλιλαῖοι πιστεύουσιν εἰς αἰσχύνην Ἰουδαίων· εὑρέθησαν δὲ καὶ Γαλιλαίων οἱ Σαμαρεῖται βελτίους. Ἐκεῖνοι μὲν γὰρ ἀπὸ τῶν τῆς γυναικὸς ἐδέξαντο ῥημάτων αὐτὸν, οὗτοι δὲ ἑωρακότες, φησὶ, τὰ σημεῖα ἃ ἐποίησεν.
τίνος ἕνεκεν ἀναμιμνήσ κεἰ τοῦ θαύματος ὁ Εὐαγγελιστὴς λέγων, “ὅπου ἐποίησε τὸ ὕδωρ ο7νον ;“τῶν Σαμαρειτῶν τὸ ἐγκώ-
Ἀμμωνίου. τέρας ἐστὶ τὸ παρὰ φύσιν, οἷον τὸ ἀνοῖξαι τυφλῶν, καὶ ἐγεῖραι νεκρόν· σημεῖον δὲ τὸ οὐκ ἔξω τῆς φύσεως ὂν, ὅπερ ἐστὶν ἰάσασθαι ἄρρωστον.
Ἀπήντησαν δὲ αὐτῷ οἱ παῖδες αὐτοῦ, τὰ τῆς ὑγιείας τοῦ οἱοῦ αὐτοῦ ἀπαγγέλλοντες, διὰ τὸ ἐκπλαγῆναι αὐτοὺς τὸ γενόμενον· οὐ γὰρ ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀπηλλάγη τῆς ἀσθενείας τὸ παιδίον, ἀλλ’ ἀθρόον, ὡς φαίνεσθαι μὴ φύσεως ἀκολουθίαν εἶναι τὸ θαῦμα, ἀλλὰ τῆς ἐνεργείας τοῦ Χριστοῦ. Μαθὼν δὲ παρ’ αὐτῶν ἐκεῖνος τὴν ὥραν, λοιπὸν πρὸς τὴν πίστιν τελείως διέκυψεν. Ὁρᾷς
Ἀμμωνίου πρεσβυτέρου. Πρὸ μιᾶς ἐπίστευσεν, ἐν δὲ τῇ ἑξῆς καὶ ἔργῳ ἤκουσεν, ὅτι γέγονεν ὃ ἐπίστευσεν ἔσεσθαι· πολλὰ γὰρ ἰσχύει πίστις, συνεργὸν καὶ τελειωτὴν ἔχουσα τὸν Θεόν.
“ Ἐπίστευσε δὲ καὶ αὐτὸς, καὶ ἡ οἰκία αὐτοῦ ὅλη,” διὰ τὸ μαθεῖν αὐτοὺς παρὰ τοῦ δεσπότου αὐτῶν, ὅτι οὗτος ἦν ὁ καιρὸς τῆς ὑγιείας τοῦ παιδὸς, ὅνπερ εἶπεν αὐτῷ ὁ Χριστὸς, ἐκ τούτου λαβόντες ἀπόδειξιν τῆς δυνάμεως αὐτοῦ.
Οὐχ ἁπλῶς δὲ τὸ “ δεύτερον” προσέθηκεν, ἀλλ’ ἔτι τὸ θαῦμα τῶν Σαμαρειτῶν, δεικνὺς ὅτι καὶ δευτέρου σημείου γενομένου οὐδὲ πρὸς τὸ ὕψος ἐκείνων ἔφθασαν τῶν οὐδὲ ἓν σημείων ἑωρακότων.