Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τῆς Σαμαρείτιδος.

Ὥσπερ ἔργον αὐτὸν ποιούμενον τὴν τῆς Σαμαρείτιδος ὁδὸν, φησὶν ὁ Εὐαγγελιστὴς τὸ “ ἔδει δὲ αὐτὸν διέρχεσθαι διὰ τῆς

215
“ Σαμαρείας·” τοῦτο δὲ ἐγίνετο, ὥστε πᾶσαν ἐκκοπῆναι ἀπολογίαν· ὅταν γὰρ ἀπήλαυνον, τότε τῆς τῶν ἐθνῶν ἥπτετο Ἀμμωνίου πρεσβυτέρου. Ὅμοροι ἦσαν τῶν Ἰουδαίων οἱ Σαμαρεῖται, διὸ καὶ ἀπὸ τῆς πηγῆς ἔπινον τοῦ Ἰακώβ. Ἄξιον Ἄξιον δὲ εἰπεῖν καὶ πόθεν οἱ Σαμαρεῖται συνέστησαν· καὶ γὰρ ὁ τόπος οὗτος ἅπας Σαμάρεια ἐκαλεῖτο. Πόθεν οὖν τὴν προσηγορίαν ἔλαβε; Σόμορ τὸ ὄρος ἐλέγετο ἀπὸ τοῦ κτησαμένου, καθάπερ καὶ Ησαΐας φησὶ, “ καὶ ἡ κεφαλὴ Σομόρων Ἐφραΐμ·” ἀλλ’ οἱ οἰκοῦντες οὐ Σαμαρεῖται ἀλλ’ Ἰσραηλῖται ἐλέγοντο. Κρόνου δὲ προἰόντος προσέκρουσαν τῷ Θεῷ, καὶ βασιλεύσαντος Φακὲς ἀνελθὼν Θελγαφαλάσσαρ πόλεις τε εἷλε πολλὰς, καὶ ἐπέθετο τῷ Ηλᾷ, καὶ φόρου ἐποίησεν ὑποτελεῖς. Ἀλλ οὗτος τὸ μὲν πρῶτον εἶξεν, ὕστερον δὲ ἀπέστη τῆς ἀρχῆς, καὶ πρὸς τὴν τῶν Αἰθιόπων κατέφυγε συμμαχίαν. ἔρω τοῦτο ὁ Ἀσσύριος, καὶ ἐπιστρατεύσας καὶ ἀνελὼν αὐτοὺς, οὐκ ἔτι τὸ ἔθνος ἐκεῖ μένειν ἀφίησι διὰ τὴν τῆς ἀποστάσεως ὑποψίαν, ἀλλὰ τούτους τοὺς μὲν εἰς Βαβυλῶνα ἤγαγε καὶ Μήδους, ἐκεῖθεν δὲ ἔθνη διαφόρων τόπων ἀγαγὼν κατῴκισεν ἐν τῇ Σαμαρείᾳ, ὥστε λοιπὸν ἀσφαλῆ αὐτῷ τὴν ἀρχὴν εἶναι, τῶν οἰκείων ἐχόντων τὸν τόπον. τούτων δὲ γινομένων, βουλόμενος ὁ Θεὸς δεῖξαι τὴν αὐτοῦ δύναμιν, ὅτι οὐ δι’ ἀσθένειαν ἐξέδωκεν Ἰουδαίους, ἀλλὰ διὰ ἁμαρτίας, ἐπαφίησι λέοντας τοῖς βαρβάροις, οἵτινες ἐλυμαίνοντο τὸ ἔθνος ἅπαν. Ἀπηγγέλη οὖν ταῦτα τῷ βασιλεῖ, καὶ πέμπει ἱερέα τινὰ τὸν παραδώσοντα αὐτοῖς τὸν τοῦ Θεοῦ νόμον, ἀλλ’ ὅμως οὐδὲ οὕτως ἐξ ὁλοκλήρου τῆς ἀσεβείας ἀπέστησαν, ἀλλ’ ἐξ ἡμισείας. Χρόνου δὲ προἰόντος τῶν μὲν εἰδώλων ἀπεπήδησαν, ἐσέβοντο δὲ τὸν Θεὸν, καὶ τῶν πραγμάτων ἐν τούτοις ὄντων, ἐπανελθόντες οἱ Ἰουδαῖοι λοιπὸν ζηλοτύπως πρὸς αὐτοὺς εἶχον, ἅτε πρὸς ἀλλοφύλους κα πολεμίους, καὶ ἄπο του ὄρους Σαμαρείτας αὐτοὺς ἅλον, καὶ οὐ μικρὰ ἐντεῦθεν ἦν πρὸς αὐτοὺς ἡ φιλονεικία. οὐδὲ ταῖς γραφαῖς πάσαις ἐκέχρηντο, ἀλλὰ τὰ Μωϋσέως μόνα δεχόμενοι, τῶν ἄλλων προφητῶν οὐδένα ἐποιοῦντο λέγον. Ἐφιλονείκουν εἰς τὴν εὐγένειαν εἰσωθεῖν ἑαυτοὺς τὴν Ἰουδαϊκὴν, καὶ ἐφιλοτιμοὕντο ἐπὶ τῷ Ἀβραὰμ, καὶ πρόγονον αὐτὸν ἀπεγράφοντο, ἅτε
216
ἀπὸ τῆς Χαλδαίας ὄντα· καὶ τὸν Τακὼβ δὲ πατέρα ἐκάλουν, ἅτε ἐκείνου ὄντα ἀπόγονον. οἱ δὲ Ἰουδαῖοι τὰ μὲν πάντων τῶν ἐθνικῶν, καὶ τούτους ἐβδελύσσοντο, ὅθεν καὶ τῷ Κυρίῳ Ἰησοῦ ὀνειδίζοντες ἔλεγον, “ Σαμαρείτης εἶ σύ·” καὶ αὐτὸς δὲ τοῖς μαθηταῖς ἐκέλευε λέγων, “ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε.” οὐ τῆς ἱστορίας δὲ ἕνεκεν τοῦ τόπου μόνον ἀνέμνησεν ἡμᾶς τοῦ Ἰακὼβ ὁ Εὐαγγελιστὴς, ἀλλὰ καὶ ὑπὲρ τοῦ δεῖξαι τὴν ἀποβολὴν τὴν Ἰουδαικὴν πάλαι γεγενημένην. Καὶ γὰρ ἐπὶ τῶν προγόνων αὐτῶν τοὺς τόπους αὐτῶν ἀντ’ αὐτῶν κατέσχον ἐκεῖνοι. Ἃ γὰρ οἱ προ- πάτορες αὐτῶν ἔσχον οὐκ ὄντα αὐτῶν, ταῦτα διὰ τὴν ἀσέβειαν ὄντα αὐτῶν, ἀπώλεσαν οὗτοι.

