Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)
Catenae (Novum Testamentum)
Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.
Περὶ τῶν ε ἄρτων καὶ τῶν μ ἰχθύων.
Ἐπειδὴ εἰκὸς ἦν ἀπὸ τῶν λόγων τούτων τεχθῆναι φθόνον καὶ θυμὸν τοῖς Ἰουδαίοις, καταπραύνων αὐτοὺς ὁ Κύριος διὰ τῆς ἀνα- χωρήσεως, “ἀπῆλθε πέραν τῆς θαλάσσης τῆς Γαλιλαίας τῆς Tιβε- ’* ριάδος·” ἠκολούθησαν δὲ αὐτῷ ὄχλοι πολλοὶ, θεωροῦντες τὰ σημεῖα ἃ ἐποίει ἐπὶ τῶν ἀσθενούντων, ὅπερ οὐ σφόδρα ἀφιλοσόφου γνώ- γνώμης ἦν. Ἔδει γὰρ αὐτοὺς μᾶλλον διὰ τὴν διδασκαλίαν τοῦτο ποιῆσαι. Ta γὰρ σημεῖα φησὶν ὁ Ἀπόστολος τοῖς ἀπίστοις, ἀλλ’ οὐκ ἐκεῖνος ὁ ὄχλος ὁ παρὰ τῷ Ματθαίῳ τοιοῦτος, ἀλλὰ πῶς ; ** ἐξ̣επλήττοντο” γὰρ, φησὶ, “πάντες ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ὅτι ** ἐδίδασκεν αὐτοὺς, ὡς ἐξουσίαν ἔχων.
Ἄλλωχ. τῆς λίμνης φησὶν, ἔθος γὰρ τῇ γραφῇ, φησὶ, τῶν ὑδάτων συστήματα θάλασσαν καλεῖν. H μετάβασις καὶ ἡ τῶν τόπων ἐναλλαγὴ ἱκανῶς τὴν τοῦ πλήθους ἐδοκίμαζε προαίρεσιν. τῶν γὰρ ῥᾳθυμοτέρων δι’ ὄκνον ἐπὶ χώρας μενόντων οἱ σπουδαιό-
καὶ γὰρ ὅτε ἠβούλετο μυστικόν τι τοῖς μαθηταῖς παραδοῦναι, εἰς ὄρος ἄνεισιν.
Θεοδώρου μομψουεστίασ. Ἀνῆλθεν εἰς τὸ ὄρος, διδάσκων ἡμᾶς ὅτι τὸν μάλιστα Θεῷ προσιόντα πάσης ἀπηλλάχθαι δεῖ ταραχῆς, καὶ καιρὸν καὶ τόπον θορύβου καθαρὸν ζητεῖν.
Κυρίλλου. Ὅτε γὰρ τῶν Ἱεροσολύμων ἐκπεφοίτηκεν ὁ Χριστὸς κατὰ τὸ ἐν προφήταις εἰρημένον, “ἐγκαταλέλοιπα τὸν οἶκόν μου, “ἀφῆκα τὴν κληρονομίαν μου,” καὶ τοῖς ἀλλογενέσιν ἑαυτὸν ἐχαρίζετο, τότε πολὺς ὄχλος ἀκολουθεῖ. ἄνεισι δὲ εἰς ὄρος αὐτὸς, τουτέστιν, ὑψοῦται ἀπὸ τῆς γῆς, εἰς τὸν ὑπὲρ ἡμᾶς ἐμβαίνων οὐρανὸν, ἵνα πάντας ἑλκύσῃ πρὸς ἑαυτόν· ἢ πάλιν ἑτέρως, καθάπερ εἰς ὄρος ἀναβεβηκὼς τὴν θεοπρεπῆ τιμήν τε καὶ δόξαν· οὐ γὰρ ὡς ἄνθρωπον ἀτιμάζομεν κατὰ τὸν Ἰσραὴλ, ἀλλ’ ὡς Θεὸν καὶ Σωτῆρα καὶ Κύριον προσκυνοῦμεν ἡμεῖς.
Οὐκ ἀνῆλθε δὲ εἰς τὸ Πάσχα νῦν, ἀλλ’ εἰς τὴν Γαλιλαίαν, κἀκεῖθεν εἰς Καπερναοὺμ, ἠρέμα λοιπὸν ὑπεκλύων τὸν νόμον, ἀφορμὴν λαμβάνων ἀπὸ τῆς Ἰουδαϊκῆς πονηρίας.
Τὸ δὲ ἀναβλέψας τοῖς ὀφθαλμοῖς δείκνυσιν ὅτι οὐδέποτε ἁπλῶς ἐκάθητο μετὰ τῶν μαθητῶν, ἀλλ’ ἀκριβολογούμενός τι πρὸς αὐτοὺς, καὶ ἐπιστρέφων αὐτοὺς πρὸς ἑαυτὸν, ὃ μάλιστα τὴν κηδεμονίαν αὐτοῦ ἐνδείκνυται, καὶ τὸ ταπεινὸν καὶ συγκαταβατικὸν τὸ πρὸς ἐκείνους, συνεκάθηντο γὰρ αὐτῷ.
Οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ τοὺς μαθητὰς φασὶν προσελθόντας ἐρωτᾷν καὶ παρακαλεῖν, ὥστε μὴ ἀπολύσαι τοὺς ὄχλους νήστεις. Οὗτος δέ φησι τὸν Φίλιππον ἐρωτηθῆναι παρὰ τοῦ Χριστοῦ. δοκεῖ οὖν μοι ἀμφότερα εἶναι ἀληθῆ, ἀλλ’ οὐκ ἐπὶ τῶν αὐτῶν γενόμενα καιρῶν. Ἐρωτᾷ δὲ τὸν Φίλιππον, ἐπειδὴ ᾔδει τῶν μαθητῶν τοὺς μάλιστα δεομένους πλείονος διδασκαλίας. Οὗτος γάρ ἐστιν ὁ μετὰ ταῦτα λέγων, “δεῖξον ἡμῖν τὸν Πατέρα σου, καὶ “ἀρκεῖ ἡμῖν.” Διὰ τοῦτο ἄνωθεν αὐτὸν ἐρύθμισε, καὶ εἰ μὲν
Τί ἐστι πειράζων ; ἆρα ὡς ἀγνοῶν τὸ μέλλον ἀπ’ αὐτοῦ ῥηθή- σεσθαι ; οὐδαμῶς, ἀλλ’ ἀνθρωπίνως τοῦτο εἴρηται, ἵνα δοκιμώτερον αὐτὸν ἀπεργάσηται. Διὰ τοῦτο καὶ ὁ Εὐαγγελιστὴς, ἵνα μὴ τῇ ἀσθενείᾳ τῆς λέξεως ἐναπομείνας ὑποπτεύσῃ τι περὶ τοῦ ῥήματος ἄτοπόν, φησιν, “αὐτὸς γὰρ ᾔδει τί ἔμελλε ποιεῖν.” Ὑψηλότερόν πω τοῦ Φιλίππου ἀνέβη ὁ Ἀνδρέας, οὐ μὴν εἰς τὸ πᾶν ἔφθασεν· οἴμαι γὰρ εἰς αὐτὸν ἐληλυθέναι τῶν προφητῶν τὰ θαύματα, καὶ πῶς ὁ Ἐλισσαῖος ἐποίησε τὸ ἐπὶ τῶν ἄρτων σημεῖον, πλὴν ὁμοίως τῷ Φιλίππῳ ἐλέγχεται μηδὲν μέγα φαντασθεὶς, μηδὲ ἐπάξιόν τι τοῦ διδασκάλου φρονήσας, δι’ ωτν ἐπήγαγεν, “ἀλλὰ ** ταῦτα τι ἐστιν εἰς τοσούτους ;“ἐνόμιζε γὰρ ὅτι ἀπὸ μὲν ἐλαττόντων ἐλάττοντα, ἀπὸ δὲ πλειόνων πλείονα ἤμελλε ποιεῖν ὁ θαυματουργῶν, ὅπερ οὐκ ἦν. Οὐ γὰρ ὕλης ἐδεῖτο τῆς ὑποκειμένης, ἀλλ’ ὥστε μὴ δόξαι τὴν κτίσιν ἀλλοτρίαν ε-ι’ναι τῆς αὐτοῦ σοφίας, αὐτῇ τῇ κτίσει κέχρηται πρὸς τὴν ὑπόθεσιν τῶν κτισμάτων.
Ὡς ἑτοίμου καὶ παρεσκευασμένης τῆς τραπέζης ἐκέλευσεν αὐτὸς εὐθέως ἀναπεσεῖν· οἱ δὲ τὴν ἀρχὴν ἀπιστήσαντες μετὰ προθυμίας κατέκλιναν τὸν ὄχλον ἐπὶ τὸν χόρτον, ὥστε αὐτοὺς διαπαῦσαι· ἦν γὰρ ὁ καιρὸς τῆς πόας, ἔαρος λοιπὸν ὄντος· ἐγγὺς γὰρ ἦν, φησὶ, τὸ Πάσχα. Παρουσῶν δὲ γυναικῶν σὺν τέκνοις, μόνους τοὺς ἄνδρας ἀριθμεῖ, ταῖς κατὰ τὸν νόμον συνηθείαις ἀκο- λουθῶν. τοῦτο γὰρ καὶ Μωυσῆς ἐποίησεν ἐν ἀριθμοῖς· τίμιον γὰρ ἐν βίβλῳ Θεοῦ πᾶν ὅσον ἀνδρῶδες καὶ νεανικόν· εὐχαριστεῖ δὲ λαβὼν τοὺς ἄρτους, δεικνὺς ὅτι τοὺς τροφῆς ἀρχομένους εὐχα- ριστεῖν δεῖ τῷ Θεῷ, καὶ ὅτι ὄχλος ἦν πολὺς ὁ παρὼν, καὶ ἐχρῆν αὐτοὺς πεισθῆναι, ὅτι κατὰ γνώμην Θεοῦ παρεγένετο. Διὰ τοῦτο ὅτε μὲν μόνος ποιεῖ σημεῖα, οὐδὲν τοιοῦτον ἐπιδείκνυται· ὅταν δ’ ἐπὶ πολλῶν τοῦτο ποιεῖ, διὰ τῆς εὐχαριστίας τοῦτο ποιεῖ, ἀναιρῶν τὴν ὑπόνοιαν, ὅτι οὐκ ἀντίθεος τίς ἐστιν, οὐδὲ ἐναντίος τῷ γεγεν-
Ἀμμωνίου πρεσβυτέρου. Διδάσκει διὰ τοῦ σημείου θαρρεῖ, αὐτῷ, καὶ μὴ ἀθυμεῖν ἐν ’στ’ ενοχωρίᾳ, ἤτοι μὴ δειλιᾷν πρὸς φιλοξενίαν, ἀλλὰ πρὸς πᾶν ἀγαθὸν ἑτοίμους εἶναι.
