Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ Νικοδήμου.

Τίς ἐστιν οὗτος ὁ Νικόδημος; ὁ καὶ ἐν μέσῳ τῷ τοῦ Εὐαγγελίου φαινόμενος ὑπὲρ τοῦ Χριστοῦ λαλῶν οὕτως, “ ὁ νόμος ἡμῶν κρίνει “ οὐδένα, ἃν μὴ πρότερον ἀκούσῃ.” καὶ μετὰ τὸν σταυρὸν δὲ πολλὴν τὴν ἐπιμέλειαν τῆς τοῦ δεσποτικοῦ σώματος φαίνεται κηδείαν ποιούμενος. διέκειτο μὲν οὖν περὶ τὸν Χριστὸν, ἀλλ’ οὐχ ὡς ἐχρῆν. ἔτι γὰρ τῆς Ἰουδαϊκῆς εἴχετο ἀσθενείας· διὰ τοῦτο καὶ νυκτὸς ἦλθε δεδοικὼς ἐν ἡμέρᾳ τοῦτο ποιῆσαι. ἀλλ’ ὁ φιλάνθρωπος Χριστὸς οὐδὲ οὕτως αὐτὸν ἀπώσατο, οὐδὲ εἰπόντι ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, διήλεγξεν αὐτὸν λέγων, τί οὖν νύκτωρ ἔρχῃ πρὸς τὸν τὰ τοῦ Θεοῦ λέγοντα, καὶ ἐκεῖθεν ἥκοντα; Δείκνυσι δὲ καὶ ἐκ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ ὅτι οὐδεὶς. “ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν, ἃ σὺ ποιεῖς, ἐὰν μὴ ὁ Θεὸς

203
“ ᾖ μετ’ αὐτοῦ,” ὅτι ἀνθρωπίνην περὶ αὐτοῦ τὴν διάνοιαν εἶχε, καὶ ὡς περὶ προφήτου διαλέγεται.

Τί ἔστιν “ ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν “ βασιλείαν τοῦ Θεοῦ;” ἐὰν μὴ μετάσχῃ Πνεύματος Ἁγίου διὰ λουτροῦ τῆς παλιγγενεσίας, οὐ δύναται περὶ ἐμοῦ, φησὶ, δόξαν τὴν προσήκουσαν λαβεῖν. Ἣν γὰρ νῦν ἔχεις δόξαν περὶ ἐμοῦ, οὐ πνευματική ἐστιν, ἀλλὰ ψυχικὴ, καὶ οὐ μόνος σὺ, ἀλλὰ κἂν ὅστις οὖν ἕτερος ᾖ τοιαῦτα περὶ ἐμοῦ δοξάζων, ἔξω τῆς βασιλείας ἐστί. Τὸ δὲ “ ἄνωθεν” ἐκ τοῦ οὐρανοῦ οὐ δηλοῖ. τινος ἕνεκεν εἶπεν. “ πῶς δύναται γεννηθῆναι ἄνθρωπος γέρων ὤν;“ἀπὸ πολλῆς ἐκπλήξεως, ἀκούων μείζονα ἢ παρὰ ἀνθρώπου. Τὸ δὲ πῶς τοῦτο; τῶν μὴ σφόδρα πιστευόντων ἐστίν· ὅθεν καὶ καταγέλαστα τὰ ῥήματα φαίνονται. οὐδὲ γὰρ ἐνενόησε γέννησιν πνευματικὴν, ἀλλ’ εἰς τὴν σωματικὴν γαστέρα καθείλκυσε τῆς σαρκὸς τὸ μέγα δῆμα καὶ ὑψηλὸν, εἰπὼν, “ μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρος, καὶ τὰ ἐξῆς.