Τίνος οὖν ἕνεκεν ἀκριβολογεῖται ὁ Εὐαγγελιστὴς περὶ τοῦ τόπου λέγων, “ ἔρχεται εἰς πόλιν Σαμαρείας,” καὶ τὰ ἑξῆς; ἵνα ὅταν ἀκούσωμεν τῆς γυναικὸς λεγούσης, “ Ἰακὼβ ὁ πατὴρ ἡμῶν “ ἔδωκεν ἡμῖν τὴν πηγὴν ταύτην,” μὴ ξενισθῶμεν· ὁ γὰρ τόπος ἐκεῖνος ἦν ἔνθα ὑπὲρ τῆς Δίνας οἱ περὶ τὸν Λευῒ καὶ Συμεὼν ἀγανακτοῦντες τὸν χαλεπὸν ἐκεῖνον εἰργάσαντο φόνον. Εἰπὼν δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας, ἔδειξεν ὅτι οὕτως ἐβάδιζεν εὐτόνως, ὡς καὶ κοπιᾶσαι, οὐδὲ γὰρ ὑποζυγίοις ἐκέχρητο· πανταχοῦ παιδεύων ἡμᾶς τὸ αὐτουργὸν καὶ ἀπέριττον, καὶ μὴ πολλῶν δεῖσθαι. ὁ δὲ οὕτως ἀντὶ τοῦ ὡς ἁπλῶς καὶ ὡς ἔτυχε, καὶ ὅτι οὐκ ἐπὶ θρόνου, ἀλλ’ ἐπ’ ἐδάφους ἐκάθητο, ἀναπαύων τὸ σῶμα, καὶ παρὰ τὴν πηγὴν ἀναψύχων αὐτό· ἦν γὰρ ἡμέρα μέση. τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν, “ ὥρα ἦν ὡσεὶ ἕκτη.” οὐ τὸ ἐπίπονον δὲ ἀλλὰ καὶ τὸ ἄτυφον ἐντεῦθεν δείκνυται, ἐκ τοῦ μόνον αὐτὸν ἐπὶ τῆς ὁδοῦ καταλειφθῆναι. Μανθάνωμεν δὲ καὶ τὸ περὶ τὰς τροφὰς ἠμελημένον, ἐκ τοῦ ἀπελθεῖν τοὺς μαθητὰς αὐτοῦ εἰς τὸ ἀγοράσαι ἄρτους, ὅπως καὶ ἡμεῖς παιδευθῶμεν κρατεῖν γαστρὸς καὶ καταφρονεῖν διαφόρων ἐδεσμάτων, καὶ μὴ περισπούδαστον τὴν ταύτης εἶναι νομίζειν λειτουργίαν.

Χρὴ δὲ καὶ τοῦτο σκοπῆσαι, ὅτι ἐν ᾧ καιρῷ ἅπαντες ἀριστοποιοῦνται, οὗτοι τὰς τροφὰς ἠγόραζον· καὶ ἵνα μή τις ἀναισχυντῶν λέγῃ, ὅτι ὁ προστάσσων μὴ εἰς πόλιν Σαμαρειτῶν εἰσιέναι, Σαμαρείταις διαλέγεται, διὰ τοῦτο ὁ Εὐαγγελιστής φησιν, ὅτι αὐτῷ ἐπὶ τοῦ τόπου καθέδρα διὰ τὸν τόπον γέγονεν, οὐ μὴν διὰ τὸ