Διὰ τοῦτο εὐχαριστεῖ, ἵνα μὴ δόξῃ ἀντίθεος εἶναι, καὶ ἵνα διδάξῃ ἡμᾶς ἐν τῷ ἐσθίειν εὐχαριστεῖν, πλὴν καὶ ὡς ἄνθρωπος εὐχαριστεῖ, ἵνα λάθῃ ἕως τοῦ πάθους τὸν ἄρχοντα τοῦ νῦν αἰῶνος.
Θεοδώρου μομψουεστίασ. τοῦτο μὴν λέγει, δείξας εἰς τὸ εὐπροσώπως αὐτοῖς κελεῦσαι τὴν τῶν κλασμάτων ποιήσασθαι συλλογήν· ἐκεῖνο δὲ οἰκονομούμενος, ὅπερ ἐξ αὐτοῦ παρηκολούθει τοῦ πράγματος, τὸ ἐπὶ πλέον ἀπολαύοντας μᾶλλον τοῦ γεγονότος μεμνῆσθαι θαύματος, ἣ καὶ ὥστε δοθῆναι καὶ εἰς ἑτέρους τὸ γεγενημένον. Ἐφαίνετο γὰρ καὶ τὸ δαψιλὲς τῆς χάριτος ἐν τῷ πλήθει τῆς περισσείας, καὶ ὅτι πάντα κατὰ τὸ δοκοῦν αὐτῷ διαπράττεται. πράττεται. Συνεχώρησε δὲ περισεῦσαι τοσαῦτα κλάσματα, οὐ δι’ ἐπίδειξιν, ἄπαγε, ἀλλ’ ὥστε μὴ φαντασίαν νομισθῆναι τὸ πρᾶγμα.
Ἀμμωνίου. τρέφει τοὺς πιστοὺς ὁ Χριστὸς διὰ τῶν ἄρτων τῶν κριθίνων, ὅπερ νοεῖται ἡ παχυτέρα τῆς πεντατεύχου διδασκαλία, καὶ διὰ τῶν δύο ἰχθύων, ὅπερ ἐστὶν ἡ ἁπαλὴ διδαχὴ τοῦ εὐαηελικοῦ καὶ ἀποστολικοῦ κηρύγματος.
Οὐκ ἔδωκε δὲ τοῖς ὄχλοις βαστάζειν, ἀλλὰ τοῖς μαθηταῖς, ἐπειδὴ μάλιστα τούτους παιδεῦσαι ἐβούλετο, τοὺς μέλλοντας ἔσεσθαι διδασκάλους τῆς οἰκουμένης. Τὸ μὲν γὰρ πλῆθος οὐδὲν μέγα ἔμελλε καρπώσασθαι ἐκ τοῦ θαύματος. καὶ γὰρ εὐθέως ἐπελάθοντο, καὶ ᾔτουν ἕτερον θαῦμα. Οὗτοι δὲ οὐ τὰ τυχόντα ἔμελλον κερδαίνειν. Ἢν δὲ καὶ τῷ Ἰούδαι κατάκριμα τὸ γινόμενον οὐ τὸ τυχὸν, βαστάζοντι τὸν κόφινον.
Χρὴ δὲ οὐ τὸ πλῆθος θαυμάζειν τῶν γεγονότων κλασμάτων ἐκ τῶν ἄρτων μόνον, ἀλλὰ καὶ τὴν ἀκρίβειαν τοῦ περισσεύσαντος, ὅτι οὔτε πλέον, οὔτε ἔλαττον, ἀλλ’ ἰσαρίθμους τῶν μαθητῶν τοὺς κοφίνους τῶν λειψάνων ἐποίησε περισσευθῆναι.
Ἐθάύμασαν δὲ οἱ ὄχλοι νῦν τοῦτο τὸ σημεῖον δι’ ὑπερβολὴν γαστριμαργίας· μυρία εἰργάσατο τούτου θαυμασιώτερα, καὶ οὐ- [*](l Ἰουδαίῳ Cod.)