Δύο δὲ ἦν τὰ θορυβοῦντα καὶ ἀποροῦντα αὐτὸν, ἥ τε γέννησις ἡ πνευματικὴ, ἥ τε βασιλέως· οὐδὲ γὰρ ὄνομα βασιλεῖ οὐρανῶν ἠκούσθη ποτὲ παρὰ Ἰουδαίοις, ἀλλὰ τίνας περὶ τὸ πρότερον ἵσταται, ὃ μάλιστα αὐτοῦ τὴν διάνοιαν κατέσεισε. Διὸ καὶ ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει νῦν τῆς γεννήσεως τρόπον εἰπὼν, “ ἐὰν μὴ τὶς γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος.“ καὶ τὰ ἑξῆς. Ὁ γὰρ μήπω, φησὶ, λαβὼν τὸ δεσποτικὸν σύμβολον, τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς. Εἰ γὰρ καὶ ὕδωρ ὑπόκειται, ἀλλὰ θεῖα ἐν αὐτῷ τελεῖται σύμβολα τάφου νέκρωσις καὶ ἀνάστασις καὶ ζωή· καὶ ταῦτα ὁμοῦ γίνεται ἅπαντα. ἐπὶ πλεῖον δὲ αὐτὸν ἀπάγων τῶν αἰσθητῶν φησὶ, “ τὸ γεγενη- “ μένον ἐκ τῆς σαρκὸς σάρξ ἐστι, τὸ δὲ γεγενημένον ἐκ “ πνεύματος πνεῦμά ἐστι,” τοῦτ’ ἔστι πνευματικόν ἐστι· γέννησιν γὰρ ἐνταῦθα τὴν κατὰ τιμὴν καὶ χάριν λέγει. Διὰ τι ειπεν αὐτῷ, μὴ θαυμάσῃς;” διὰ τὸ ἰδεῖν αὐτὸν ἔτι θορυβούμενον, διὸ καὶ ἐπ’ αἰσθητὸν ἄγει παράδειγμα τὸν λόγον μέσον σώματός τε καὶ ἀσωμάτων, λέγω δὴ τοῦ ἀνέμου τὴν φορὰν, εἰπὼν, “ τὸ πνεῦμα ὅπου θέλει πνεῖ.” τοῦτο δέ φησιν οὐχ ὡς προαίρεσιν τινὰ τοῦ ἀνέμου ἔχοντος, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν, υ d