217
συντυχεῖν τῇ γυναικὶ, καὶ περὶ τῆς γυναικὸς, ὅτι διὰ τὸ ἀντλῆσαι ὕδωρ ἐξῆλθε, παραγενόμενον δὲ τὸ γύναιον οὐκ ἐχρῆν λοιπὸν ἀπώσασθαι, οὕτω πολλὴν φιλομαθίαν ἐπιδεικνύμενον· διὸ καὶ εὔλογον αἰτίαν εἰσάγει τῆς πρὸς αὐτὸν διαλέξεως· αἰτεῖ γὰρ ὕδωρ διὰ τὸ δίψος. Πόθεν δὲ αὐτὸν Ἰουδαῖον νομίσασα εἶναί φησι πρὸς αὐτόν· “ πῶς σὺ Ἰουδαῖος ὢν,” καὶ τὰ ἑξῆς; ἀπὸ τοῦ σχήματος ἴσως καὶ τῆς διαλέξεως. χρὴ δὲ σκοπῆσαι, πῶς διεσκεμμένον ἦν τὸ γύναιον· εἰ γὰρ ἔδει φυλάξασθαι, τὸν Κύριον ἔδει, οὐκ ἐκείνην· οὐ γὰρ εἶπεν ὅτι Σαμαρεῖται Ἰουδαίοις οὐ συγχρῶνται, ἀλλὰ Ἰουδαῖοι Σαμαρείτας οὐ προσίενται, ἀλλ’ ὅμως ἡ γυνὴ οὐδὲ οὕτως ἐσίγησεν, ἀλλ’ ὡς οἴεται διορθοῦται τὸ μὴ κατὰ νόμον γινόμενον. Ὁ δὲ Χριστὸς πρότερον δείξας αὐτὴν ἀξίαν οὖσαν ἀκοῦσαι καὶ μὴ παροφθῆναι, τότε ἑαυτὸν ἐκκαλύπτει, καί φησι πρὸς αὐτήν· “ εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ” καὶ τὰ ἑξῆς· καὶ γὰρ εὐθέως μαθοῦσα ὅστις ἐστὶν, ὑπακούεσθαι καὶ προσέξειν αὐτῷ, διὸ καὶ ἐπιεικῶς πρὸς ταῦτα ἀποκρίνεται λέγουσα· “ Κύριε, οὔτε “ ἄντλημα ἔχεις,” καὶ τὰ ἑξῆς. Εἰποῦσα δὲ, “Κύριε,” ὅτι εὐθέως τῆς ταπεινῆς ὑπονοίας ἀπέστη, πολλὴν αὐτῷ τὴν τιμὴν ἀπονείμασα· καὶ ἄλλως μὲν ὁ Χριστὸς ἔλεγεν, ἄλλως δὲ ὑπώπτευεν ἐκείνη, “ πόθεν ἔχεις τὸ ὕδωρ τὸ ζῶν” λέγουσα. Προβάλλεται δὲ πατέρα τὸν Ἰακὼβ, εἰς τὴν Ἰουδαϊκὴν εἰσωθοῦσα ἑαυτὴν εὐγένειαν, καὶ ὅτι αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, φησὶ, καὶ τὰ ἑξῆς. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὅτι οὐ δυνήσῃ δοῦναι ἕτερον τούτου βέλτιον, εἰ μή τι γε τοῦ Ἰακὼβ μείζονα ὁμολογεῖς εἶναι σαυτόν. οὕτως ἐκ πρώτης ἀποκρίσεως ἐδείξατο νόημα μέγα καὶ ὑψηλόν.

τίνος ἕνεκεν ἐκείνης εἰπούσης, “ μὴ σὺ μείζων εἰ τοῦ ἡμῶν Ἰακὼβ,” αὐτὸς οὐκ εἶπεν αὐτῇ, ναὶ μείζων εἰμί; ἴνα μὴ δόξῃ κομπάζειν, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι’ ὧν δὲ λέγει, τοῦτο κατασκευάζει· ἐκ τούτου μὲν γὰρ, φησὶ, τοῦ ὕδατος ὁ πίνων διψήσει πάλιν “ὃς δ' ἃν πίῃ ἐκ τοῦ ὕδατος, οὑ ἐγὼ δώσω “ αὐτῷ, οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα.” ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Εἰ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι ἔδωκε τοῦτο τὸ ὕδωρ, ἐξ οὗ ὁ πίνων πάλιν διψήσει, πολλῷ μᾶλλον θαυμάσαι χρὴ τὸν πολὺ τούτου βέλτιον ὕδωρ παρέχοντα “ καὶ γὰρ τὸ ὕδωρ,” φησὶν, “ “ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς

218
ζωὴν αἰώνιον,” τοῦτο δὲ εἶπε τὸν καθαρμὸν τὸν ἐξ αὐτοῦ καὶ τὴν πολλὴν παραψυχὴν ἐνδεικνύμενον τὴν ἐγγινομένην ταῖς ὑποδεχομέναις αὐτὸν διανοίαις. πολὺ οὖν συνετωτέρα τοῦ Νικοδήμου ἡ γυνὴ αὕτη φανεῖσα καὶ ἀνδρειοτέρα, εὐθέως ἐπίστευσε καί φησι, “ Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ·” ἐκεῖνος γὰρ μυρίων τοιούτων ἀκούων ἔλεγε, πῶς δύναται ταῦτα γενέσθαι; αὕτη δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐδὲ μετὰ κατασκευῆς, ἀλλ’ ἐν ἀποφάσεως τάξει δεξαμένη τὸν λόγον, ἐπὶ τὴν λῆψιν εὐθέως ἐπείγεται. προετίμησέ γε αὐτὸν τοῦ Ἰακὼβ, εἰποῦσα “ “ μὴ διψῶ, μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν,” τοῦτο γὰρ, φησὶ, γινομένου, οὐκέτι δέομαι ταύτης τῆς πηγῆς.

