Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τῶν ἐκβληθέντων ἐκ τοῦ ἱεροῦ.

Διὰ δὲ τοῦ εἰπεῖν τὸν Εὐαγγελιστὴν τὸ “ ἦν δὲ ἐγγὺς τὸ “ Πάσχα τῶν Ἰουδαίων,” δείκνυσιν ἡμῖν ὅτι οὐ πρὸ πολλῶν πάνυ ἡμερῶν τοῦ Πάσχα ἐβαπτίσατο. Ἀνελὼν δὲ εἰς τὰ Ἱεροσόλυμα ποιεῖ πρᾶγμα πολλῆς αὐθεντείας γέμον· φησὶ γὰρ ὁ Εὐαγγελιστὴς, ὅτι “ εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας βοῦς καὶ πρόβατα” καὶ τὰ ἑξῆς. καὶ οὗτος μὲν ὁ Εὐαγγελιστής φησιν, ὅτι ἐκβάλλων τοὺς καπήλους καὶ ἐκείνους καὶ τοὺς ἐκεῖ διατρίβοντας, ἔλεγε πρὸς αὐτοὺς, “ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου·” ἕτερος δὲ Εὐαγγελιστὴς “ σπήλαιον λῃστῶν,” ὅθεν ζητητέον εἰ κατὰ τὸν [*](a Sic.)

201
αὐτὸν καιρὸν ἀμφότερα γέγονεν, ἀλλ’ οὐκ ἔστιν. ἐκεῖ μὲν γὰρ πρὸς αὐτὸ τὸ πάθος ἐλθὼν τοῦτο ποιεῖ· διὸ καὶ σφοδρότερον τοῖς λόγοις χρώμενος “ σπήλαιον λῃστῶν” ἐκάλεσεν· ἐνταῦθα δὲ ἐν προοιμίοις ὣν τῶν σημείων, ὑφειμένως τῇ ἐπιτιμήσει κέχρηται· ὅθεν εἰκὸς δεύτερον τοῦτο γεγενῆσθαι.

Εκεῖνο δὲ ἄξιον ζητῆσαι, τίνος ἕνεκεν αὐτὸς τοῦτο πεποίηκεν; ἐπειδὴ ἔμελλεν ἐν σαββάτῳ θεραπεύειν, καὶ πολλὰ ἕτερα ποιεῖν, ἃ ἐδόκει τῶν νόμων παράβασις εἶναι, ἵνα μὴ δόξῃ ὡς ἀντίθεος τις καὶ ἐξ ἐναντίας ἥκων τῷ Πατρὶ, ταῦτα ποιεῖν, ἐντεῦθεν τῆς τοιαύτης ὑπονοίας ποιεῖται τὴν διόρθωσιν· οὐ γὰρ ἃν ὁ τοσοῦτον ζῆλον ἐπιδειξάμενος ὑπὲρ τοῦ οἴκου, τὸν τοῦ οἴκου δεσπότην ἠθέτησε· καὶ οὐδὲ ἁπλῶς ἐξέβαλεν, ἀλλὰ παρακεκινδυνευμένως· καὶ γὰρ τὰς τραπέζας ἀνέτρεψε, καὶ τὸ ἀργύριον ἐξέχυσεν· οὐκ ἃν οὖν ὁ εἰς κινδύνους ῥίπτων ἑαυτὸν ὑπὲρ τῆς εὐκοσμίας τοῦ οἴκου, τοῦ δεσπότου τοῦ οἴκου κατεφρόνησε· καὶ οὐδὲ εἶπεν ἁπλῶς τὸν οἶκον τὸν ἅγιον, ἀλλὰ “ τὸν οἶκον τοῦ Πατρός μου.”

Τὸ δὲ εἰπεῖν αὐτοὺς, “ τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα “ποιεῖς;” τὴν ἐσχάτην ἄνοιαν αὐτοῖς ἐμφαίνει. ποίου γὰρ χρεία ἢν, ὥστε τὰ κακῶς γενόμενα παῦσαι, καὶ τὸν οἶκον ἀπαλλάξαι τοσαύτης αἰσχύνης; Αὐτὸ γὰρ τὸ τοσοῦτον λαὸν ἐκβάλλειν ὑπὲρ τοῦ οἴκου τοῦ Θεοῦ, μέγιστον σημεῖον ἦν ἀρετῆς· καὶ εἰ μὲν εὐγνωμόνως διέκειντο, ὡς οἱ μαθηταὶ, εὐθέως ἃν ἐμνήθησαν τὸ “ ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεται με·” ὡς δὲ τῆς ἀληθείας ἀμέτοχοι, σημεῖον ἐπεζήτουν· ὅθεν φησὶ πρὸς αὐτοὺς, “ λύσατε τὸν ναὸν τοῦτον” καὶ τὰ ἑξῆς.