204
τὴν ἀκώλυτον καὶ μετ’ ἐξουσίας γινομένην. “ καὶ τὴν φωνὴ, αὐτοῦ “ ἀκούεις, τουτέστι τὸν πάταγον. Τὸ δὲ “ οὐκ οὐκ πόθεν ἔρχε- “ τᾶι καὶ ποῦ ὑπάγει,” τὸ ἀκάθεκτον δηλοῖ τοῦ ἀνέμου, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κᾳκεῖσε φέρεσθαι. Διὰ δὲ τοῦ εἰπεῖν, “ οὕτως ἐστὶ πᾶς ὁ γεγενημένος ἐκ τοῦ “ πνεύματος,” τὸ συμπέρασμα ἅπαν ἐδήλωσεν. Εἰ γὰρ τούτου φησὶ τοῦ πνεύματος, τουτέστι τοῦ ἀνέμου, οὗ τὴν αἴσθησιν δέχῃ τῇ ἀκοῇ, τὴν ὁρμὴν ἑρμηνεῦσαι οὐκ οἶδας, οὐδὲ τὴν ὁδὸν, πῶς τὴν ἀπὸ τοῦ Θείου Πνεύματος ἐνέργειαν περιεργάζῃ; καὶ εἰ ὅπου θέλει οὗτος ὁ ἄνεμος πνεῖ, πόσῳ μᾶλλον ἡ τοῦ Ἁγίου Πνεύματος χάρις οὐ δυνήσεται νόμῳ φύσεως κατασχεθῆναι, οὐδὲ ὅροις σωματικῆς γεννήσεως; εἰ τοίνυν τὸν ἄνεμον οὐκ ἀσχάλλεις, φησὶν, ὅτι μὴ ὁρᾷς, οὐδὲ ἀπιστεῖς διὰ τοῦτο, τί δήποτε περὶ τοῦ Πνεύματος τοῦ Ἁγίου ἀκούων ἰλιγγιᾷς, καὶ τοσαύτας ἀπαιτεῖς εὐθύνας; Διὰ δὲ τοῦ εἰπεῖν τὸν Νικόδημον, “ πῶς δύναται ταῦτα γενέσθαι;“μανθάνομεν ἐπὶ τῆς Ἰουδαϊκῆς εὐτελείας αὐτὸν ἔτι ἐμμένοντα ταῦτα λέγειν. Διὰ τοῦ εἰπεῖν τὸν Χριστὸν, “ σὺ εἶ ὁ διδάσκαλος τοῦ “ Ἰσραὴλ, καὶ ταῦτα οὐ γινώσκεις;“δείκνυσιν αὐτὸν ἀπὸ ἀφελείας ταῦτα φθεγξάμενον. Εἰ γὰρ ἀναμνησθῇς, φησὶ, τὰ ἐν τῇ παλαιᾷ παράδοξα θαύματα γενόμενα, ἀπό τε τοῦ πρώτου ἀνθρώπου πῶς ἐπλάσθη, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἡ γυνὴ, τὰ ἐν Αἰγύπτῳ, καὶ ἐν τῇ ἐρυθρᾷ, καὶ ἐν τῇ ἐρήμῳ, καὶ πῶς στεῖραι ἔτεκον, καὶ τὰ τούτοις ὅμοια, ὡς ὣν διδάσκαλος τοῦ Ἰσραὴλ, οὐδ’ ἃν καἰ περὶ ὧν λέγω νῦν ἀπιστήσῃς.

Τὸ δὲ, “ ὃ οἴδαμεν λαλοῦμεν, καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν,” οὐκ ὄψιν αἰσθητὴν ἐμφῆναι βουλόμενος τοῦτό φησιν, ἀλλὰ τὴν ἀκριβῆ γέννησιν. τὸ δὲ “ οἴδαμεν” ἤτοι περὶ αὐτοῦ καὶ τοῦ Πατρὸς λέγει, ἣ περὶ ἑαυτοῦ μόνον.

Καὶ οὐδὲ οὕτω, φησὶ, “ τὴν μαρτυρίαν ἡμῶν λαμβάνετε” τὸ συμβησόμενον, ἤγουν τὴν ἀπιστίαν αὐτῶν προαναφωνῶν, “ εἰ τὰ “ ἐπίγεια εἶπον ὑμῖν,” τουτέστι περὶ τοῦ βαπτίσματος, καὶ τῆς κατὰ χάριν γεννήσεως, “ καὶ οὐκ ἐπιστεύσατε, πῶς ἐὰν εἴπω “ ὑμῖν τὰ ἐπουράνια,” τουτέστι, περὶ τῆς ἀπορρήτου καὶ ἀφάτου γεννήσεως πιστευσετε;

Τὸ δὲ “ ἐπίγειον” ἐνταῦθα, τινὲς μὲν φασὶ περὶ τοῦ ἀνέμου

205
εἰρῆσθαι, τουτέστιν, εἰ ὑπόδειγμα ἀπὸ τῶν ἐπιγείων δέδωκα, καὶ οὐδὲ οὕτως ἐπείσθητε, πῶς δυνήσεσθε τὰ ἀνώτερα μαθεῖν; εἰ δὲ τὸ βάπτισμα ἐπίγειον ἐνταῦθα καλεῖ, διὰ τὸ ἐν τῇ γῇ τελεῖσθαι πρὸς ἁγιασμὸν τῶν ἐπὶ γῆς ὄντων ἀνθρώπων. Ἐπίγειος καλεῖται ἡ τοῦ λουτροῦ γέννησις, πρὸς σύγκρισιν τῆς γεννήσεως τοῦ Ἰησοῦ τῆς ἐκ τῆς οὐσίας τοῦ Πατρὸς γενομένης. “ οὐδεὶς ἀναβέβηκεν “ εἰς τὸν οὐρανὸν,” καὶ τὰ ἑξῆς, ἵνα τὸν Νικόδημον διορθώσηται.