Εἶπε δὲ αὐτῇ, “ ὕπαγε, φώνησον τὸν ἄνδρα σου” διὰ τὸ ἐπικεῖσθαι αὐτὴν τοῦ λαβεῖν, ὡσανεὶ ἐνδεικνύμενος, ὅτι κακεῖνον δεῖ κοινωνῆσαι τούτων ὧν σὺ ποθεῖς. ἐκείνη δὲ σπεύδουσα λαβεῖν, ἅμα δὲ καὶ κρύπτουσα τὸ τοῦ πράγματος αἰσχρὸν, φησὶν, “ἄνδρα οὐκ ἔχω·” αὐτὸς δὲ διὰ προφητείας λοιπὸν ἀποκαλύπτων τὴν δύναμιν τὴν ἑαυτοῦ, ἀμφότερα μετὰ ἀκριβείας λέγει· τούς τε γὰρ προτέρους ἠρίθμησε, καὶ τὸν νοῦν κρυπτόμενον ἤλεγξεν. οὐκ ἐδυσχέρανε δὲ ἐκείνη ταῦτα ἀκούσασα, οὐδὲ ἀφεῖσα ἔφυγεν, ἀλλὰ θαυμάσασα μᾶλλον καὶ προσκαρτερήσασα πλέον, λέγει, “Κύριε, θεωρῶ ὅτι προφήτης εἶ σὺ,” ἀπὸ πολλῆς φιλοσοφίας· τὸ δὲ “ θεωρῶ” ἀντὶ τοῦ, φαίνει μοι, εἶπεν, ὅθεν καὶ περὶ δογμάτων εὐθέως αὐτὸν ἐρωτᾷ, οὐ περὶ βιω- τικῶν, οὐδὲ περὶ σώματος ὑγιείας, οὐδὲ περὶ χρημάτων, ἀλλὰ τί; “ οἱ πατέρες ἡμῶν,” φησὶν, “ ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν·” τοὺς περὶ τὸν Ἀβραὰμ λέγουσα, καὶ γὰρ ἐκεῖ, φασὶ, τὸν υἱὸν αὐτὸν ἀνηνοχέναι, “ καὶ ὑμεῖς λέγετε, ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν “ ὁ τόπος ἔνθα χρὴ προσκυνεῖν.” ἴδες πῶς ὑψηλοτέρα τῇ διανοίᾳ γέγονε; ἡ γὰρ μὴ ὑπὲρ τοῦ σκύλλεσθαι διὰ τὸ διψεῖν πρὸ μικροῦ μεριμνῶσα, ὑπὲρ δογμάτων ἐρωτᾷ λοιπὸν, διὸ καὶ ὁ Χριστὸς τοῦτο μὴ λύσας τὸ ζήτημα, οὐ γὰρ ἦν αὐτῷ περισπούδαστον, πολὺ μέγα αὐτῇ δόγμα ἀπεκάλυψεν, ὅπερ οὐδὲ Νικοδήμῳ οὐδὲ Ναθαναὴλ ἐγνώρισε· φησὶ γὰρ, “ πίστευσόν μοι γύναι, ὅτι ἔρχεται ὥρα, καὶ τὰ ἑξῆς. αὐτὴ μὲν γὰρ ἐσπούδαζεν ἐντιμότερα δεῖξαι τὰ αὐτῆς τῶν Ἰουδαικῶν, αὐτὸς δὲ οὐ πρὸς ταύτην ὑπήντησε τὴν ἐρώτησιν, ἀμφοτέρων δὲ τῶν τόπων τὰ πρεσβεῖα ἀνελὼν, δια-

219
ἅ αὐτῆς τὴν ψυχὴν, δεικνὺς ὅτι οὔτε Ἰουδαῖοι οὔτε αὐτοὶ ἔχουσι τι πρὸς τὸ μέλλον δωρεῖσθαι· πλὴν καὶ οὕτω τοὺς Ἰουδαίους σεμνοτέρους ἀπέφηνεν εἰπὼν, “ ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, καὶ τὰ ἑξῆς.

Πῶς δὲ οὐκ ᾔδεσαν οἱ Σαμαρεῖται ὃ προσεκύνουν; πέμψαντες ἀπήγγειλαν, ὅτι ὁ τοῦ τόπου Θεὸς αὐτοὺς λυμαίνεται, οὐδὲν πλέον περὶ αὐτοῦ κατὰ τοῦτο τῶν εἰδώλων φανταζόμενοι, διὸ καὶ ἐπέμειναν καὶ δαιμόνια θεραπεύοντες καὶ αὐτόν. Ἰουδαῖοι δὲ ταύτης ἦσαν ἀπηλλαγμένοι τῆς ὑπονοίας, καὶ τῆς οἰκουμένης ᾔδεσαν αὐτὸν Θεὸν ὄντα, καὶ εἰ μὴ πάντες. Οὐ χρὴ δὲ θαυμάζειν ὅτι μετὰ Ιουδαίων αὐτῶν ἀριθμεῖ· πρὸς γὰρ τὴν ὑπόνοιαν τῆς γυναικὸς διαλέγεται ὡς προφήτης, ὡς Ἰουδαῖος· διὸ καὶ τὸ “ προσκυνοῦμεν” τέθεικε.

Τί σημαίνων, φησὶν, “ ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἣ ὅτι τῇ οἰκουμένῃ τὰ ἀγαθὰ ἐκεῖθεν γέγονε. Τὸ γὰρ εἰδέναι Θεὸν καὶ καταγιγνώσκειν εἰδώλων, ἐκεῖθεν τὴν ἀρχὴν ἔχει, καὶ τὰ ἄλλα πάντα δόγματα· καὶ παρ’ ὑμῖν δέ φησιν αὐτὸ τοῦτο τὸ τῆς προσκυνήσεως, εἰ καὶ μὴ ὀρθῶς. ’πὸ γοῦν τῶν Ἰουδαίων τὴν ἀρχὴν ἔλαβε. σωτηρίαν οὖν ἣ ταῦτα, ἣ τὴν αὐτοῦ παρουσίαν καλεῖ, μᾶλλον δὲ οὐκ ἄν τις ἁμάρτοι, ἀμφότερα ταῦτα σωτηρίαν καλῶν.

Ἀμμωνίου πρεσβυτέρου. Διὰ τὸ ἐξ αὐτῶν ἐσαρκῶσθαι Τιὸν, ἣ ὅτι ἐξ ἐκείνων ἤρξαντο εἰδέναι τὸν ἕνα Θεὸν, ἐκ τοῦ νόμου καὶ τῶν προφητῶν.

