Catena In Joannem (Catena Integra) (e codd. Paris. Coislin. 23 + Oxon. Bodl. Auct. T.1.4)

Catenae (Novum Testamentum)

Catenae (Novum Testamentum). Catenae Graecorum Patrum in Novum Testamentum, Vol 2. Cramer, John Anthony, editor. Oxford: Oxford University Pres, 1841.

Περὶ τοῦ ὄνου.

Πῶς οἱ μὲν ἄλλοι Εὐαγγελισταὶ ὅτι καὶ ἔπεμψε καὶ εἶπε, λύ- “σατε τὸν πῶλον καὶ τὸν ὄνον·” οὗτος δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὅτι ἀνάριον εὑρὼν ἐκάθισεν; ἐπειδὴ ἀμφότερα γενέσθαι εἰκὸς ἦν, καὶ μετὰ τὸ λυθῆναι τὸν ὄνον ὑπὸ τῶν μαθητῶν εὑρόντα αὐτὸν ἐπικαθίσαι. Ἐποίει δὲ τοῦτο, προφητείαν τὴν μὲν τυπῶν, τὴν δὲ πληρῶν· καὶ τὸ

325
αὐτὸ τῆς μὲν ἐγένετο ἀρχῆς, τῆς δὲ τέλος, τὴν μὲν τὸ χαῖρε, ὅτι ὁ βασιλεύς σου ἔρχεται,” προφητείαν πληροῦντος ἦν. Τὸ δὲ ὄνον καθίσαι μέλλον πρᾶγμα προανατυποῦντος, ὅτι τὸ ἀκάθαρτον τῶν ἐθνῶν γένος ἔμελλεν ὑποχείριον ἔχειν.

Τί δέ ἐστι, “μὴ φοβοῦ, θύγατερ Σιῶν;“ἐπειδὴ πάντες αὐτῶν οἱ βασιλεῖς ὡς ἐπὶ τὸ πολὺ ἄδικοί τινες ἦσαν καὶ πλεονέκται, καὶ τὸ πλῆθος διαστρέφοντες, καὶ τοῖς ἐχθροῖς παραδιδόντες, θάρρει, φησὶν, οὗτος οὐ τοιοῦτος, ἀλλὰ πρᾷος καὶ ἐπιεικής· καὶ δείκνυται ἀπὸ τοῦ ὄνου. Οὐ γὰρ στρατόπεδον ἐπισυρόμενον εἰσῆλθεν, ἀλλ’ ὄνῳ ἐποχούμενος· οὐκ ἐπαισχύνεται δὲ ὁ πάνσοφος Εὐαγγελιστὴς τὴν προτέραν ἄγνοιαν τῶν Ἀποστόλων ἐκπομπεῦσαι· ταῦτα γὰρ,” οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον, ἀλλ’ ὅτε Ἰησοῦς “ἐδοξάσθη, τότε ἐμνήσθησαν, ὅτι ταῦτα ἦν ἐπ’ αὐτῷ γεγραμμενα.” μένα. ὅτι μὲν γὰρ ἐγέγραπτο ᾔδεσαν, ὅτι ’δε ἐπ’ αὐτῷ εγεγραπτο, οὐκ ᾔδεισαν· καὶ γὰρ ἃν ἐσκανδάλισεν αὐτοὺς, εἴγε βασιλεὺς ὣν τοιαῦτα μέλλει πάσχειν· τὸ δὲ ἐμαρτύρει ὁ ὄχλος “ὅτε ἀνέστησε τὸν Λάζαρον ἐκ νεκρῶν,” καὶ τὰ ἑξῆς· τοῦτο δηλοῖ, ὅτι οὐ τοσοῦτοι ἐξαίφνης μετέθεντο, εἰ μὴ ἐπίστευσαν τῷ σημείῳ. Χρὴ δὲ γιγνώσκειν ὅτι οἱ εἰπόντες Φαρισαῖοι πρὸς ἑαυτοὺς, θεω- “ῥεῖτε ὅτι οὐκ ὠφελεῖτε οὐδὲν, ἴδε ὁ κόσμος ὀπίσω αὐτοῦ ὑπάγει” τῶν πιστευόντων μὲν ἦσαν, οὐ τολμώντων δὲ παρρησιάσασθαι· ἀπὸ τῆς ἐκβάσεως δὲ κατεῖχον τοὺς λοιποὺς, ὡς ἀνόνητον ἐπιχειροῦντας. κόσμον δὲ ἐνταῦθα τὸν ὄχλον φησὶν, οἶδε γὰρ ἡ γραφὴ κόσμον καὶ τὴν κτίσιν καλεῖν, ὡς ὅταν λέγει “ὁ ἐκφέρων κατὰ “ἀριθμὸν τὸν κόσμον αὐτοῦ,” καὶ πάλιν τοὺς ἐν πονηρίᾳ ζῶντας, ὡς ὅταν λέγει, “ ὁ κόσμος ὑμᾶς οὐ μισεῖ, ἐμὲ δὲ μισεῖ.”