Επεὶ γὰρ εἶπεν ἐκεῖνος, ὅτι ἀπὸ Θεοῦ ἐλήλυθε διδάσκαλος, τούτου χάριν τοῦτό φησιν, ὅτι μὴ νομίζετέ με διδάσκαλον ὡς τοὺς πολλοὺς τῶν προφητῶν ἀπὸ γῆς ὄντας, ἐξ οὐρανοῦ γὰρ πάρειμι νυν·

Υἱὸν δὲ ἀνθρώπου ἐνταῦθα οὐ τὴν σάρκα ἐκάλεσεν, ἀλλ’ ἀπὸ τῆς ἐλάττονος οὐσίας ἑαυτὸν, ἵν οὕτως εἴπω, τῆς ἀνθρωπότητος ὠνόμασε νῦν· καὶ γὰρ τοῦτο ἔθος αὐτῷ πολλάκις μὲν ἀπὸ τῆς θεότητος, πολλάκις δὲ ἀπὸ τῆς ἀνθρωπότητος τὸ πᾶν καλεῖν. οὐκ εἶπε δὲ, ὅτι μέλλω σταυροῦσθαι, ἀλλ’ ἐπὶ τὸν παλαιὸν τύπον παρέπεμψε τοὺς ἀκροατὰς εἰπὼν, “ καὶ καθὼς Μωϋσῆς ὕψωσε “ τὸν ὄφιν ἐν τῇ ἐρήμῳ.” πρῶτον μὲν ἵνα μάθωμεν, ὅτι συγγενῆ τὰ παλαιὰ τοῖς καινοῖς, καὶ οὐκ ἀλλότρια τούτων ἐκεῖνα· ἔπειτα ἵνα γνῶμεν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται· πρὸς τούτοις δὲ ἵνα λογιζώμεθα τοῦτο ἅπαντες, ὅτι εἰ πρὸς εἰκόνα χαλκῆν ὄφεως βλέποντες Ἰουδαῖοι διέφευγον θάνατον, πολλῷ μᾶλλον εἰς τὸν σταυρώμενον πιστεύοντες, μείζονος καταξιούμεθα σωτηρίας. Προειπὼν τοίνυν τὴν μεγίστην εἰς ἀνθρώπους γεγενημένην διὰ τοῦ βαπτίσματος εὐεργεσίαν, ἐπήγαγε καὶ τὴν ταύτης αἰτίαν, τὴν διὰ· του σταύρου.

Ἀμμωνίου πρεσβυτέρου. Οὐκ ἔστιν οὐράνιον τὸ τοῦ Κυρίου σῶμα, πάθεσι γὰρ ὑπόκειται, ὡς δὲ εἷς ὣν καὶ μετὰ σαρκὸς, λέγεται υἱὸς ἀνθρώπου.

Τοῦ αὐτοῦ. Ἀπὸ τῆς ἐλάττονος οὐσίας ὅλον ἑαυτὸν ὀνομάζει, ὥσπερ καὶ ἀπὸ τῆς θεότητος ὅλον ἑαυτὸν καλεῖ. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ χαλκοῦς ὄφις οὐκ ἦν τὸ ἰοβόλον θηρίον, ἀλλ’ ὁμοίωμα τοῦ ἰοβόλου, οὕτω καὶ ἡ σὰρξ τοῦ Κυρίου, σὰρξ μὲν ἦν κατὰ ἀλήθειαν, οὐ μὴν σὰρξ ἁμαρτίας, ἀλλ’ ὁμοίωμα σαρκὸς ἁμαρτίας.