Ὠριγένουε. Ὅταν ἀκούσης ὅτι “ ἐκ τῶν Ἰουδαίων ἡ σωτη- “ ῥία ἐστὶν,” περὶ τοῦ ταῦτα λέγοντος ἄκουε τὰ εἰρημένα. Αὐτὸς ὃς γὰρ ἡ τῶν ἐθνῶν προσδοκία, ὁ γενόμενος ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα. τὸ δὲ “ ἔρχεται ὥρα καὶ νῦν ἐστι,” καὶ τὰ ἑξῆς, τοῦτο δηλοῖ, ὅτι εἰ καὶ πλεονεκτοῦμεν ὑμῶν, ὦ γύναι, φησὶ, τῷ τρόπῳ τῆς προσκυνήσεως, πλὴν ἀλλὰ καὶ οὗτος ὁ τρόπος τέλος ἕξει λοιπόν. Οὐ γὰρ τὰ τῶν τόπων ἀμειφθήσεται μόνον, ἀλλὰ καὶ τὰ τοῦ τρόπου τῆς λατρείας, καὶ ταῦτα ἐπὶ θύραις ἐφέστηκε, καὶ οὐχ ὡς τὰ ὑπὸ τῶν προφητῶν εἰρημένα παρέκτασιν χρόνου λήψονται. Εἰπὼν δὲ “ ἀληθινοὺς, συνεξέβαλε

220
Ἰουδαίους· εἰ γὰρ καὶ ἐκείνων ἀμείνους οὗτοι, ἀλλὰ τῶν μελλόντων ἐλάττους πολλῶ, καὶ τοσοῦτον ὅσον ἀληθείας τόπος.

ἈMMΩΝ1́ΩΥ. Οἱ ἀληθεῖς προσκυνηταὶ ἐν παντὶ τόπῳ προσά- γουσι τῷ Θεῷ τὰς πνευματικὰς θυσίας, ὁ ἐστιν ἀρετὴ καὶ θεο- σέβεια.

Περὶ δὲ τῆς Ἐκκλησίας λέγει, ὅτι ἡ ἀληθὴς προσκύνησις καὶ Θεῷ πρέπουσα αὕτη ἐστι· “τοιούτους γὰρ ὁ πατὴρ, φησὶ, ζητεῖ “τοὺς προσκυνοῦντας αὐτῷ,” τοὺς μὴ τόπῳ περικλείοντας τὴν λατρείαν, ὡς ὑμεῖς οἱ Σαμαρεῖται, καὶ τοὺς τὸν Θεὸν ἐν πνεύματι θεραπεύοντας, καθὼς καὶ ὁ Παῦλός φησιν, “ᾧ καὶ λατρεύω ἐν “τῷ πνεύματι μου.” Ἡ γὰρ πρὸ τούτου παρὰ τοῖς Ἰουδαίοις γιγνομένη προσκύνησις συγκαταβάσεως ἦν.

Εἰπὼν, “πνεῦμα ὁ Θεὸς,” τὸ ἀσώματον λέγει. Εἰ τοίνυν οὐκ ἔστι σῶμα, φησὶ, καὶ τὴν λατρείαν αὐτοῦ τοιαύτην ε-ι’ναι δεῖ, καὶ διὰ τοῦ ἐν ἡμῖν ἀσωμάτου προσφέρεσθαι, τουτέστι διὰ τῆς ψυχῆς, διὰ τῆς τοῦ νοῦ καθαρότητος, τοῦτο γὰρ δῆλοι, ὅτι “τοὺς προσκυ- “νοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν.”

Πόθεν Σαμαρείταις τὸ προσδοκᾷν τὴν τοῦ Χριστοῦ παρουσίαν ; τοῦτο γὰρ δῆλον ἐκ τοῦ τὴν γυναῖκα εἰπεῖν πρὸς τὸν Χριστὸν,” *’ ἔρχεται Μεσσίας ὁ λεγόμενος Χριστὸς,” καὶ τὰ ἑξῆς· τὸν Μωυσέως δεξάμενοι νόμον, ἀπ’ αὐτῶν τῶν Μωυσέως γραμμά- γραμμάτων, καὶ γὰρ ἐν ἀρχῇ τὸν Υἱὸν ἀπεκάλυψε· τὸ γὰρ “ποιήσωμεν “ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμίωσιν ἡμετέραν” πρὸς τὸν Θεὸν riρ́ηται-καὶ τῷ Ἀβραὰμ ἐν τῇ σκηνῇ οὗτος ἦν ὁ διαλεγόμενος, καὶ ὁ 1ακὼβ περὶ αὐτοῦ προφητεύων ἔλεγεν, “οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἃν ἔλθῃ ὃ ἀπόκειται. καὶ αὐτὸς δὲ Μωυσῆς, φησὶ, *’ προφήτης ἡμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ “τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμὲ, αὐτοῦ ἀκούσεσθε·” καὶ πολλὰ ἕτερα τοιαῦτά ἐστι τὴν παρουσίαν αὐτοῦ ἀνακηρύττοντα. Διὰ τοῦτο οὑν φησὶν ἡ γυνὴ πρὸς αὐτὸν, “ἔρχεται Μεσσίας ὁ λεγόμενος “Χριστὸς,” καὶ τὰ ἑξῆς. Αὐτὸς δὲ λοιπὸν ἐκκαλύπτων ἑαυτὸν φησὶν, “ἐγὼ εἰμὶ ὁ λαλῶν σοι,” ὅπερ ἂν εἰ παρὰ τὴν ἀρχὴν μὴ ζητησάσῃ τῇ γυναικὶ ε7πεν, ἔδοξεν ἃν αὐτῇ ληρεῖν. Νῦν δὲ κατὰ μικρὸν αὐτὴν ἐπὶ τὴν μνήμην ἀγαγὼν, εὐκαίρως ἑαυτὸν ἀπεκά-

221
λυψε, καὶ τοῖς μὲν Ἰουδαίοις συνεχῶς λέγουσι, “ εἰπὲ ἡμῖν εἰ εἶ’ ὁ Χριστὸς, ἐπειδὴ οὐδὲν τὸ μαθεῖν ἠρώτων τοῦτο, οὐκ ἀπεκρίνατο αὐτοῖς σαφῶς, ταύτῃ δὲ διὰ τὸ εὐγνωμονεστέραν εἶναι, εἶπε φανερῶς· καὶ γὰρ ἐξ ἀδεκάστου καὶ ἁπλῆς γνώμης καὶ δια- νοίας ἐφθέγγετο· καὶ δῆλον ἐκ τῶν μετὰ ταῦτα· καὶ γὰρ ακούσασα ἐπίστευσε, καὶ ἄλλους ἐπὶ τοῦτο ἐσαγήνευσε, καὶ πανταχοῦ τῆς γυναικὸς ἐστὶν ἰδεῖν καὶ τὸ ἠκριβωμένον καὶ τὸ πιστόν.

