Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τοῦ ἐν Κανᾶ γόμου.

Καλοῦσιν εἰς τὸν γάμον τὸν Κύριον, οὐχ ὡς θαύματα ἰδόντες, οὐδὲ ὡς μέγαν d τινὰ, ἀλλ’ ἁπλῶς ὡς γνώριμον· ὅθεν τοῦτο σημαίνων ὁ Εὐαγγελιστὴς φησί· “ ἦν δὲ ἡ μήτηρ τοῦ Ἰησοῦ καὶ οἱ “ ἀδελφοὶ αὐτοῦ ἐκεῖ·” ὥσπερ οὖν ἐκείνην καὶ τοὺς ἀδελφοὺς, οὕτω καὶ τὸν Ἰησοῦν ἐκάλεσαν· αὐτὸς δὲ παραγίγνεται, ἐπειδὴ οὐκ εἰς τὴν ἀξίαν ἑώρα τὴν ἑαυτοῦ, ἀλλὰ πρὸς τὴν εὐεργεσίαν τὴν ἡμετέραν. Ὁ γὰρ μὴ ἀπαξιώσας γενέσθαι δοῦλος, πολλῷ μᾶλλον οὐκ ἃν ἀπηξίωσε εἰς γάμον ἐλθεῖν. Πόθεν ἐπῆλθε δὲ τῇ μητρὶ αὐτοῦ μεγάλα λογίσασθαι περὶ αὐτοῦ “ οἶνου οὐκ ἔχουσι;” πρῶτον μὲν ἡ σύλληψις, καὶ τὰ περὶ τὴν σύλληψιν γενόμενα ἀπάντα οὐδὲ γὰρ παι, ὢν ἐθαυματούργησεν, η κὰν ἐν σημεῖον ἐποίησεν, ἐπειδὴ ἔμελλεν ἃν πανταχοῦ ἀπελθεῖν ἡ ἀκοὴ αὐτοῦ. ἔπειτα ’δε καὶ δία τὸ ἀκηκοέναι ἀυτὴν, ὅτι ο Ἰωάννης δι’ αὐτὸν [*](b Est lac. in Cod. c ὡς Cod. d μεγάλα Cod.)

198
ἦλθε, καὶ ὅτι αὐτῶν ἐμαρτύρησε, καἰ ὅτι μαθητὴν ἔσχε, διὰ τοῦτο λοιπὸν θαρροῦσα παρακαλεῖ· ἐβούλετο γὰρ καὶ ἐκείνην καταθέσθαι χάριν, καὶ ἑαυτὴν λαμπροτέραν ποιῆσαι διὰ τοῦ παιδός. Τὸ δὲ “ τί ἐμοὶ καὶ σοὶ γύναι;” ταύτης ἕνεκεν τῆς προφάσεως ὥστε μὴ ὑποπτευθῆναι τὸ γινόμενον θαῦμα. καὶ γὰρ οὐ παρὰ τῆς μητρὸς παρακληθῆναι ἐχρῆν, ἀλλὰ παρὰ τῶν δεομένων· ἡ γὰρ παρὰ τῶν οἰκείων γινομένη παράκλησις σκάνδαλον τίκτει τοῖς ὁρῶσι, κἂν μεγάλα ᾖ τὰ γενόμενα, ὅτ’ ἂν δὲ οἱ χρείαν ἔχοντες αὐτοὶ δέωνται, αἰ, ἀνύποπτον τὸ πρᾶγμα γίνεται, καὶ καθαρὸς ὁ ἔπαινος.

Τὸ δὲ “ οὔπω ἡ ὥρα μου ἥκει,” οὐκ ἀνάγκῃ καιρῶν ὑποκείμενος, οὐδὲ ὥρας παρατηρούμενος, πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς καὶ χρόνων καὶ αἰώνων δημιουργός; ἀλλ’ ὅτι πάντα μετὰ τοῦ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁ μὲν πάντα ποιῶν, ἐπεὶ σύγχυσίς τις ἔμελλεν εἶναι καὶ ἀταξία. Ἐπεὶ οὖν ἄδηλον ἦν τοῖς πολλοῖς, καὶ οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ’ οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ᾔδεσαν; ἦ γὰρ ἃν αὐτοὶ προσῆλθον καὶ περὶ τοῦ οἴνου παρεκάλουν ἐν χρείᾳ καταστάντες, διὰ τοῦτό φησιν, “ οὔπω ἥκει ἡ ὥρα μου. 1 ἰνὸς δὲ ἕνεκεν εἰπὼν, οὔπω ἥκει ἡ “ ὥρα μου,” καὶ παραιτησάμενος, ἔπραξε; δεικνὺς μὲν τοῦ μὴ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι, ἔπειτα δὲ καὶ τὴν μητέρα τιμῶν, ἵνα μὴ δόξῃ ἐπιπολὺ ἀντιλέγειν καὶ καταισχύνειν αὐτὴν, καὶ ἵνα μὴ ἀσθενείας λάβῃ ὑπόνοιαν. τοῖς δὲ διακόνοις εἶπεν ἡ μήτηρ αὐτοῦ, “ ὁ τι ἂν λέγῃ ὑμῖν, ποιήσατε,” ὥστε πλείονα γενέσθαι τὴν αἴτησιν. Δεῖ γὰρ εἰδέναι ὅτι οὐκ ἀσθενείας ἦν ἡ παραίτησις, ἀλλὰ τοῦ μὴ δόξαι ἐπιρρίπτειν ἑαυτὸν τοῖς θαυματουργοῖς.