206

Τοῦ αὐτοῦ. Τὸ ὑψωθῆναι δηλοῖ τὸ ἐμφανῆναι καὶ ἐπίσημον γενέσθαι τὸν Χριστόν.

Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν.

Ἀπολιναρίου. Ὃ λέγει, τοιοῦτόν ἐστι· μὴ θαυμάσῃς εἰ ἐγὼ μέλλω ὑψοῦσθαι, ἵνα σωθῆτε ὑμεῖς· καὶ γὰρ τῷ Πατρὶ τοῦτο δοκεῖ, καὶ οὕτως ὑμᾶς ἠγάπησεν, ὡς ὑπὲρ τῶν δούλων δοῦναι τὸν Υἱὸν, καὶ δούλων ἀγνωμόνων καίτοι οὐκ ἄν τις οὐδὲ ὑπὲρ φίλου τοῦτο ποιήσειεν.

Ὠριγένουσ. Παρακληθεὶς ὁ Θεὸς, ὑψωθῆναι τὸν ἑαυτοῦ Υἱὸν εὐδόκησεν, ἵνα πάντες οἱ διὰ πίστεως εἰς αὐτὸν ὁρῶντες, ἀπαλλάττωνται τῆς τῶν πνευματικῶν ὄφεων βλάβης, καὶ ζωὴν αἰώνιον ἔχωσι· ζωὴ δὲ αἰώνιος οὐκ ἐστιν ἡ κοινὴ, ἥτις καὶ ἑτέροις ζώοις ὑπάρχει, ἀλλ’ ἐκ πίστεως καὶ τῆς λοιπῆς ἀρετῆς ἐγγιγνομένη. Τὸ δὲ “ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται,” καὶ τὰ ἑξῆς, δηλοῖ τὴν ἐκ τοῦ σταυροῦ σωτηρίαν, ὅτι οἱ μὲν πρὸς τὸν τύπον, ἤγουν τὸν χαλκοῦν ὄφιν, τότε βλέποντες Ἰουδαῖοι, τὸν πρόσκαιρον διέφευγον θάνατον, οἱ δὲ πρὸς τὴν ἀλήθειαν, τουτέστι τὸν σταυρὸν νῦν ὁρῶντες πιστοὶ, τὸν αἰώνιον διαφεύγωμεν θάνατον· καὶ τότε μὲν δήγματα ὄφεων ἰᾶτο ὁ κρεμάμενος ὄφις, ἐνταῦθα δὲ νῦν τοῦ νοητοῦ δράκοντος θεραπεύει τὰς πληγὰς ἐκ τῶν πιστῶν σταυρωθεὶς ὁ Χριστός.

Τὸ “ οὕτως ἠγάπησεν,” εἰπὼν, πολλὴν δείκνυσι τὴν ἐπίτασιν· καὶ τὸ “ ὁ Θεὸς τὸν κόσμον,” πολὺ τὸ μέσον τῆς διαφορᾶς δημιουργοῦ καὶ ποιήματος.

Ἀμμωνίου. Ὧδε πάλιν κοινοποιεῖ τὸ πᾶν, οὐκ εἰδὼς μετὰ τὴν ἕνωσιν· τῆς γὰρ σαρκὸς τεθείσης ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, καὶ δοθείσης εἰς θάνατον, ὁ Υἱὸς λέγεται δεδόσθαι εἰς τὸν θάνατον, καίπερ ἀπαθὴς μείνας ὡς Θεὸς, τῆς αὐτοῦ μόνης πασχούσης τὰ ἴδια σαρκὸς, ὅτε συνεχώρει καὶ ἤθελεν.