Ἀπαρτισθείσης τῆς διδασκαλίας εὐκαίρως ἀπήντησαν καὶ οἱ μαθηταὶ, καὶ ἐθαύμαζον ὅτι μετὰ γυναικὸς ἐλάλει. Τί ἐθαύμαζον; τὸ ἄτυφον, τὸ μεθ’ ὑπερβολῆς ταπεινὸν, ὅτι οὕτω περίβλεπτος βλεπτὸς ὣν ἠνείχετο μετὰ τοσαύτης ταπεινοφροσύνης γυναικὶ διαλέγεσθαι πενιχρᾷ καὶ Σαμαρείτιδι· ἀλλ’ ὅμως ἐκπλαγέντες οὐκ ἠρώτησαν τὴν αἰτίαν· οὕτως ἦσαν πεπαιδευμένοι τὴν τῶν μαθητῶν τάξιν τηρεῖν· οὕτως αὐτὸν ἐδεδοίκεισαν καὶ ᾐδοῦντο. εἰ δὲ ἀλλαχοῦ φαίνονται παρρησιαζόμενοι, οἷον ὅταν ὁ Ἰωάννης ἐπιπίπτει αὐτοῦ τῷ στήθει, ὅταν αὐτῷ προσίεντες λέγουσι τίς μείζων, καὶ ὅταν υἱοὶ Ζεβερδαίου καλοῦσιν, ἵνα εἷς ἐκ δεξιῶν, καὶ εἶς ἐξ εὐωνύμων αὐτοῦ καθίσῃ, ἀλλ’ ἐκεῖνα ὡς εἰς αὐτοὺς ἀνή- κοντα ἀνάγκην εἶχον ἐξετάζειν· ἐνταῦθα δὲ οὐδὲν αὐτοῖς διέφερε τὸ γινόμενον·

Ἡ δὲ γυνὴ οὕτως ὑπὸ τῶν εἰρημένων αὐτῇ ἀνήφθη, ὡς καὶ τὴν ὑδρίαν ἀφεῖναι, καὶ δραμεῖν εἰς τὴν πόλιν, καὶ πάντα δῆμον ἑλκύσαι πρὸς τὸν Χριστόν· καὶ κατὰ τὴν οἰκείαν δύναμιν· ὅπερ ἐποίησαν οἱ Ἀπόστολοι, καὶ αὐτὴ πεποίηκεν, οὐχ ἕνα ἣ δύο κα- λοῦσα, ἀλλὰ πόλιν ὁλόκληρον, “ δεῦτε,” βοῶσα “ καὶ ἴδετε “ ἄνθρωπον, ὃς εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Ἄνθρωπον δὲ καλεῖ, συνετῶς καὶ τοῦτο ποιοῦσα καὶ συγκαταβατικῶς, καὶ οὐδαμῶς ἐπῃσχύνθη τοῦ εἰπεῖν, “ ὃς εἰπέ μοι πάντα ὅσα ἐποίησα· ” καίτοιγε ἦν εἰπεῖν ἑτέρως, δεῦτε, ἴδετε προφήτην προφητεύοντα· ἀλλ’ ὅταν πυρωθῇ ψυχῇ θείῳ πυρὶ, πρὸς οὐδὲν τῶν ἐν τῇ γῇ λοιπὸν ὁρᾷ, οὐ πρὸς δόξαν, οὐ πρὸς αἰσχύνην.

Τὸ δὲ, “ μήτι οὗτός ἐστιν ὁ Χριστός; εἶπε βουλομένη οὐκ τῆς ἰδίας ἀποφάσεως μόνον παρεισάγειν αὐτὸν, ἀλλὰ καὶ αὐτοὺς τῆς ψήφου ταύτης ποιῆσαι κοινωνοὺς, ὃ μᾶλλον εὐπαράδεκτον ἐποίει τὸν λόγον. Ἠρώτων δὲ οἱ μαθηταὶ τὸν Χριστὸν, τουτέστι

222
παρεκάλουν· τοῦτο γὰρ δῆλοι τῇ ἐγχωρίῳ αὐτῶν φωνῇ λέγοντες “ ῥαββὶ, φάγε,” οὐκ ἐκ προπετοῦς γνώμης, ἀλλ’ ἐκ πολλῆς φιλοστργίας πρὸς τὸν διδάσκαλον, καὶ γὰρ ἔβλεπον αὐτὸν κεκμηκότα ὑπὸ τῆς ὁδοιπορίας καὶ τῆς φλογὸς f τῆς ἐπικειμένης.

Tί σημαίνει ὅπερ εἶπεν αὐτοῖς, “ ἐγὼ βρῶσιν ἔχω φαγεῖν, ἣν “ ὑμεῖς οὐκ οἴδατε;” δεικνὺς οἴαν ἐπιθυμίαν ἔχει περὶ σωτηρίας· ταύτην γὰρ “βρῶσιν” ἐκάλεσεν, οὐκ ἐκ τοῦ προχείρου δὲ, ἀλλὰ δι’ αἰνιγμάτων τὰ μὲν ἀποκαλύπτει, ὥσπερ καὶ τοῦτο, ἵνα εἰς ἀπορίαν ἐμβαλὼν τὸν ἀκροατὴν παρασκευάσῃ ἐπιπόνως ζητεῖν τὸ λεγόμενον, αὐτοὶ δὲ τὴν αἰδὼ τὴν συνήθη κατέχοντες, αὐτῷ μὲν πεῦσιν οὐκ ἐτόλμησαν προσαγαγεῖν· πρὸς ἀλλήλους δὲ ἔλεγον “ μή τις ἤνεγκεν αὐτῷ φαγεῖν;“διὸ καὶ αὐτὸς αὐτοῖς ἀπεκάλυψε λέγων, “ ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ “ θέλημα τοῦ Πατρός μου,” ὅπερ ἑρμηνεύων ἐπήγαγεν, “ “ ὑμεῖς λέγετε ὅτι τετράμηνόν ἐστιν, καὶ ὁ θερισμὸς ἔρχεται,” καὶ τὰ ἑξῆς.