Οὐχ ἁπλῶς δὲ εἶπε “ κατὰ τὸν καθαρισμὸν τῶν Ἰουδαίων,” ἀλλ’ ἵνα μή τινες τῶν ἀπίστων ὑποπτεύσωσιν ὅτι τρυγία τις ἐναπομεί- νασα, εἶτα τοῦ ὕδατος ἐπιβληθέντος καὶ κραθέντος, οἰνος λεπτότατος γέγονε, δείκνυσιν ὅτι οὐδέποτε ἐκεῖνα γέγονεν οἴνου δοχεῖα· ἐπειδὴ γὰρ ἄνυδρος ἦν ἡ Παλαιστίνη, καὶ οὐκ ἦν πολλαχοῦ κρήνην εὑρίσκειν, ἐπλήρουν ἀεὶ τὴν ὑδρίαν ὕδατος, ὥστε μὴ τρέχειν εἰς ποταμοὺς, εἴ ποτε ἀκάθαρτοι γένοιντο, ἀλλ’ ἐγγύθεν ἔχειν τοῦ καθαρμοῦ τὸν τρόπον. οὐκ ἐποίησε δὲ τὸ τούτου παραδοξότερον πρινὶ γεμισθῆναι τὴν ὑδρίαν ὕδατος, ἐξ οὐκ ὄντος οἶνον δημιουργήσας,

199
ὅπως εὐπαράδεκτον μᾶλλον τὸ θαῦμα γένηται. Διὰ τοῦτο τοίνυν ἐν ἅπασι τῶν θαυμάτων περικόπτει τὸ μέγεθος ἑκών. Οὐ παρήγαγε δὲ αὐτὸς τὸ ὕδωρ, ἀλλὰ τοῖς διακόνοις συνεχώρησε τοῦτο ποιῆσαι, ἵνα αὐτοὺς μάρτυρας ἔχῃ τοῦ γινομένου. Ἀμμωνίου. Ὁ μετρητὴς ποιεῖ ξέστας ἑκατὸν πεντήκοντα. Διὰ δὲ τοῦ μὴ εἰπεῖν τινὰς, ὅτι μεθυόντων ἀνθρώπων ὁ σύλλογος ἦν, καὶ ἡ αἴσθησις αὐτῶν διεφθαρμένη καὶ οὐχ ἱκανὴ διακρῖναι πότερον ὕδωρ ἢ οἶνος εἶναι τὸ ποτὸν, διὰ τοῦτο κελεύει τῷ ἀρχιτρικλίνῳ δοθῆναι τῷ νήφοντι· καὶ γὰρ οἱ τοιαύτην διακονίαν, ὡς ἐπίστασθε, πεπιστευμένοι, μάλιστα εἰσὶν οἱ νήφοντες, ὥστε ἐν κόσμῳ καὶ τάξει πάντα διατίθεσθαι αὐτούς.

Τίνος ἕνεκεν τὸν νυμφίον ἐφώνησεν ὁ ἀρχιτρίκλινος, οὐ τοὺς διακόνους; οὕτω γὰρ ἃν καὶ τὸ θαῦμα ἐξεκαλύφθη. κατ’ οἰκνομίαν τινὰ γέγονε τοῦτο. ἠρέμα γὰρ καὶ κατὰ μικρὸν ὁ Χριστὸς ἐβούλετο γνωσθῆναι τὸ σημεῖον. Εἰ γὰρ τότε ἐλέχθη, οὐκ ἃν οἱ διάκονοι διηγούμενοι ταῦτα ἐπιστεύθησαν, ἀλλ’ ἔδοξαν ἃν μαίνεσθαι, ἀνθρώπῳ ψιλῷ εἶναι δοκοῦντι τοιαῦτα μαρτυροῦντες.