Τοῦ αὐτοῦ. Οἱ Ἀρειανοὶ λέγουσιν, ὅτι διὰ τοῦτο καλεῖται ὁ Υἱὸς μονογενὴς, ὅτι μόνος ἐκ Θεοῦ γέγονε· πρὸς οὓς λεκτέον, ὅτι καὶ τὸν ἥλιον τινὲς λέγουσι μονογενῆ, καθὸ ὁ ἥλιος μόνος ἐστίν· ἀλλ’ οὐκέτι καὶ Υἱός ἐστιν.

[*](a εὐγνωμ. Cod.)
207

Καὶ τὸ προσθεῖναι τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ καὶ οὐ δοῦλον, οὐκ Ἄγγελον, τὴν τῆς ἀγάπης ὑπερβολὴν παρίστησιν. Εἰπὼν δὲ ὅτι “ ἔδωκε” συνεσκιασμένως τὸ πάθος ἠνίξατο.

Ὁ δὲ ἀπὸ τοῦ πάθους κέρδος σαφέστερον ποιῶν ἐπήγαγε λέγων, “ ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. καὶ ἐπειδὴ δύο εἰσὶν αἱ χριστοῦ παρουσίαι, ἡ ἤδη γεγενημένη, καὶ ἡ μέλλουσα, περὶ τῆς προτέρας νῦν λέγει, ὅτι “ οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, “ἀλλ’ ἵνα σώσῃ τὸν κόσμον.” ἐν γὰρ τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ ἐπὶ τὸ κρῖναι παραγίγνεται, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·

Κυρίλλου. Οὐκ ἀπέστειλε, φησὶ, κατὰ Μωσέα νόμῳ τὴν οἰκουμένην, οὐδὲ πρὸς ἔλεγχον τῆς ἁμαρτίας εἰσφέρω τὴν ἐντολήν· οὐδὲ οἰκετικὴν ποιοῦμαι τὴν διακονίαν, ἀλλὰ δεσπότῃ πρέπουσαν τὴν φιλανθρωπίαν εἰσφέρω· ἐλευθερῶ τὸ δοῦλον Υἱὸς καὶ κληρονόμος τοῦ Πατρὸς, μετασκευάζω τὸν καταδικάζοντα νόμον εἰς δικαιοῦσαν χάριν.

Ἀμμωνίου. Εἰ ἐπὶ τὸ κρῖναι τὸν κόσμον ἐληλύθει ὁ πάντας κατέκρινεν· ἀλλὰ προηγουμένως ἦλθεν ἐπὶ τὸ σῶσαι τὸν κόσμον. κρίνει δὲ κατὰ τὸ συμβεβηκὸς τοὺς ἀπιστήσαντας. οὐχ ὡς ὁ Μωϋσέως νόμος ἦλθε κατακρῖναι τὸν κόσμον, ἀλλὰ σώσαι.

Τι ἐστιν, ὁ πιστεύων εἰς τὸν Τιὸν οὐ κρίνεται; τι οὑν, ἐὰν ἀκάθαρτον βιὸν ἔχῃ ἣ πράξεις οὐκ ἀγαθάς; μάλιστα μὲν τοὺς τοιούτους, οὐδὲ γνησίους εἶναι πιστοὺς ὁ Παῦλός φησι, “ Θεὸν γὰρ “ ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται·” πλὴν ἐνταῦθα ἐκεῖνο φησὶν, ὅτι κατ’ αὐτὸ τοῦτο οὐ κρίνεται, ἀλλὰ τῶν μὲν πονηρῶν ἔργων χαλεπωτέραν δώσει δίκην, ἀπιστίας δὲ ἕνεκεν οὐ κολάζεται διὰ τὸ πιστεῦσαι ἅπαξ.

Κυρίλλου. Προτίθημι τοίνυν τῷ πιστεύοντι γέρας τὸ μὴ καλεῖσθαι πρὸς κρίσιν, τῷ δὲ ἀπειθοῦντι κόλασιν· εἰς τὴν αὐτὴν κ αἰ μίαν δι’ ἀμφοῖν ἀναφέρων ὁδὸν, καὶ τοὺς μὲν ἐφέσει τῇ περὶ τὴν χάριν, τοὺς δὲ φόβῳ τοῦ παθεῖν, ἐπὶ τὸ πιστεύειν εἶναι προθύμως συγκαλῶν.