Κυρίλλου. Ὅλος μὲν ἐξ ὅλου πρὸς τὴν τῶν κεκλημένων συντείνεται, ποιεῖται δὲ λόγον οὐδένα τῆς τοῦ σώματος τροφῆς, καίτοι κεκμηκὼς ἐξ ὁδοιπορίας, ἵνα πάλιν διὰ τούτου τοὺς ἐν ταῖς ἐκκλησίαις ὠφελήσῃ διδασκάλους, καὶ καμάτου μὲν παντὸς ἀναπείσῃ περιορᾷν, κρείττονα δὲ τῆς περὶ τὸ σῶμα φροντίδος τὴν ἐπὶ τοῖς σωζομένοις ποιεῖσθαι σπουδήν.

Ἀμμωνίου. Ὡς διδασκάλους τῆς οἰκουμένης διδάσκει μαθητὰς προτιμᾷν τῆς οἱασδηποτοῦν βρώσεως τὸ θέλημα τοῦ Θεοῦ. ὡς ἐπιθυμεῖ τις τροφῆς, οὕτω κἀγὼ τῆς σωτηρίας τῶν ἀνθρώπων.

Ἀπολιναρίου. Δηλοῦσιν ὅτι τὰς διακονίας τῶν ἐδέχετο, καίτοι δυνατὸς ὣν τρέφειν καὶ μὴ τρέφεσθαι. εὐεργεσία γὰρ μεγίστη τὸ τρέφειν Χριστὸν, ἧς οὐκ ἐφθόνει τοῖς βουλομένοις, διὸ καὶ τοῖς μαθηταῖς τὸ ἴσον ἔταξεν.

Κυρίλλου. Ἀπεστάλθαι δέ φησι, δῆλον δὲ ὅτι παρὰ τοῦ καὶ Πατρὸς ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον, ἢ ὡς Λόγος ἐκ τοῦ γεννήσαντος νοῦ, προκύπτων τινὰ καὶ πεμπόμενος. Καὶ μετ’ [*](f φοιγὸς Cod.)

223
ὀλίγα—τοιγαροῦν ὑπάρχων ὁ Υἱὸς τὸ ἀγαθὸν τοῦ Πατρὸς θέλημα, τελειοῖ τὸ ἔργον αὐτοῦ, σωτηρίαν τοῖς πιστεύουσιν εἰς αὐτὸν ἀναδεικνύμενος. χώρας μὲν καὶ θερισμὸν τὸ πλῆθος τῶν ἑτοίμων πρὸς ὑποδοχὴν τοῦ κηρύγματος ὀνομάζει· ὀφθαλμοὺς δὲ ἐνταῦθα λέγει, ἣ τοὺς τῆς διανοίας ἣ τοὺς τοῦ σώματος· καὶ γὰρ ἑώρων λοιπὸν τὸ πλῆθος τῶν Σαμαρειτῶν ἐρχόμενον· τὴν δὲ τῆς προαιρέσεως αὐτῶν ἑτοιμότατα τὰς χώρας τὰς λευκαινομένας φησίν. ὥσπερ γὰρ οἱ ἀστάχυες ἐπειδὰν λευκανθῶσι πρὸς ἀμητὸν εἰσὶν ἕτοιμοι· οὕτω καὶ οὗτοι πρὸς σωτηρίαν ἦσαν παρεσκευασμένοι. “ Ὁ θερίζων,” φησὶ, “ μισθὸν λαμβάνει καὶ συνάγει καρπὸν εἰς ζωὴν αἰώνιον, ἴνα “ καὶ ὁ σπείρων ὁμοῦ χαίρῃ καὶ ὁ θερίζων.” Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Οἱ προφῆται, φησὶν, ἔσπειραν καὶ οὐκ ἐθέρισαν· οὐ μὴν διὰ τοῦτο ἀπεστέρηνται τῆς ἡδονῆς, ἀλλὰ σὺν ἡμῖν χαίρουσιν, εἰ καὶ μὴ σὺν ἡμῖν θερίζουσι· τοῦτο δὲ οὐ συμβαίνει ἐν τοῖς αἰσθητοῖς γενέσθαι, ἀλλ’ ἐν τοῖς πνευματικοῖς. Ἐὰν γὰρ ἐν τοῖς αἰσθητοῖς συμβῇ ἕτερον σπεῖραι καὶ ἕτερον θερίσαι, οὐχ ὁμοῦ χαίρουσιν, ἀλλ’ οἱ θερίζοντες· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ οἱ σπείραντες ὁμοίως τοῖς ἀμῶσι χαίρουσι. τίνος ἕνεκεν, φησὶν ὁ Χριστὸς πρὸς τοὺς Ἀποστόλους, “ ἀπέστειλα ὑμᾶς θερίζειν, ὃ “ οὐχ ὑμεῖς κεκοπιάκατε;” ἵνα ὅταν αὐτοὺς ἀποστέλλῃ, μὴ θορυβηθῶσιν ὡς εἰς πρᾶγμα ἐπίπονον πεμπόμενοι· τὸ γὰρ ἐπιπονώτερον τὸ τῶν προφητῶν ἦν· διό φησιν, ἄλλοι κεκοπιάκασι,” τουτέστιν, οἱ προφῆται, “ καὶ ὑμεῖς εἰς τὸν κόπον αὐτῶν είσελη- “ λύθατε.”