Κυρίλλου. Ἐρανίζονται κατὰ βραχὺ τὸ ἐν γνώσει τέλειον οἱ μαθηταὶ, καὶ ταῖς τῶν πραγμάτων ἐκβάσεσι τὰ γεγραμμένα συμβάλλοντες, πολλὴν ἤδη δεικνύουσι τὴν ἐπὶ τὸ μεῖζον ἐπίδοσιν. Ἀμμωνίου πρεσβυτέρου. Ἀντὶ τοῦ, εἰ ὡς Υἱὸς ὣν τοῦ Θεοῦ τὰ σαρκικὰ ἐκβάλλεις, πεῖσον ἡμᾶς διὰ σημείου ὅτι ἐκ Θεοῦ ἐπέμφθης. Διὰ τοῦτο εἶπεν ὅτι “ λύσατε τὸν ναὸν τοῦτον,” ἵνα δείξῃ ὅτι προγινώσκει τὰ μετὰ ταῦτα ἐσόμενα. Εἰ γὰρ καὶ τότε μὲν ἠπόρουν τὸ τι ἃν εἴη τοῦτο, οἱ δὲ ἀμφέβαλλον, ἀλλ’ ὕστερον ἐπέγνωσαν μετὰ τὴν ἀνάστασιν.

Κυρίλλου. Οὐ προτρέπει αὐτοὺς εἰς μιαιφονίαν, “ λύσατε

202
“ τὸν ναὸν τοῦτον,” εἰπὼν, ἀλλ’ ἐπείπερ ᾔδει δράσοντας ἀνυπερθέτως αὐτὸ, τὸ συμβησόμενον ὑπαινίττεται.

Εἰπόντες δὲ ἐκεῖνοι ὅτι ” ἐν τεσσαράκοντα καὶ ἓξ ἔτεσιν ὠκοδομήθη ὁ ναὸς οὗτος” τὴν ὑστέραν οἰκοδομὴν ἐδήλωσαν· ἡ γὰρ πρώτη εἰς εἴκοσι ἐτῶν ἀπηρτίσθη χρόνον. Μετὰ δὲ τὸ ἐγερθῆναι αὐτὸν ἐκ νεκρῶν ἐμνήσθησαν οἱ μαθηταὶ αὐτοῦ, ὅτι περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ ἔλεγεν, ἐπειδὴ τότε δύο ἦν αὐτοῖς τὰ προιστάμενα τέως, ἓν μὲν τὸ τῆς ἀναστάσεως, ἕτερον δὲ τὸ τούτου μεῖζον, εἰ Θεὸς ἦν ὁ ἐνοικῶν· ἅπερ ἀμφότερα ἠνίξατο εἰπὼν, “ λύσατε καὶ ἐγερῶ.”

Τίνας λέγει τούτους τοὺς πιστεύσαντας εἰς τὸ ὄνομα αὐτοῦ, ὅτε ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ Πάσχα ἦν; τοὺς πρὸς ὀλίγον ἀντεχομένους τότε τῇ ἀληθείᾳ, καὶ πάλιν αὐτῆς ἐκπίπτοντας. καὶ γὰρ τῶν ἀνθρώπων τῶν τότε οἱ μὲν τοιοῦτοι ὑπῆρχον, οἱ δὲ τῇ πλάνῃ προσεῖχον· ὅτι γὰρ οὕτω γνησίως πιστευσάντων ἦσαν ἐκεῖνοι δείκνυσιν ἡ ἐπαγωγή· φησὶ γὰρ, “ αὐτὸς δὲ ὁ Ἰησοῦς οὐκ “ ἐπίστευεν ἑαυτὸν αὐτοῖς,” καὶ τὰ ἑξῆς. Ὡς γὰρ ἐμβατεύων ταῖς καρδίαις, τὴν πρόσκαιρον αὐτῶν θερμότητα εἰδὼς σαφῶς, οὐκ ἐθάρρει αὐτοῖς, οὐδὲ ἐνεχείριζε πάντα τὰ δόγματα ὡς ἤδη πιστοῖς γενομένοις.