Ἀμμωνίου. Σημειωτέον ὅτι καθολικῶς πᾶς ὁ μὴ πιδτεύων

208
εἰς τὸν Χριστὸν κατάκριτός ἐστι τῇ κολάσει ἀποδοθησόμενος· οὐκοῦν οὔτε ἄγονται οὗτοι εἰς κρίσιν ὡς ἤδη κατακριθέντες· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου νοητέον, ὅτι ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται, οὐ μόνον ὅτι αὐτὸς οὐκ ἐπίστευσεν, ἀλλὰ καὶ ἐπείρασε τὸν Κύριον, καὶ εἰς τὸν Ἰούδαν εἰσῆλθεν, ἵνα παραδῷ αὐτὸν εἰς θάνατον. “ ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται.” πῶς; ὅτι αὐτὸ τὸ ἀπιστεῖν κόλασίς ἐστι· τὸ γὰρ ἐκτὸς εἰναι τοῦ φωτὸς, καὶ κατὰ τοῦτο μεγίστην ἔχει τὴν τιμωρίαν· ἣ τὸ μέλλον προαναφωνεῖ· καθάπερ γὰρ ὁ φονεύσας, κἂν μὴ τῇ ψήφῳ τοῦ κρίνοντος κατα- δικασθῇ, τῇ τοῦ πράγματος καταδεδίκασται φύσει, οὕτω καὶ ὁ ἄπιστος. καὶ ὁ Ἀδὰμ δὲ ἡ ἡμέρᾳ ἔφαγεν ἀπὸ τοῦ ξύλου, ἀπέθανε, καὶ τοίγε ἔζη, ἀλλὰ τῇ ἀποφάσει καὶ τῇ τοῦ πράγματος φύσει τεθνηκὼς ἦν. Ἀποστερεῖ δὲ αὐτοὺς καὶ ἀπολογίας πάσης διὰ τοῦ “ ὅτι ἦλθε τὸ φῶς εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἀνθρω- “ ποι μᾶλλον τὸ σκότος.” τίς οὖν τὸν μὴ βουλόμενον ἀπὸ σκότους φωτὶ προσελθεῖν ἐλεήσειεν ἄν;

Εἰ μὴ ἐληλύθει εἰς τὸν κόσμον τὸ φῶς, εἰχον ἄγνοιαν τῶν καλῶν αἰτιάσασθαι, οἱ μὴ πράξαντες αὐτά· ὡς ἃν τὰς κακίας ἐνεργοῦντες, τόπον ἀπολογίας εἶχον, φάσκοντες, μὴ ἐγνωκέναι αὐτὰ ὄντα κακά. ἀλλ’ ἐπεὶ τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, πάσης πεπλασμένης ἀπολογίας φυγαδευομένοις, κρίσις ἔσται ἐξεταστικὴ τῶν πρακτέων καὶ τοῦ φρονήματος ἐξ ἑκάστου ἀποδεχθῆναι· καὶ βασιλείας Θεοῦ τυχεῖν τοὺς ἀγαπήσαντας τὸ φῶς, ὡς ἐκ τῆς πρὸς αὐτὸ ἀγάπης φῶς καὶ αὐτοὺς γεγενημένους δι’ ἔργων ἀγαθῶν καὶ φρονήματος ἀληθοῦς μισῆσαι τὸ σκότος, τοῦτο δὲ ἐστὶν, ἡ κακία καὶ ἡ εὐσέβεια· τοὺς δὲ ἀποστραφέντας τὴν ἀρετὴν καὶ τὸν ταύτης πάροχον Θεὸν κολάσεων αἰωνίων πειρασθήσεσθαι· ἐπεί- περ σπουδάζοντες ἔχειν ἔργα πονηρὰ, ἐμίσησαν τὸ φῶς διὰ φανε- ρώσεως ἐλέγχων αὐτῶν τὰ φαῦλα.