Ἀμμωνίου. Ὡς ἐμοῦ ὄντος τοῦ σπόρου, καὶ διὰ προφητῶν ἐλαλήθη, πέμπω ὑμᾶς θερίσαι. οἱ μαθηταὶ καὶ τοὺς Ἕλληνας τῶν γηίνων καὶ τοὺς Ιουδαίους τῶν σαρκικῶν τοῦ νόμου λατρειῶν ἀποτέμνουσι, καὶ εἰς τὴν ἅλω ἀποτίθενται, ὃ ἐστὶ τὴν Ἐκκλησίαν, ὅπου στάχυς τριβόμενος γίνεται σῖτος, ὁ ζωοποιῶν τοὺς πιστούς.

Ὁ πνευματικὸς θερισμὸς, ὁ ἐστιν ἡ θεοσεβὴς ἐργασία, τὴν μὲν ἀπόθεσιν καὶ τὸν ἀποθησαυρισμὸν ἐν οὐρανοῖς ἔχει, ἐν δὲ τῷ μέλλοντι αἰῶνι ἀπόλαυσιν ἀτελεύτητον· οὗτος γάρ ἐστιν ὁ καιρὸς τῆς ἀνταποδόσεως.

“ Ἐκ τῆς πόλεως δὲ ἐκείνης πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν τῶν “Σαμαρειτῶν,” ἐπειδὴ συνεώρων ὅτι οὐκ ἃν ὑπὲρ τοῦ χαρίσασθαι

224
ἑτέρῳ τὸν ἑαυτῆς ἐξεπόμπευσε βίον. Ἐμαρτύρει γὰρ λέγουσα “ ὅτι εἶπέ μοι πάντα ὅσα ἐποίησα.” Διὸ καὶ ἐβούλοντο διηνεκῶς κατέχειν αὐτόν. τοῦτο γὰρ ὁ Εὐαγγελιστὴς ἐδήλωσεν εἰπὼν, ὅτι “ ἠρώτων αὐτὸν μεῖναι παρ’ αὐτοῖς.” Αὐτὸς δὲ τοῦτο μὲν οὐκ ἐπείσθη ποιῆσαι· δύο δὲ μόνον ἡμέρας ἔμεινε παρ’ αὐτοῖς, ὅθεν “ καὶ πολλῷ πλείους ἐπίστευσαν εἰς αὐτὸν διὰ τὸν λόγον αὐτοῦ,” καίπερ σημεῖον οὐδὲν ἰδόντες g. Ἰουδαῖοι δὲ καὶ θαύματα θεασάμενοι, καὶ τοῖς προφήταις συντραφέντες, οὐ μόνον οὐ κατεῖχον αὐτὸν, ἀλλὰ καὶ ἀπήλαυνον.

Ἀμμωνίου πρεσβυτέρου. Σαμαρεῖται αἰτοῦσι τὸν Χριστὸν μεῖναι πρὸς αὐτοὺς, ὅτι τινές εἰσιν ἀλλογενεῖς, καὶ οἱ συγγενεῖς αὐτοῦ τὸ κατὰ σάρκα Ἰουδαῖοι ἐδίωκον αὐτὸν, ὅτι “ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ.

Τοῦ Χρυσοστόμου. τὴν διδάσκουσαν ὑπερηκόντισαν· εὐθέως γὰρ ἐνόησαν ὅτι τὴν οἰκουμένην ἐπισπάσασθαι ἔμελλον, ὅτι ἐπὶ διορθώσει τῆς κοινῆς ἦλθε σωτηρίας, ὅτι οὐκ ἐν Ἰουδαίοις μέλλει ἀποκλείειν αὐτοῦ τὴν πρόνοιαν, ἀλλὰ πανταχοῦ σπείρειν τὸν λόγον· ἀλλ’ οὐχ Ἰουδαῖοι οὕτως, ἀλλὰ ζητοῦντες τὴν ἰδίαν δικαιοσύνην στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν.

Οὐχ ἁπλῶς δὲ καλοῦσιν αὐτὸν Σωτῆρα οἱ Σαμαρεῖται, ἀλλὰ τοῦ κόσμου, ὡς τὴν ἀληθινὴν σωτηρίαν παρέχοντα. Ἦλθον μὲν γὰρ πολλοὶ σῶσαι καὶ Ἄγγελοι καὶ προφῆται, ἀλλὰ περὶ αὐτοῦ μόνου λέγουσιν, “ ὅτι ἀληθινὸς Σωτῆρ’ οὗτός ἐστιν.” Διὸ καὶ τὴν πρώην h αὐτοὺς διδάσκουσαν ὑπερηκόντισαν ὕστερον, φιλοτιμούμενοι ἐπὶ τὸ μειζόνως θαυμάζειν αὐτὸν, ἐνόησαν γὰρ εὐθέως ἐκ τῶν ῥημάτων αὐτοῦ ὧν ἐδίδασκεν αὐτοὺς, τὸν ὄντως Σωτῆρα αὐτὸν εἶναι, καὶ οὐχ ἕνα τῶν πολλῶν.

τίνος δὲ ἕνεκεν οὐ λέγουσιν ἡμῖν οἱ Εὐαγγελισταὶ τὰ ῥήματα τῆς διδασκαλίας αὐτοῦ; ὅπως μάθωμεν, ὅτι πολλὰ τῶν μεγάλων παρατρέχουσιν· ἐκ δὲ τοῦ τέλους τῶν πραγμάτων ἵνα ἡμεῖς αὐτοὶ συνορῶμεν τὴν τούτων δύναμιν.

[*](g ἰδότε“ Cod. h πώρην Cod.)
225