Αὐτοὶ μὲν γὰρ οἱ διάκονοι διὰ τῆς πείρας τὸ σαφὲς ἔγνωσαν, ἑτέρους δὲ πιστοῦσθαι, οὐκ ἦσαν ἱκανοὶ τότε· διὰ τοῦτο οὐδὲ αὐτὸς ἐξεκάλυψεν ἅπασι παραχρῆμα, οὔτε ἐκεῖνοι τότε εἶπον· μετὰ γὰρ τὴν τῶν σημείων ἐπίδειξιν, καὶ τοῦτο ἔμελλεν εἶναι πιστόν. ὅθεν καὶ ὁ βασιλικὸς διὰ τοῦτο αὐτὸν πρὸς τὴν τοῦ παιδὸς ὑγιείαν προσεκαλέσατο, διὰ τὸ μαθεῖν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον· ὅπερ καὶ παράδηλον ὁ Εὐαγγελιστὴς ἔλεγεν “ ὅπου “ ἐποίησε τὸ ὕδωρ οἶνον.” οὐχ ἁπλῶς δὲ οἶνον ἐποίησε, ἀλλ’ οἶνον κάλλιστον. τοιαῦτα γὰρ τοῦ Χριστοῦ τὰ θαύματα, πολλῶν τῶν διὰ τῆς φύσεως τελουμένων ὡραιότερα γίνεται καὶ βελτίω. τοῦ μὲν οὖν τὸ ὕδωρ οἶνον ποιῆσαι τοὺς διακόνους μάρτυρας εἶχε, τὸ δὲ καλὸν γενέσθαι, τὸν ἀρχιτρίκλινον καὶ τὸν νυμφίον· ἅπερ σαφέ- στερα γέγονε τοῦ χρόνου προἰόντος, καθάπερ καὶ ἕτερα πλεῖστα τῶν σημείων ὡς πρότερον ἀμυδροτέρως δειχθέντα. ὅτι δὲ εἶπεν ὁ Εὐαγγελιστὴν, “ταύτην ἐποίησε τὴν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς “ ἐν κανᾶ τῆς Γαλιλαίας,” εἶπον καὶ πρώην, ὅτι τινὲς καὶ ταύτην εἶναί φασιν, εἰ καὶ πρόσκειται τὸ ἐν κανᾶ. Ἐγὼ δὲ ὑπὲρ τούτου μὲν οὐδὲν ἀκριβολογησαίμην, ἀλλ’ ὅτι μὲν μετὰ τὸ

200
βάπτισμα τῶν σημείων ἤρξατο, καὶ ἔμπροσθεν ἐδηλώσαμεν· εἴτε δὲ τοῦτο, εἴτε ἕτερον σημεῖον ἐγένετο πρότερον, οὐ σφόδρα διϊσχυρίζεσθαι ἀναγκαῖον εἶναι μοὶ δοκεῖ.

Πῶς δὲ “ ἐφανέρωσε τὴν δόξαν αὐτοῦ;” οὐδὲ γὰρ πολλοὶ εῖχον τότε τῷ γεγεννημένῳ a, εἰ μὴ οἱ διάκονοι καὶ ὁ ἀρχιτρίκλινος καὶ ὁ νυμφίος. ἀλλ’ εἰ καὶ μὴ τότε, ἀλλ’ ὕστερον ἔμελλον τὸ θαῦμα ἀκούσεσθαι ἅπαντες, ὅθεν καὶ μέχρι τοῦ νῦν ᾄδεται καὶ οὐ διέλαθεν.

Πῶς δὲ “καὶ οἱ μαθηταὶ αὐτοῦ ἐπίστευσαν εἰς αὐτὸν” οἱ καὶ πρὸ τούτου θαυμάζοντες αὐτόν; ὅτι περ τότε προσθήκην ἐδέξαντό τινα τῆς εἰς αὐτὸν πίστεως. Διὰ τι κατέβη εἰς Καπερναοὺμ ὁ Χριστὸς μετὰ τῆς μητρὸς αὐτοῦ καὶ τῶν ἀδελφῶν; διὰ τὴν εἰς μητέρα τιμὴν, ὅπως ἀποκαταστήσῃ αὐτὴν καὶ τοὺς ἀδελφοὺς, ἵνα μὴ πανταχοῦ αὐτούς τε καὶ αὐτὴν ἐπισύρηται, καὶ οὕτως πάλιν ἐπιλάβηται τῶν θαυμάτων. καὶ γὰρ διὰ τοῦτό φησιν, ὅτι οὐ μετὰ πολλὰς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα.

Πόθεν δὲ τοῦτο δῆλον, ὅτι διὰ τοῦτο κατέβη εἰς Καπερναούμ; ἐκ τοῦ μηδὲ ἓν θαῦμα ἐργάσασθαι ἐν αὐτῇ, οὐ γὰρ ὑγιῶς πρὸς αὐτὸν εἶχον οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, διὰ τὸ σφόδρα ὑπάρ- χειν αὐτοὺς διεφθαρμένους· καὶ τοῦτο ἐδήλωσεν ὁ Χριστὸς εἰπὼν, “ καὶ σὺ Καπερναοὺμ ἡ ἕως τῶν οὐρανῶν ὑψωθεῖσα,” κ. τ. ἑ.