Ἵνα δὲ μή τις εἴπῃ, ὅτι οὐδεὶς ἃν τὸ σκότος προτιμήσειε τοῦ φωτὸς, τίθησι καὶ τὴν αἰτίαν, ἀφ’ ἧς τοῦτο ἔπαθον, λέγει “ ἦν “γὰρ αὐτῶν,” φησὶ, “ πονηρὰ τὰ ἔργα” καὶ τὰ ἑξῆς. γὰρ ὁ Χριστιανισμὸς μετὰ τῆς τῶν δογμάτων ὀρθότητος, καὶ πολιτείαν ὑγιαίνουσαν ἀπαιτεῖ, αὐτοὶ δὲ βούλονται ἀεὶ ἐγκαλινδεῖσθαι τῷ τῆς ἁμαρτίας βορβόρῳ, διὰ τοῦτο οὐκ ἠθέλησαν οἱ τὰ

209
φαῦλα πράσσοντες μεταθέσθαι πρὸς τὸ σώφρον b τοῦ Χριστιανισμοῦ, καὶ τοῖς νόμοις, φησὶν, ὑποβαλεῖν τοῖς ἐμοῖς. Χρὴ δὲ σκοπῆσαι, πῶς ἀποστερεῖ αὐτοὺς πάσης ἀπολογίας τὸ φῶς, ἐλθὼν πρὸς αὐτοὺς, καὶ οὐδὲ οὕτω προσέδραμον αὐτῷ, ἀλλ’ ἐκεῖνος “ ὁ ποιῶν τὴν ἀλήθειαν ἔρχεται πρὸς τὸ φῶς” ὁ τῷ Χριστιανισμῷ 5 προστρέχων δηλονότι, δηλονότι, “ ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα, ὅτι ἐν τῷ “ Θεῷ ἐστιν εἰγασμένα.” καὶ γὰρ ὁ τοιοῦτος μετὰ τοῦ πιστεύειν ὀρθῶς καὶ πολιτείαν ὀρθὴν κατορθοῖ.

Ἴσως ἐρεῖ τις, τί οὖν; οὐκ εἰσὶ καὶ Χριστιανοὶ φαῦλα πράσσοντες καὶ Ἕλληνες ἐν φιλοσοφίᾳ ζῶντες; Χριστιανοὶ μὲν ὅτι φαῦλα πράσσοντες εἰσὶν, οἶδα κἀγὼ, εἰ δὲ καὶ Ἕλληνες βιοῦντες, τοῦτο οὐκ οἶδα σαφῶς. Μῆ γάρ μοι τὰς ἀπὸ φύσεως εἴπῃς ἐπιεικεῖς καὶ κοσμίους, οὐ γάρ ἐστι τοῦτο ἀρετή. ἀλλ’ εἰπὲ πολλὴν ὑπομένοντα ἀπὸ τοῦ παθεῖν βίαν καὶ φιλοσοφοῦντα, ἀλλ’ οὐκ ἃν ἔχοις. Εἰ γὰρ βασιλείας ἐπαγγελία καὶ γεέννης ἀπειλὴ, καὶ ἄλλη ἐπιμέλεια, μόλις κατέχει τοὺς ἀνθρώπους ἐν ἀρετῇ, σχολή γε ἃν οἱ περὶ μηδενὸς τούτων πεπεισμένοι μετήλυθον ἀρετήν· εἴ τινες ὑποκρίνονται δόξης ἕνεκεν τοῦτο ποιοῦσιν· ὁ δὲ δόξης ἕνεκα τοῦτο ποιῶν ὅταν ἐξῇ, οὐ φείσεται τοῦ χαρίσασθαι ταῖς ἐπιθυμίαις ταῖς πονηραῖς.