Σευήρου Ἀντιοκείασ. Ὁ φοῖνιξ οὐράνιος ἐδείκνυ καὶ ὑψόθεν e ἥκοντα· μόνος γὰρ τῶν ἄλλων δένδρων ἀνατείνεται μὲν πρὸς αὐτὸν τὸν οὐρανὸν, καὶ ἐν ὕψει κομᾷ, θαλλοὺς φέρων ἐπὶ τῆς κόμης λευκοὺς, ἐν δὲ τῷ στελέχει καὶ τοῖς μέσοις μέχρι τῆς κορυφῆς τραχύς ἐστι καὶ ἀνάντης καὶ δυσανόδευτος, καὶ τοὺς ἐπὶ τῶν κλάδων σκόλοπας προβαλλόμενος. οὕτω καὶ ὁ πρὸς τὴν Χριστοῦ γνῶσιν ἐλαύνων, τραχεῖαν εὑρήσει καὶ ἀνάντη f διὰ τῶν πόῆ g ὁδεύων τῆς ἀρετῆς. πρὸς δὲ τὸ ὕψος αὐτῆς ἀφικόμένος ὡς ἀνθρώποις ἐφικτὸν, ἐντεύξεται τῷ λαμπροτάτῳ τῆς [*](e ὑψόθην Cod. ἴ’ κάη ἄντη Cod. g Fors. leg.)

326
θεολογίας φωτὶ, καὶ τῇ ἀποκαλύψει τῶν ἀπορρήτων, καθάπερ τοῖς τοῦ φοίνικος λευκοτάτοις θαλλοῖς.

Ἀμμωνίου πρεσβυτέρου. Ὡς νενικηκότι τὸν αὐτῷ μετὰ βαίων. Ἡ Δαβὶδ προφητεία διὰ τούτου πληροῦται. τύπος ἐστὶ τοῦ νόμου τὰ ἔθνη, οὓς ὁ Κύριος ὄντας ἀκαθάρτους πεποίηκεν ὑποχειρίους· τύπος δέ ἐστι ὁ πῶλος τῶν ἐθνῶν, ὃν ὁ Κύριος καθίσας ἀνάγει εἰς τὴν ἄνω Ἰερουσαλὴμ, ἧς τύπος ἡ ἐπίγειος· πῶλον δὲ αὐτοὺς καλεῖ, ἐπειδὴ ἀγύμναστοι ἦσαν τῆς κατ’ εὐσέβειαν πίστεως.

Ἀπολιναρίου. Αὐτόθεν μὲν ἔχει τὸ μέτριον καὶ εὐτελὲς ἡ ἐπὶ τοῦ ὀναρίου καθέδρα, κεκρυμμένον δὲ ἐν αὐτῷ τὸ σύμβολον τοῦ μήπω καθαροῦ τότε λαοῦ, τοῦ μέλλοντος δέξασθαι τὴν ἐπίβασιν τοῦ Κυρίου· ὄνος γὰρ οὐ καθαρὸν κατὰ τὸν νόμον. ἐβόα δὲ ὁ προφήτης Ζαχαρίας, τῇ μὲν Σιῶν εὐαγγελιζόμενος τὸν βασιλέα πάντων ἀπαλλάττοντα φόβων καὶ λυτρούμενον αὐτὴν ἐχθρῶν δυναστῶν, τῷ δὲ συμβόλῳ δεικνὺς τῶν ἐθνῶν ἡγούμενον, καὶ νέῳ λαῷ χρησόμενον, ὅτι καὶ πῶλος ἐφ’ ᾧτ’ καθεζόμενος εἴσεισιν.

Ἀναγκαίως ἄρα τῇ τάξει τελευταῖον τὸ κατὰ τὸν Λάζαρον ὁ Κύριος ἐθαυματούργησεν, ἵνα ἐπὶ προσφάτῳ τούτῳ γεγονότι τιμηθείη μὲν ἐπιφανέστερον ὑπὸ τοῦ πλήθους· τῆς δὲ τιμῆς ἕνεκεν ὑπεραλγήσαντες οἱ Φαρισαῖοι ἐβουλεύσαιντο κατ’ αὐτοῦ, καὶ οὕτως ἐπιτελεσθείη τὸ πάθος, ὅπερ καὶ γίνεται.

Ὁρῶσιν ὅτι μάτην ἀντιλέγουσι πρὸς τὴν πίστιν τὴν εἰς Χριστὸν, μάτην ἀφορίζουσι τοὺς πιστεύοντας, μάτην ἀποτρέπουσι τοὺς λοιποὺς, τὰ μὲν διαλεγόμενοι, τὰ δὲ καὶ ἀπειλοῦντες· πάντα οὐν ἀνωφελῆ φασιν εἶναι, εἰ μὴ πρὸς ἀναίρεσιν αὐτοῦ τράποιντο.